15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
λυσιτελεῖν τοῖς θεωρήμασι τὰς περὶ τούτων ἐννοίας. Τρία γὰρ ταῦτα δοκεῖ ἐφεξῆς ἀλλήλοις κεῖσθαι, οὐσία καὶ ἐνέργεια καὶ ἐνεργούμε νον. ἔστι δὲ τῆς ἐνεργείας τὸ μὲν σύνδρομον τῇ οὐσίᾳ, τὸ δὲ ὕστερον ἐπικτώμενον· ὧν μὲν οὖν αἱ ἐνέργειαι οὐσιῶν σύνδρομοι, τούτων καὶ τὰ ἐνεργήματα ἀδιαίρετα· ὧν δὲ μετὰ ταῦτα, τούτων καὶ τὰ ἐνεργήματα ὕστερα. οἷον οὐσία μὲν ὁ ἄνθρωπος, ἐνέργεια δὲ τὸ ἀναπνεῖν καὶ τὸ οἰκοδομεῖν· τούτων τὸ μὲν ἀναπνεῖν σύνδρομον, τὸ δὲ οἰκοδομεῖν ὕστερον καὶ ἐπίκτητον. διὰ ταῦτα καὶ τῆς μὲν συνδρόμου τῇ οὐσίᾳ ἐνεργείας σύν δρομον καὶ τὸ ἐνεργούμενον, ὅπερ ἐστὶ τὸ καταψύχεσθαι τὴν καρδίαν τῷ πνεύματι (ὁμοῦ γοῦν τις ἀνέπνευσεν εἰσπνεύσας τὸν ἐκτὸς ἀέρα, καὶ τὸ σομφῶδες σῶμα τοῦ πνεύμονος πλησθὲν εἰλικρινοῦς πνεύματος περιέθαλψε τὴν καρδίαν καὶ καταπεπνῖχθαι οὐκ εἴασε τῇ θερμότητι), τὸ δὲ οἰκοδομεῖν, ἐπειδὴ ὕστερον ἐγεγόνει, διαιρετὸν ἔχει καὶ τὸ ἐνέργημα. διὰ τοῦτο γοῦν φησιν ὁ πατήρ, ὅτι σύμφημί σοι, Εὐνόμιε, ἐνεργείας ὄνομα τὸν πατέρα τιθέντι. «ἐνήργησεν» οὖν «τὸ ὁμοούσιον, εἰ καὶ ἄτοπος ἄλλως ἡ τῆς περὶ τοῦτο ἐνεργείας ὑπόληψις». ἐπ' ἐκείνης μὲν γὰρ τῆς ἐνεργείας ὕστερον τὸ ἐνέργημα· δεῖ γὰρ εἶναι τὴν οἰκοδομικὴν καὶ οὕτως τὸ οἰκοδόμημα, καὶ κεχωρίσθαι ἀλλήλων τόν τε οἰκοδόμον καὶ ὅπερ ᾠκοδομήσατο. ἐφ' ἧς δὲ νῦν θεωροῦμεν ἐνεργείας οὐ τοιοῦτον τὸ ἐνέργημα· οὐδὲ γὰρ ἦν πρὶν ὁ πατήρ, εἶθ' ὕστερον ἀπετέλεσε τὸ ὁμούσιον, οὐδ' ἀποτελέσας ἠλλο τριώθη, ἀλλ' ὁμοῦ τῷ εἶναι τὸν πατέρα τὸ γεγεννῆσθαι τὸν υἱὸν καὶ ἄμφω ὁμοουσίους εἶναι. Ἐγὼ μὲν οὖν ὅσα μοι τὴν μνήμην ὑποτρέχει, ἐν οἷς κινδυνεύω τοὺς αὐτοσχεδίους τούτους λόγους ἀναρριπτεῖν, ταῦτα δὴ ταῖς ὑμετέραις ἀκοαῖς παραδίδωμι· ὑμεῖς δὲ ἴσως κατὰ σχολὴν τὰ χρησιμώτερα τούτων συλ λέγοντες, τοῖς ἡμετέροις ὡς τῶν καιρίων ἐλλείπουσι μάλα φιλοσόφως προσθείητε.
59 οεʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «οὗτος ὁ νῦν καταφρονούμενος ἦν ὅτε καὶ ὑπὲρ σὲ ἦν».
Ἐπειδὴ ὡς περὶ ψιλοῦ ἀνθρώπου ὁ Εὐνόμιος διελέγετο τοῦ Χριστοῦ, καὶ διὰ
τοῦτο οὔτε θεοπρεπῶν ῥημάτων ἐφρόντιζεν οὔτε τινὸς αἰδοῦς ἢ σεβάσματος, ὁ πατὴρ μάλα σεμνῶς καὶ ἀστείως ἐπιτωθάζων αὐτῷ, ταυτὶ τὰ ῥήματα ἀντεπήνεγκεν· «οὗτος ὁ νῦν σοι καταφρονούμενος ἦν ὅτε καὶ ὑπὲρ σὲ ἦν». τοῦτο δὲ ἁπλῶς μὲν οὕτως νοούμενον χαριεντισμός ἐστιν ἄντικρυς, ἐν μέρει δὲ καὶ μωκία τωθαστική. «ἦν» γάρ φησιν «ὅτε καὶ ὑπὲρ σὲ ἦν», τὸν Εὐνόμιον ὁ θεός· ἐφ' ᾧ τίς οὐκ ἂν ἡδέως τοῦ ἀνδρὸς ἐκείνου καταγελάσειεν, οἰομένου μηδὲν αὐτοῦ διαφέρειν τὸν μετὰ σώματος λόγον; ἀλλ' ὁ πατήρ, ὥσπερ συγχωρῶν αὐτοῦ ταῖς παιδαριώδεσιν ὑπολήψεσι καὶ οἷον ἐπικερτομῶν, φησίν· ἀλλ' ὦ Εὐνόμιε, ἔδει γοῦν σε αἰδοῦς τι δεικνύειν πρὸς τὸν σωματωθέντα θεόν, ὅτι πάλαι κρείττων ἦν ἢ κατὰ σέ. οὕτω μὲν οὖν ἡ ἁπλῆ τῆς ἐννοίας προχείρισις δεικνύει τὸν τωθασμόν· εἰ δὲ βούλοιτό τις σπουδάζοντα διηνεκῶς ὁρᾶν τὸν μέγαν τοῦ τον πατέρα, εὑρήσει κἀνταῦθα πολύ τι τοῦ προβεβλημένου σεμνότερον. Ἀλλὰ πρότερόν γε διοριστέον περὶ τῆς τοῦ «ὑπὲρ σὲ» ἀντωνυμίας. εἰ μὲν γὰρ τῷ τοῦ Εὐνομίου προσώπῳ τὸ μέρος τοῦτο τοῦ λόγου συμπερι γράψομεν, τοιαύτην ἔχει τὴν ἔννοιαν, ὅτι ὁ νῦν σοι ληπτὸς ταῖς λογικαῖς ἐφόδοις καὶ τοῖς σοῖς περὶ τὸ θεῖον πονηροῖς σπουδάσμασιν, ὡς αὐτὸς οἴει, ἦν ὅτε ὑπὲρ σὲ ἦν, τουτέστι κρείττων τῆς σῆς σοφίας καὶ ὑψηλότητος ἢ ὥστε φυσιολογεῖσθαι παρὰ σοῦ. μετὰ γὰρ τὸ προσλαβεῖν τὸν ἄνθρωπον ταυτί σοι τὰ πολλὰ φλυαρεῖται, ὅτι κατὰ σχέσιν καὶ οὐ καθ' ἕνωσιν οὐσιώδη ἡ πρὸς τὸν ἄνθρωπον