μὴ ὑπάρχειν ζυμίτας ἐν τῷ σεβαστῷ καὶ πανεντίμῳ δείπνῳ δι' ἅπερ ἠπείλησ<ε> Μωσῆς ἐν νόμῳ, καθὼς ἄνω ἔφημεν ἐν προοιμίοις. καὶ πάσχα πάλιν τὴν μετάληψιν λέγειν νόμους φυγεῖν μὲν αὐτῷ ἀντικειμένους, ἱσταμένους μᾶλλον δὲ χρήσασθαι τούτῳ καὶ χεῖρε ῥάβδους κατέχοντας ἐσθίειν, ἔτι δὲ καὶ πέδιλα τοῖς ποσὶ τούτων, ὥσπερ προετρέψατο Μωσῆς ἐν νόμῳ. ἀλλ' οὖν ὁ Χριστὸς ὡς ἁπάντων δεσπότης, καὶ τοῦ νόμου τε καὶ προφητῶν ἁπάντων, ἀλλοδεῶς ἐχρῆτο τῇ ἀνακλίσει ἐκεῖ παρόντος τοῦ κακόφρονος τότε καὶ πάντα ἀθροῦντος μὲν εἰς πανουργίαν. Καὶ πωγωνοκουροῦσι δ' εἰκῇ καὶ μάτην· οἱ γὰρ δοκοῦντες ὑπεραίρειν τοὺς πάντας τῇ τῶν γενείων δηλαδὴ κουρᾷ μόνῃ καὶ πᾶσιν ἄλλοις τοῖς νομίμοις ἀλόγως νῦν εἰσιν εἰς ὄνειδος αὐτῶν καὶ γέλων, ἀσκοῦντες ἐν σάββασι καὶ τὰς νηστείας, οὐ προσφόρως μὲν ἢ ὅλως καταλλήλως. καὶ γὰρ ὁ σωτὴρ οὐ γενειάδα τότε τέτμηκεν οὔτε σάββασιν ἤσκει πάλιν νηστείαν, ὥσπερ ἴσμεν οἱ λόγων πλήρεις, κἂν τοὺς μαθητάς φησι νηστεῦσαι τότε δι' ἥνπερ ἔσχον ὑπεράμετρον λύπην. Ἀλλ' ὁ νόμος πέφυκε τοῖς Χριστωνύμοις ἐκ συλλογ<ισμ>ῶν παραλαμβάνειν τύπους, στοιχεῖν δὲ μᾶλλον πράξεσι τοῦ κυρίου, οὗ ἡ πολυθαύμαστος ἡμῶν τυγχάνει χάρις προφανῶς εἰς ὑφήλιον πᾶσαν. εἴπερ δέ τισι συλλογισμοῖς ληπτέον, [τὰ αἰν]ίγματα καὶ ἄληπτα τῇ φύσει λέξω προφανῶς ἐν τάχει, ἀλλ' ὡς δέον. Χριστὸς τὸν ἄρτον τοῦτον ὃν προσάγομεν σάρκα μὲν ἰδίαν τε καὶ σῶμα καλεῖ. σὰρξ τυγχάνει δὲ τοῦ τελείου ἀνθρώπου, ἐκ τεσσάρων μὲν εἰκότως τῶν στοιχείων, τὸ ἄζυμον δὲ μὴ ὂν ἐκ τῶν τεσσάρων αὐτοὺς ἐλέγχει Χριστομάχους τυγχάνειν, μειοῦντας ὥσπερ Χριστὸν ἐν τοῖς ἀζύμοις, ὡς τὴν τελειότητα τοῦ ἀρνουμένου. ὁ μὲν γάρ, ὡς ἔφημεν, ἐκ τῶν τεσσάρων πέφυκεν ὄντως καὶ ὑπάρχει στοιχείων, καθὼς ὁ ἄρτος ἐστὶν ἐξ ἰσαρίθμων, ζύμης, ὕδατος, ἅλατος καὶ ἀλεύρου· ὁ ἄζυμος δὲ οὐσιῶν ὡς ἐκ τριῶν, ἢ ἐξ ὕδατος, ἅλατος καὶ ἀλεύρου. πάντα γὰρ ἦσαν ἐλλιπῆ τῶν Ἑβραίων, περιτομή, ἄζυμα, ἀμνὸς καὶ νόμος, ἀνθ' ὧν ἅπαντα τὴν θεραπείαν τούτων ᾐτοῦντο λαβεῖν ἐκ προνοίας τῆς ἄνω· ἡ μὲν τομῆς τε τὴν ἴασιν καὶ ἕλκους, ἅτινα συμβαίνουσιν αὐτῇ ἐκ ξίφους, ζύμη δὲ αὖθις τὴν τελείωσιν ταύτην, ἀμνὸς δὲ θύμα τοῦ ἀναιμάκτου ἀμνοῦ, νόμος δὲ πάλιν σφαλμάτων τὴν συγγνώμην. ἅτινα πάντα ἡ θεοῦ παρουσία ἰάσατο κράτιστε ὡς θεὸς πάντων, δοὺς ἀντὶ <τῆς> περιτομῆς τὴν βάπτισιν, ἀντὶ δὲ θύματος τελείου τὴν ζύμην, Μελχισεδὲκ κράτιστε κυρῶν θυσίαν εὐγνώμονος δούλου μὲν οἷα δεσπότης. μόνος γὰρ <οὗτος> τῆς καθ' ἡμᾶς θυσίας πέφυκε πάντα, πρῶτος θύτης ἐν πᾶσι, καὶ ἀντὶ ἀμνοῦ τοῦ νόμου τοῦ Μωσέως τέθυκεν ἀμνὸν ἀμόλυντον ἐν πᾶσι, τὴν σάρκα πάντως τὴν ἑαυτοῦ τὴν θείαν. καὶ ἀντὶ τοῦ νόμου δὲ τοῦ ἀσυγγνώστου (πᾶσι γὰρ αὐτῶν ἀντιπάθειαν νέμει, συγγνώμην οἷς σφάλλουσιν εἰδὼς οὐδόλως) δέδωκε θείας συμπαθείας τὸν νόμον, ἅπαντα πληρῶν ὡς τέλειος ἐν πᾶσι, θείᾳ τέ φημι καὶ βροτείᾳ τῇ φύσει. Ὁ γὰρ ζυμίτας προσφέρων τῷ κυρίῳ, οὗτος μιμεῖται τοῦ θεοῦ τὴν θυσίαν· ὁ ἄζυμον θύων δὲ Χριστῷ θυσίαν ὑπὸ σκιὰν πέφυκεν ἀκμὴν καὶ νόμον μὴ ἀνανήψας οὐδαμῶς ἐκ τοῦ γνόφου. ἁπλῆν γὰρ οἰηθέντες αὐτῶν θυσίαν Χριστῷ ὑποκρούουσι, κἂν λεληθότως, ἁπλοῦν φρόνημα τὸν αὐτὸν οὐ [......]. οἱ συνθέτως δὲ προσκομίζοντες ταύτην, οὗτοι ἀμέμπτως ἀτενίζουσι τούτῳ, διπλοῦν καταγγέλλοντες αὐτὸν ὑπάρχειν καὶ λίθον ἀκρόγωνον αὐτὸν τυγχάνειν οἵα θεόν τε καὶ παλαιᾶς καὶ νέας. διπλοῦν δὲ πάσχα ἐκτε[λεῖ] ὁ δεσπότης ἐν τῇ σεβαστῇ ἑσπέρᾳ τῇ τοῦ πάθους, τὸ τοῦ νόμου μέν, καὶ πάλιν τῆς χάριτος. Χριστὸς τέλος νόμου γάρ, ὡς Παῦλος γράφει, καθὼς ὁ θεῖος χρυσεπώνυμος ῥήτωρ καὶ ὁ προεστὼς τῆς Κύπρου μαρτυροῦσιν, ὁ μὲν λόγῳ μὲν τῆς σεβασμίου πέμπτης, ὁ δὲ κράτιστα τῷ μεγάλῳ σαββάτῳ. τὸ μὲν γὰρ οἱ ἀπόστολοι ἡτοίμασαν, καὶ τοῦ χάριν μὲν πυνθάνονται τοῦ λόγου, «ποῦ σοι τὸ πάσχα εὐτρεπίζεσθαι θέλεις;» καὶ γὰρ τὸ ἡμῶν