132
Βυζαντίῳ περὶ ἑτέρων δέοιτο σπονδῶν, ὅ, τι ἂν εἴη σκεψαμένοις βέλτιον ποιεῖν. ἢ γὰρ μηκέτι Χίου Μαρτῖνον ἄρχειν δίκαιον ἐᾷν, ἀλλ' ἕτερον τρόπον εὖ ποιεῖν, τὴν νῆσον δὲ τελεῖν ὑπὸ Ῥωμαίους· ἢ σπονδὰς οὐ κατὰ τὰς προτέρας, ἀλλ' ἐφ' οἷς ἂν αὐτοῖς βέλτιον δοκοίη τίθεσθαι, ὥστε αὖθις Μαρτῖνον Χίου ἄρχειν ἐπὶ χρόνον τινὰ ῥητόν. ἐὰν δὲ μήτε παύηται οἰκοδομῶν, σπονδῶν τε μὴ δέοιτο ἑτέρων, ὡς ἤδη βεβαίως τῆς νήσου ἐχομένης, τότε παρεσκευασμένων τῶν τριήρεων οὐσῶν, τὴν ταχίστην ἐπιπλεῖν· πέμπειν δὲ καὶ ἕτερα γράμματα Χίοις, κελεύοντα καὶ αὐτοῖς ἀποσχέσθαι τοῦ οἰκοδομεῖν, ὡς ἢ παύοιτο καὶ ἄκων, οὐκ ἔχων τοὺς συναιρομένους, ἢ εἰ βιάζοιτο καὶ ἄκοντας, μᾶλλον ἐκπολεμωθεῖεν πρὸς αὐτόν. Οὕτω βουλευσαμένοις ἐδόκει δεῖν τά τε γράμματα εἰς Χίον πέμπειν, καὶ τριήρεις τάς τε οὔσας ἐπισκευάζειν καὶ ἑτέρας ἐπιναυπηγεῖν. τὰ μὲν οὖν γράμματα βασιλέως ἀφιγμένα πρὸς Μαρτῖνον, πλέον ἤνυσαν οὐδὲν, ἀλλ' ἀναγνοὺς, μᾶλλον ἔργου εἴχετο καὶ πᾶσαν ἐπεδείκνυτο σπουδὴν, ὥστε τὴν ἀκρόπολιν ἀπαρτίσαι ὧν ἂν δέοιτο τὴν βασιλέως φθάσας ἔφοδον. ἤδη γὰρ ὑπώπτευε καὶ αὐτός. Μπενέτος δὲ ὁ Μαρτίνου ἀδελφὸς ἐν διαφορᾷ πρὸς ἐκεῖνον καταστὰς, ὅτι χρυσίων ἑξακισχιλίων ἀποστεροῖτο παρ' αὐτοῦ, 1.375 ἃ ἐχρῆν αὐτὸν ἐκ τῶν δημοσίων τῆς Χίου φόρων λαμβάνειν ἐτησίως, προσήκοντα ἐκ πατρῴου κλήρου, ἧκεν ὡς βασιλέα τὴν ἀδικίαν ἐγκαλῶν τῷ ἀδελφῷ καὶ τυχεῖν δεόμενος ἐπικουρίας. γραμματεῖά τε ἐδείκνυ ἃ σαφῶς πολλὴν τοῦ ἀδελφοῦ καὶ τὴν ἀδικίαν κατηγόρει καὶ τὴν ἀγνωμοσύνην. βασιλεὺς δὲ ἐπηγγέλλετό τε τιμωρήσειν αὐτῷ ἐφ' οἷς ἀδικεῖται ἀφικόμενος ἐκεῖ, καὶ αὐτὸς οὐδὲν ἧττον ἃ παρὰ Μαρτίνου ἀδικεῖται ἀπολήψεσθαι. ιαʹ. Παρεσκευάζετο μὲν οὖν στόλος πέντε καὶ ἑκατὸν νεῶν, ὧν ἦσαν ὀλίγῳ ἐλάσσους εἰς τὰς δύο μοίρας διήρεις καὶ τριήρεις, ἐξ ὧν ἦσαν ἱππαγωγοὶ ὀκτὼ ἄγουσαι τριακοσίαν ἵππον· αἱ λοιπαὶ δὲ μονήρεις ἦσαν. ἐπεὶ δὲ παρεσκευασμέναι ἦσαν, τήν τε ἵππον ἐσεκόμιζον καὶ τὰ ἄλλα ἐπιτήδεια. ἦν τε ἅμιλλα πολλὴ τοῖς τριηράρχαις, ἑκάστου φιλονεικοῦντος πολυτελείᾳ καὶ λαμπρότητι παρασκευῆς τοὺς ἄλλους ὑπερβαλέσθαι· καὶ τά τε ἄλλα ἐξηρτύοντο πρὸς τὸ μεγαλοπρεπέστερον καὶ τὰ πληρώματα ἐκόσμουν ἰδίοις παρασήμοις ἔν τε ὅπλοις καὶ ἀσπίσιν. ἦσαν γὰρ οὐ τῶν τυχόντων, ἀλλὰ τῶν τε εὐγενῶν καὶ μεγάλα δυναμένων. συνέπλεον δὲ τῷ βασιλεῖ οὐ μόνον ὁπλῖται καὶ ψιλὸς πολὺς, ἀλλὰ τῶν τε συγκλητικῶν οὐκ ὀλίγοι, καὶ στρατιωτῶν οὐ μόνον οἱ χρησόμενοι τοῖς ἵπποις, ἀλλὰ καὶ ἄλλος ὅμιλος πολύς. ἐπεὶ δὲ πάντα ἤδη ἐπεπόριστο καὶ οὐδὲν ἐνέδει ἔτι, ἄραντες ἐκ Βυζαντίου ἔπλεον ἐπὶ Χίον. γνώμην δὲ εἶχεν ὁ βασιλεὺς, ὡς ἢν ὁ Μαρτῖνος τὸν ἐπίπλουν πυθόμενος, πρὶν εἰς τὴν νῆσον κατᾶραι, ἀφίκηται πρὸς αὐ 1.376 τὸν καὶ δεηθῇ περὶ αὐτῆς, τὴν μὲν ἀκρόπολιν, ἣν αὐτὸς ᾠκοδόμει, τὰ ἐλλείποντα ἐπισκευάσας, κατασχεῖν φρουρᾷ τῆς εἰσέπειτα ἀσφαλείας ἕνεκα· Μαρτίνῳ δὲ τῆς ἄλλης νήσου ἐπιτρέψαι ἄρχειν, ἀποδιδόντι ἐτησίως Μπενέτῳ ἃ πρότερον χρήματα ἀπεστέρει. ὁ δ' οὐ μόνον ἐποίει τῶν δεόντων οὐδὲν, ἀλλ' ἐπεὶ ἐπύθετο ὅσον οὐδέπω ἐπιπλέοντα τὸν στόλον, τὰς μὲν τριήρεις ἃς εἶχε τρεῖς δὲ ἦσαν, εἰς τὴν θάλασσαν κατέδυσε κενάς· Ῥωμαίων τε τοῖς τὴν νῆσον κατοικοῦσι μηδενὶ ἐκέλευσεν ἐξεῖναι ὅπλοις χρῆσθαι, θάνατον δὲ εἶναι τὴν ζημίαν τῷ χρωμένῳ. αὐτὸς δὲ τάς τε πύλας τῆς πόλεως ἀσφαλισάμενος καὶ τὰ ἄλλα καταστήσας ᾗ αὐτῷ ἄριστα ἐδόκει ἔχειν, ἅμα ὀκτακοσίοις οὓς εἶχε, φραξάμενοι ἀνῆλθον εἰς τὰ τείχη ὡς ἀμυνούμενοι ἐπιόντα βασιλέα. ἤδη γὰρ ἀνθίσταντο ἀναφανδὸν, καὶ οὐδὲ σημαίας τὰς βασιλικὰς ἠξίωσαν ἀναγαγεῖν ἐπὶ τὰ τείχη, ὥσπερ ἦν ἔθος, ἀλλὰ τὰς Μαρτίνου μόνας, ὡς βεβαίως ἤδη τῆς νήσου ἐχομένης. Καλόθετος δ' ἅμα τοῖς περὶ αὐτὸν, ὅπλοις μὲν οὐκ ἐτόλμων χρῆσθαι τῷ δέει τῶν Λατίνων· παρεσκευασμένοι δὲ ἦσαν ὡς ἐπιθησόμενοι αὐτοῖς, ἐπειδὰν ὁ βασιλεὺς εἰς τειχομαχίαν καταστῇ. Μαρτῖνος μὲν οὖν οὕτω τοῖς ὀκτακοσίοις πεποιθὼς, ἀντικατέστη πρὸς τὴν μάχην. βασιλεὺς δὲ τῇ νήσῳ ὡς προσέσχεν, ἀπόβασίν τε ἐποιεῖτο τῆς γῆς εὐθὺς κρατῶν, καὶ τὴν ἵππον