132
ἀπὸ τοῦ Λιβάνου εἰς Ἱερουσαλήμ, καὶ ὅπως οἰκοδομήσωσι μετ' αὐτοῦ τὴν πόλιν. καὶ ἔγραψε πᾶσι τοῖς Ἰουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ἰουδαίαν ὑπὲρ τῆς ἐλευθερίας, πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν, καὶ πᾶσαν τὴν χώραν ἣν κρατήσωσιν ἀφορολόγητον αὐτοῖς ὑπάρχειν, καὶ ἵνα Ἰδουμαῖοι ἀφιῶσι τὰς κώμας ἃς διακρατοῦσι τῶν Ἰουδαίων, καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατ' ἐνιαυτὸν τάλαντα κʹ μέχρι τοῦ οἰκοδομηθῆναι, καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαρπώματα καρποῦσθαι καθ' ἡμέραν, καθὰ ἔχουσιν ἐντολήν, ἑπτὰ καὶ δέκα προσ φέρειν ἄλλα τάλαντα, ιʹ κατ' ἐνιαυτόν, καὶ πᾶσι τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν ὑπάρχειν τὴν ἐλευθερίαν, αὐτοῖς τε καὶ τοῖς ἐγγόνοις αὐτῶν καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν. ἔγραψε δὲ δοθῆναι καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν, ἐν ᾗ λατρεύουσι, καὶ τοῖς Λευίταις δοῦναι τὴν χορηγίαν, ἕως ἧς ἡμέρας ἐπιτελεσθῇ ὁ οἶκος, καὶ Ἱερουσαλὴμ οἰκοδομηθῆναι. καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια. καὶ ἐξαπέστειλε πάντα τὰ σκεύη, ἃ ἐχώρισε Κῦρος ἀπὸ Βαβυλῶνος. καὶ ὅσα εἶπε Κῦρος ποιῆσαι, καὶ αὐτοῖς ἐπέταξε ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ἱερουσαλήμ. Ταῦτα μὲν ἐν Ἔσδρα πρώτῳ βιβλίῳ γέγραπται, ἅτινα παραθέσθαι ἀναγκαῖον ἐνταῦθα ἡγησάμεθα μετὰ τῶν ἑξῆς παρατεθησομένων ἐκ τοῦ βʹ βιβλίου τοῦ αὐτοῦ Ἔσδρα, ἐπεὶ καὶ μόνος τὰ κατὰ τὴν ἀνάκλησιν ἀπεδείχθη τῆς αἰχμαλωσίας γράψας ὀρθῶς καὶ ὑπὸ τῶν οʹ σοφῶν ἱερέων ἑρμηνευθεὶς ἐπὶ Πτολεμαίου Φιλαδέλφου σὺν ταῖς λοιπαῖς θεοπνεύστοις γραφαῖς ἐδοκιμάσθη ἀναγινώσκεσθαι. Τέως δ' οὖν ἐκ τῶν εἰρημένων ὀρθῶς ἐστι κατανοῆσαι ὅτι Κῦρον τὸν παρ' αὐτῷ καλούμενον Ἀρταξέρξην δηλοῖ, πρὸς ὃν κατέγραψε Βάλσαμος καὶ Μιθριδάτης καὶ οἱ σὺν αὐτοῖς κατὰ τῶν οἰκοδομούντων τὴν Ἱερουσα λὴμ τοῦ παυθῆναι τὴν οἰκοδομήν, πρῶτον μὲν ὅτι φασὶν ἐν τῇ πρὸς αὐτὸν ἐπιστολῇ· γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ διότι Ἰουδαῖοι οἱ ἀναβάντες παρ' ὑμῶν πρὸς ἡμᾶς εἰς Ἱερουσαλήμ. παρὰ τίνος δὲ ἄλλου ἀναβεβήκασιν, εἰ μὴ παρὰ Κύρου; ἔπειτα δὲ ὅτι Ἀρταξέρξης ἀπὸ Κύρου ἕως ∆αρείου τοῦ Ὑστάσπου οὐδεὶς ἐβασίλευσεν, ὡς ἐκ τοῦ κανόνος τῶν βασιλέων δηλοῦται, καὶ αὖθις ὅτι Μιθριδάτην λέγει σὺν Βαλσάμῳ καὶ τοῖς λοιποῖς καταγεγραφέναι τῶν οἰκοδομούντων, ὃν καὶ παρειληφότα τὰ 292 ἱερὰ καὶ πάντα τὰ σκεύη οἴκου κυρίου κατὰ πρόσταξιν Κύρου ὡς γαζοφύ λακα προείρηκεν. ἔτι μὴν πρὸς τούτοις, εἰ μὴ ἐπὶ Κύρου γέγονε ταῦτα, ἀλλ' ἐνεργεῖτο τὰ κατὰ τὴν οἰκοδομήν, πῶς οὐκ ἂν ἐτελειώθη λʹ ἔτεσι τὰ συντελεσθέντα μετὰ ταῦτα ἐν τέσσαρσιν ἀπὸ τοῦ βʹ ἔτους ∆αρείου Ὑστάσπου ἕως τοῦ ςʹ ἔτους αὐτοῦ; τῷ γὰρ βʹ ἔτει Κύρου ἀναβάντες σὺν τῷ Ζοροβάβελ καὶ Ἰησοῦ ἀρχιερεῖ Νεεμίᾳ τε καὶ Σαρετᾷ καὶ Μαρδοχαίῳ ἐν μυριάσιν ἀνδρῶν τέσσαρσι καὶ δισχιλίοις τριακοσίοις ἑξήκοντα χωρὶς δούλων αὐτῶν καὶ παιδίσκων καὶ αὐτῶν ἑπτακισχιλίων τλʹ καὶ ζʹ ᾀδόντων καὶ ᾀδουσῶν. Τῷ μηνί, φησί, τῷ ζʹ συνήχθη ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς Ἱερουσαλήμ. καὶ ἀνέστη Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς καὶ Ζοροβάβελ υἱὸς Σαλαθιὴλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ᾠκοδόμησαν τὸ θυσιαστήριον θεοῦ Ἰσραὴλ τοῦ ἀνενέγκαι ὁλοκαυτώσεις ἐπ' αὐτῷ κατὰ τὰ γεγραμμένα ἐν νόμῳ Μωυσῇ ἀνθρώπῳ τοῦ θεοῦ. καὶ ἡτοίμασαν τὸ θυσιαστήριον ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ, ὅτι ἐν καταπλήξει ἐπ' αὐτοὺς ἀπὸ τῶν λαῶν τῶν γαιῶν. καὶ ἀνέβη ἐπ' αὐτὸ ὁλοκαύτωσις τῷ κυρίῳ ὁλοκαυτώσεις τὸ πρωὶ καὶ εἰς ἑσπέραν, καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν σκηνῶν κατὰ τὸ γεγραμ μένον, καὶ ὁλοκαυτώσεις τὴν ἡμέραν ἐν ἡμέρᾳ ἐν ἀριθμῷ ὡς ἡ κρίσις, λόγον ἡμέρας ἐν ἡμέρᾳ αὐτοῦ. καὶ μετὰ τοῦτο ὁλοκαυτώσεις ἐνδελεχισμοῦ καὶ εἰς τὰς νουμηνίας καὶ εἰς πάσας ἑορτὰς κυρίου τὰς ἡγιασμένας καὶ παντὶ ἑκουσιαζομένῳ ἑκουσίως τῷ κυρίῳ. ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ ζʹ ἤρξαντο ἀναφέρειν ὁλοκαυτώσεις κυρίῳ. καὶ ὁ οἶκος κυρίου οὐκ ἐθεμελιώθη. καὶ ἔδωκαν