132
προσπαίζεσθαι αλλως. ∆ιαφέρων. παρασκευάζων. παρέργως τὰ πρότερα τὸν πόλεμον διαφέρων ̓Ιουστινιανός. ∆ιαφερόντων. ἀντὶ τοῦ ἐπιλέκτων. καὶ πλῆθος ἀνθρώπων διαφερόντων εἰς αὐτὸν ἠθροῖσθαι. ∆ιαφερούσῃ. πληθυούσῃ. ὁ δὲ ἐστρατοπέδευσε ἐν χώρᾳ πάντα τὰ γενήματα διαφερούσῃ. ∆ιαφεῖναι. διαλῦσαι. ∆ιαφείσ. ἀντὶ τοῦ ἀπολύσας, ὁρίσας ὁ δὲ διαφεὶς τοὺς ἡγεμόνας ἐκίνει τὴν πρωτοπορείαν. *∆ιακρίνων. ἐξετάζων, ἐννοῶν. καὶ ὁ ̓Απόστολος· μὴ διακρίνων τὸ σῶμα τοῦ κυρίου.* delta.535 ∆ιεκρίνομεν. κατεγινώσκομεν. εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ αν ἐκρινόμεθα. ∆ιαταγείσ. διακομισθεὶς καὶ ἐπιταγείς. ὁ ̓Απόστολος· διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου. τουτέστι διὰ μέσων ἀγγέλων. ∆ιαῤῥήδην. φανερῶς. ∆ιαρκεῖ. δαψιλῶς, ἀρκούντως. ∆ιαβραχέοσ. ἐνσυντόμως. βραχέως δὲ, μέγα. ∆ιακενῆσ. ματαίας· ανευ τινὸς προφάσεως. ∆ιακριδόν. διακεχωρισμένως. ∆ιαμπερέσ. διαμπὰξ, διόλου. παρὰ τὸ πέρας, καὶ διαπέρας, καὶ πλεονασμῷ τοῦ μ καὶ μεταθέσει τοῦ α εἰς ε διαμπερές. τουτέστι τὸ ἀπαρχῆς μέχρι τέλους. καὶ ἐπὶ οὐδετέρου γράφεται. ∆ιαμπάξ. διόλου. ∆ιακεκρυμένωσ. διακεχωρισμένως. ∆ιαφερόντωσ. ἐξαιρετέως. ∆ιαφανῶσ. σαφῶς η συμφώνως. *∆ιεσμιλευμένοσ. ἠκριβωμένος.* ∆ιαφορηθῶ. διασπασθῶ. καὶ διαφορηθῆναι. ∆ιαφορήσει. διάφορος γένηται. ∆ιαφορουμένησ. διασπωμένης. διαφορουμένης delta.536 τῆς κρόκης ὑπὸ τῶν ἀλεκτρυόνων. ̓Αῤῥιανός· τοὺς ιππους ἀνασοβηθέντας διαφορῆσαι αὐτόν. ∆ιαφρήσετε. διαφορήσετε, διαπέμψετε. ∆ιαφρυκτοῦν. διαψηφίζειν, η διακληροῦν. τὸν γὰρ κύαμον ἐκάλουν φρυκτόν. ειρηται ἀπὸ τῶν κυάμων, δι' ων τὸ παλαιὸν ἐψηφίζοντο. υστερον γὰρ ψήφοις ἐχρήσαντο. ∆ιαφημίζω. ἀεὶ ..... ∆ιαφθονούμενοσ. ὁ δὲ διαφθονούμενος Ζήνωνι, ἐν ἡσυχίᾳ εμενε. ∆ιαψαλάττεσθαι. τὸ διαστέλλεσθαι εἰς ερευναν. τὸ γὰρ ἀψάλακτον, αθικτον. ουτως Κράτης. ∆ιαψᾷν. διορύττειν, διασκαλεύειν. κελεῦσαι πάντας διαψᾷν τὴν αμμον, καὶ ποιεῖν βοθύνους εὐμεγέθεις. καὶ διαψᾷν ἀντὶ τοῦ ὁμαλίζειν. ∆ιαψεύδονται. ἐκπίπτουσιν, ἀποτυγχάνουσι. διὸ τοῦ μὲν καλοῦ διαψεύδονται. ∆ιαψαίρουσα. Τιμόθεος τὴν ἐκλυομένην καὶ καταῤῥέουσαν. σημαίνει δὲ τὴν ἠρεμαίαν κίνησιν. Εὐριπίδης ἐπὶ τοῦ καθαίρειν κέχρηται τῇ λέξει, οιον· γλώσσῃ διαψαίρουσα μυκτήρων τόπους. delta.537 ∆ιαρθρουμένων. ο ἐστι διατρανουμένων. delta.537 ∆ιακωδωνισθέντεσ. ητοι διαφημισθέντες. ὡς ἐπὶ τὸ πλεῖστον δὲ λέγεται ἐπὶ τῶν διαπαιζομένων. τέτακται καὶ ἐπὶ τοῦ διαπειρασθέντες. ουτως Λυσίας ὁ ῥήτωρ. ἀπὸ δὲ τῶν ιππων μετενήνεκται. εἰώθεισαν γὰρ ουτω δοκιμάζειν τοὺς γενναίους ιππους, εἰ μὴ καταπλήσσονται τὸν ἐν πολέμῳ θόρυβον, τοὺς κώδωνας ψοφοῦντες. ∆ιαπορθμεύειν. διακομίζειν. ∆ιαβιβάζειν. διαπερᾷν. ∆ιαφέρει. ὑπερέχει. ∆ιαφερόμενοσ. ἀμφιβάλλων. ∆ιαθήσει. τιμωρήσεται, κολάσει. ∆ιακρούεσθαι. ἐξωθεῖν η ὑπερτίθεσθαι. ∆ιατείνεσθαι. φιλονεικεῖν. η διαβεβαιοῦσθαι. ∆ιάττουσι. διατρέχουσιν. αττω γὰρ τὸ ὁρμῶ. ∆ιαττᾷν. σημαίνει ἡ λέξις διασήθειν. γέγονεν ἀπὸ τοῦ σῶ ῥήματος, ενθεν καὶ τὸ σήθω, ὡς ἀπὸ τοῦ κνῶ, κνήθω, καὶ νῶ, νήθω. διασσᾷν ουν ην. καὶ διαττᾷν ἀττικῶς. ∆ιακυκῶσι. διαταράττουσι. delta.538 ∆ιανηξάμενοι. κολυμβήσαντες. ∆ιαμαρτεῖν. ἀποτυχεῖν. ∆ιαπληκτίζονται. διαμάχονται. ∆ιαστείχοντασ. διαπορευομένους. ∆ιαφωνοῦντασ. μὴ συμφωνοῦντας. ∆ιαῤῥεῖν. χαυνοῦσθαι, διαχεῖσθαι. ∆ιαθέειν. διατρέχειν. ∆ιανεῖμαι. διαμερίσαι, διαδοῦναι. ∆ιαπεράνασ. τελειώσας. ∆ιαπυνθάνεται. ἐρωτᾷ. ∆ιαπείρεται. κεντᾶται, σουβλίζεται. ∆ιακομισθῆναι. διαβασταχθῆναι. ∆ιαδράναι. διαφυγεῖν. ∆ιασκίδναται. σκορπίζεται, διασκεδάζεται. ∆ιακορίζεσθαι. τὸ ἀγεννῶς βλέπειν. παρὰ τὸ διάγειν τὰς κόρας τῶν ὀφθαλμῶν, καὶ μὴ ἐπ' εὐθείας βλέπειν. η τὸ ἀτενῶς βλέπειν, διὰ τὸ τοὺς ὀφθαλμοὺς κόρας λέγεσθαι. ∆ιακρινθεῖτε. ἀπὸ τοῦ διακρινθείημεν, διακρινθεῖμεν, διακρινθείητε, διακρινθεῖτε. ∆ιαβιασάμενοσ. παραναγκασθείς. delta.539 ∆ιαγεγονότοσ. παρελθόντος. ∆ιαγράψαντοσ. τινὲς μὲν ἀντὶ τοῦ καταβαλόντος καὶ