132
καὶ λείαν ἐκεῖθεν ἀπελάσας πολλὴν καὶ αἰχμαλώτους λαβὼν ἐπανῆλθε. συναγαγὼν δὲ τὸν λαὸν συνεβούλευε τὰ τείχη τῶν ̔Ιεροσολύμων ἀνακαινίσαι καὶ ἀνορθῶσαι οσον τοῦ περιβόλου τοῦ ἱεροῦ καθῄρητο. καὶ ἀρεσάσης πᾶσι τῆς συμβουλῆς, αὐτὸς μὲν εργου ειχετο, τὸν δὲ ἀδελφὸν Σίμωνα επεμψε τὴν χώραν ἀσφαλισόμενον. ̔Ο δέ γε ∆ημήτριος εἰς Μεσοποταμίαν ηκεν ὡς τὴν Βαβυλῶνα καὶ τὰς ανω σατραπείας παραληψόμενος. οἱ γὰρ ταύτας κατοικοῦντες Ελληνες καὶ Μακεδόνες παραδώσειν ἑαυτοὺς αὐτῷ ἐπηγγέλλοντο καὶ συγκαταπολεμήσειν ̓Αρσάκην τὸν Πάρθων βασιλέα. καὶ ἐδέξαντο τοίνυν αὐτόν. καὶ τῷ ̓Αρσάκῃ συμβαλὼν τὴν απασαν ἀπέβαλε στρατιὰν καὶ αὐτὸς ἐλήφθη. Τρύφων δὲ γνοὺς τοιαῦτα τὰ περὶ τὸν ∆ημήτριον, ἐπεβούλευεν ̓Αντιόχῳ, ἀποκτεῖναι αὐτὸν μελετῶν καὶ 1.332 τὴν ἀρχὴν σφετερίσασθαι. ἐδεδοίκει μέντοι τὸν ̓Ιωνάθην, οντα φίλον τῷ ̓Αντιόχῳ. καὶ εσπευδεν αὐτὸν πρῶτον ἀπάτῃ ἑλὼν ουτως ἐπιχειρῆσαι τοῖς κατὰ τὸν ̓Αντίοχον. διὸ καὶ εἰς Σκυθόπολιν απεισιν, ενθα καὶ ̓Ιωνάθης αὐτῷ σὺν τέσσαρσι μυριάσι μαχίμων ἀπήντησεν. ὁ δὲ ὑπούλως αὐτὸν ὑπέρχεται, δώροις τε καὶ τιμαῖς δεξιούμενος, πᾶσαν θέλων ὑπόνοιαν ἐξελεῖν, ιν' αὐτὸν ἀφύλακτον λήψοιτο. καὶ συνεβούλευε τὴν μὲν στρατιὰν ἀπολῦσαι, αὐτὸς δὲ μετ' ὀλίγων εἰς Πτολεμαΐδα συναφικέσθαι αὐτῷ, τὴν πόλιν παραληψόμενος καὶ πάντα τὰ ἐκεῖ ὀχυρώματα. καὶ ̓Ιωνάθης μηδὲν ὑποτοπήσας τὸ στράτευμα εστρεψε, χιλίους δ' εχων μόνους ἀπῄει. εἰς δὲ Πτολεμαΐδα κατακλεισθεὶς αὐτὸς μὲν ζωγρεῖται, οἱ δὲ σὺν αὐτῷ διαφθείρονται. απερ οἱ ἐν ̔Ιεροσολύμοις μαθόντες εἰς δέος ἐνέπεσον διὰ τὰ πέριξ εθνη, α γνόντα τὴν ̓Ιωνάθου σύλληψιν κατὰ τῶν ̓Ιουδαίων κεκίνηντο. Σίμων δὲ τῷ πλήθει ὡμιληκὼς καὶ παραθαρρύνας αὐτὸ ἡγεμὼν ὑπ' αὐτοῦ αἱρεῖται, καὶ συναθροίσας τὸ μάχιμον τοῦ λαοῦ τῶν τειχῶν ἐπεμελεῖτο τῆς πόλεως, καὶ παντὸς τοῦ πρὸς ἀσφάλειαν τῶν πραγμάτων ἐφρόντιζεν. ὁ μέντοι Τρύφων εἰς ̓Ιουδαίαν ἀφίκετο, καὶ τὸν ̓Ιωνάθην δέσμιον αγων. καὶ ὁ Σίμων αὐτῷ σὺν δυνάμει ἀπήντησεν· ὁ δὲ πρὸς αὐτὸν επεμψε δηλῶν ἑκατὸν ἀργυρίου τάλαντα δοῦναι καὶ δύο τῶν ̓Ιωνάθου παίδων ὁμήρους, εἰ βούλεται λυθῆναι τὸν ἀδελφόν. ὁ Σίμων δὲ συνῆκε μὲν τὴν κακουργίαν τοῦ Τρύφωνος, ινα δὲ μὴ αἰτίαν σχοίη ὡς μὴ θέλων σῶσαι τὸν ἀδελφόν, καὶ τὰ χρήματα επεμψε καὶ τοὺς παῖδας. α λαβὼν ὁ Τρύφων οὐκ ἐτήρησε τὰς συνθήκας, ἀλλὰ μετὰ τῆς στρατιᾶς ἀνῄει πρὸς τὰ ̔Ιεροσόλυμα. παρωμάρτει δὲ καὶ ὁ Σίμων, 1.333 ἀεὶ ἐναντίον καταστρατοπεδευόμενος. χιὼν δὲ πολλὴ πεσοῦσα διεκώλυσεν αὐτῷ τὴν εἰς ̔Ιεροσόλυμα αφιξιν· καὶ εἰς Συρίαν ἐτράπετο, καὶ ἀπιὼν τὸν ̓Ιωνάθην ἀπέκτεινε. Σίμων δέ, θανόντος τοῦ ἀδελφοῦ ̓Ιωνάθου μετὰ τετραετίαν τῆς ἀρχιερωσύνης, αὐτὸς ἀρχιερεὺς ὑπὸ τοῦ πλήθους προυβέβλητο, καὶ οὐκέτι φόρους τοῖς Μακεδόσι παρέσχετο. εὐτύχησε δὲ τὸ εθνος ἐπ' αὐτοῦ σφόδρα, καὶ τῶν τε περιοίκων ἐθνῶν ἐκυρίευσαν, καὶ πολλὰς τῶν πόλεων κατεστρέψαντο, ινα μὴ ειεν τοῖς ἐχθροῖς ὁρμητήρια. καὶ τὸ ορος ἐφ' ου ἡ ἀκρόπολις ᾠκοδόμητο, λίαν ον ὑψηλόν, ἐν τρισὶν ετεσιν ἐνδελεχῶς πονοῦντες εἰς πεδιάδα μετήνεγκαν, ὡς αν ειη τὸ ἱερὸν ὑπερκείμενον. ̔Ο δέ γε Τρύφων τὸν ̓Αντίοχον, ος καὶ θεὸς ἐπεκλήθη, τέσσαρα βασιλεύσαντα ετη διέφθειρεν, ἐπιτροπεύων αὐτοῦ. καὶ τὸν μὲν ὡς ἀποθάνοι διήγγελλε, τοῖς δὲ στρατιώταις ἐπηγγέλλετο χρήματα, εἰ αὐτὸν βασιλεύσουσιν. οι κερδῆσαι πολλὰ ἠλπικότες ειλοντο αὐτὸν αρχοντα. λαβὼν δὲ τὴν βασιλείαν ὁ Τρύφων ἀπεδύσατο τὴν ὑπόκρισιν· καὶ μισῆσαν αὐτὸν τὸ στρατιωτικὸν πρὸς Κλεοπάτραν ἀφίστατο τὴν τοῦ ∆ημητρίου γυναῖκα, ἐγκεκλεισμένην ἐν Σελευκείᾳ τυγχάνουσαν. ἀλωμένου δὲ ̓Αντιόχου, ος ἐκαλεῖτο σωτήρ, ∆ημητρίου δὲ ην ἀδελφός, καὶ ἐγκεκλεισμένου πάντοθεν διὰ Τρύφωνα, πέμπει πρὸς αὐτὸν ἡ Κλεοπάτρα, καλοῦσα ἐπὶ γάμῳ καὶ βασιλείᾳ· ἐδεδίει γὰρ μὴ τὴν πόλιν οἱ Σελευκεῖς τῷ Τρύφωνι δώσουσι. γενόμενος ουν ἐν τῇ Σελευκείᾳ ὁ ̓Αντίοχος κατὰ τοῦ Τρύφωνος ωρμησε, καὶ νικήσας αὐτὸν τῆς 1.334 ανω Συρίας ἐξέβαλε, καὶ