132
φιλανθρω πίας καλῶ. Ταῦτα ὁ μακάριος ∆αβὶδ πόῤῥωθεν προφητικοῖς ἰδὼν ὀφθαλμοῖς, καὶ τὰς Ἰουδαίων προείρηκε συμφορὰς, καὶ αὐτὸς ὑμνήσειν ἀεὶ τὸν ∆εσπότην ὑπέσχετο· καὶ πληροῖ γε τὰς ὑποσχέσεις διὰ τῶν εὐσεβῶν τὴν ὑμνῳδίαν προσφέρων. [Ωσπερ γὰρ μετὰ τὴν νύκτα ἐν ὄρθρῳ ἀνατείλαν τος τοῦ ἡλίου φωτίζεται πᾶσα ἡ ὑπ' οὐρανόν· οὕτω ἡ παρουσία τοῦ ἡλίου τῆς δικαιοσύνης τὸ μὲν σκότος τῆς ἁμαρτίας ἠφάνισεν, τὸ δὲ φῶς τῆς θεογνωσίας τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐχαρίσατο, καὶ παρέχων ὁσημέραι οὐ παύεται.]
ΕΡΜΗΝ. ΤΟΥ ΝΘʹ ΨΑΛΜΟΥ. αʹ, βʹ. "Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις, εἰς στηλογραφίαν, τῷ ∆αβὶδ εἰς
διδαχήν. Ὁπότε ἐν επύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συ ρίαν Σωβὰλ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπά ταξε τὸν Ἐδὼμ ἐν τῇ φάραγγι τῶν ἁλῶν, δώ δεκα χιλιάδας." Ταῦτα μὲν ἤδη καὶ γεγένηται, καὶ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν ἀναγέγραπται. Ἡ δὲ εἰς τὸ τέλος ἐπιγραφὴ διδάσκει νοεῖν, ὡς τῇ ἱστο ρίᾳ καὶ προφητείᾳ τις ἀνακέκραται· καὶ πρόσκει ται τῇ ἐπιγραφῇ καὶ, "Τοῖς ἀλλοιωθησομένοις." Ἡ δὲ ἀλλοίωσις μεταβολήν τινα αἰνίττεται, καὶ μεταβολὴν οὐ γεγενημένων, ἀλλ' ἐσομένων πραγμά των. Οὐ γὰρ εἶπεν· Τοῖς ἀλλοιωθεῖσιν, ἀλλὰ Τοῖς ἀλλοιωθησομένοις. Καὶ ἡ στηλογραφία δὲ τῆς νί κης σημαντική· ἐν κεφαλαίῳ δὲ τῆς προφητείας 80.1317 τὴν ὑπόθεσιν ἀναγκαῖον εἰπεῖν. Τὰς προειρημένας νίκας νενικηκὼς ὁ μακάριος ∆αβὶδ, προεῖδε τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς τὴν ἐσομένην τοῦ λαοῦ παρα νομίαν, καὶ τὴν δι' αὐτὴν συμβησομένην αἰχμα λωσίαν. Προεῖδε δὲ καὶ τὴν ἐκεῖθεν θείᾳ χάριτι γενη σομένην ἐπάνοδον, καὶ ἀναγκαῖον ᾠήθη καὶ τὰ λυ πηρὰ καὶ τὰ θυμήρη προγράψαι, εἰς ὠφέλειαν τῶν ἐπ' ἐκείνων τῶν πραγμάτων ἐσομένων ἀνθρώ πων. γʹ. "Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς." Ἐνταῦθα τὴν αἰχμαλωσίαν προλέγει· εἶτα τοῦ Θεοῦ τὸ δίκαιον καὶ φιλάνθρωπον. "Ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς." ∆ιὰ μὲν γὰρ τὰς παρανο μίας ὠργίσθης, μετὰ δὲ τὴν τιμωρίαν ἠλέη σας. δʹ. "Συνέσεισας τὴν γῆν, καὶ συνετάραξας αὐτήν." Τὰς τῶν Ἀσσυρίων καὶ Βαβυλωνίων ἐφόδους διὰ τούτων ἐδήλωσε· σεισμοῦ γὰρ δίκην ἄρδην ἠφάνισαν ἅπαντα. Εἶτα τὴν φιλανθρωπίαν αἰτεῖ. "Ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη." Πάλιν τὰ γεγενημένα διέξεισι. εʹ. "Ἔδειξας τῷ λαῷ σου σκληρά." Ποῖα ταῦ τα; "Ἐπότισας ἡμᾶς οἶνον κατανύξεως." Τῷ πλήθει, φησὶ, τῶν συμφορῶν, καθάπερ οἴνῳ τινὶ, κά ρον ἡμῖν ἐνεποίησας, καὶ ὀδύνης ἐνέπλησας τὰς ἡμε τέρας ψυχάς. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευ σεν· Ἐπότισας ἡμᾶς οἶνον καρώσεως. ʹ. "Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου." Τοῦτο σαφέστε ρον ὁ μακάριος Ἰεζεκιὴλ ὁ προφήτης διδάσκει. Ἑωρακέναι γὰρ ἄγγελον ἔφη, ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων προστεταγμένον ἅπασαν τὴν πόλιν περινοστῆ σαι, καὶ ἐπιθεῖναι τοῖς μετώποις σημεῖον τῶν κατα στενόντων ἐπὶ ταῖς τοῦ λαοῦ παρανομίαις. Ἀλλ' ἐκεῖ να τύπος τῶν ἡμετέρων· τὸ γὰρ ἀληθὲς σημεῖον ἡμεῖς παρὰ τῆς θείας ἐλάβομεν χάριτος· ᾧ κεχρη μένοι κρείττους τῶν τοῦ δυσμενοῦς γινόμεθα το ξευμάτων. ζʹ. "Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου." Τού τῳ δὲ, φησὶ, τῷ σημείῳ τοὺς ἀνακειμένους σοι διαφυλάττεις, οἳ διὰ τὴν οἰκείαν ἀρετὴν τῆς φιλο στοργίας ἠξίωνται, [ἀπαθανατιζόμενοι διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. Καλῶς οὖν ἐπήγαγεν ὁ προφήτης·] "Σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου." Μετάβαλλε, φησὶ, τὰς ἐπικειμένας τῷ λαῷ 80.1320 σου συμφοράς· καὶ οἷόν τινι δεξιᾷ, τῇ σῇ κηδε μονίᾳ κειμένους ἀνάστησον [ὅτι δὲ δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ μονογενὴς αὐτοῦ Υἱὸς ὀνομάζεται, οὐκ ἀμφιβάλοι τις τῶν πιστευόντων εἰς αὐτόν]. Οὕτω προσενεγκὼν τὴν δέησιν [ὁ προφητικὸς νοῦς,] δέ χεται τὴν ἀπόκρισιν, καὶ ταύτην οὐκ ἀνέχεται κρύ ψαι, ἀλλὰ πάντας διδάσκει. ηʹ. "Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὑτοῦ." Τουτ έστι, διὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος ὀρ γάνῳ τῇ τοῦ προφήτου χρησαμένης