132
εἰσί τινες εὐσεβοῦντες κἂν νικοδήμως ἐν τοῖς στρατιομονάχοις καὶ λαΐζουσιν ἢ πάντες ἐκκεκλικότες ἠχρείωνται; πῶς δέ σοι τὰ τῆς θεωρίας ἔχει; ἐπειδὴ καθαρὸς ὢν εἰλικρινεῖς τὰς ἐμφάσεις πρὸς θεὸν δέχῃ, κάμπτεται Χριστὸς λιτανιζόμενος πρὸς τὸ ἐπιτιμῆσαι τῇ αἱρετικῇ πολυκυμίᾳ ἢ ἔτι εἰς τὸ δοκιμάσαι, ὧν μὲν τὸν πρὸς αὐτὸν πόθον, ὧν δὲ κενῶσαι τὴν ὅλην κακίαν εἰς τὸ καὶ κολάσαι ἐνδίκως, ἀναβάλλεται τὴν ἐπιτίμησιν; ∆ίδαξον ἕκαστα καὶ στηρίζοις με εὐχαῖς ὅτι μάλιστα, ἀσαλεύτως ταῖς ἔνδοθεν τῶν παθῶν καὶ ἔξωθεν πειρασμῶν προσβολαῖς διαμένειν, τὸν σόν, εἰ καὶ ἁμαρτωλόν, ἀλλ' ὅμως ἐραστὴν καὶ ἐπαινέτην. 177 {1Ναυκρατίῳ τέκνῳ}1 Οἱ προμεμελετηκότες ἀκούειν τὰ θλιπτικὰ οὐ ξενοπαθοῦσιν ἐν ταῖς ἀπευκταῖς ἀγγελίαις. διὸ οὔτ' ἐθροήμεθα, τέκνον, ἐν ταῖς τῶν γραμμάτων σου ἀπαγγελίαις· ἐλεειναὶ δὲ ὅτι μάλιστα (πῶς γὰρ οὔ;), ἔτι ἀφανιζομένων τῶν ἱερῶν ναῶν τοῦ θεοῦ τοῦ τε κατὰ τῶν εὐσεβούντων διωγμοῦ μᾶλλον κορυβαντιῶντος ἔσω τε καὶ ἔξω. δεῖ δὲ ὅμως κωδωνισθῆναι πᾶσαν ψυχὴν καὶ κοσκινισθῆναι πάντα τόπον, ἵνα τῶν ἀχύρων ὁ σῖτος διαχωρισθῇ, εἰ καὶ ὀλιγοστός· ἐπείπερ ὀλίγοι, ὡς ὁ Κύριος ἔφη, οἱ ἐκλεκτοί. ἐλύπησεν ἡμᾶς οὐ μικρὸν ἡ τοῦ ∆ημητριάδος κατάπτωσις· καί γε μὴ ἐπαινέσῃς ἄνδρα, φησίν, ἕως ἐξόδου αὐτοῦ. τί γὰρ καὶ πεπόνθαμεν; οὔπω μέχρις αἵματος ἀντεκατέστημεν πρὸς τὴν ἀσέβειαν ἀνταγωνιζόμενοι καὶ ἐκλελήσμεθα, ἀποστολικῶς εἰπεῖν, τῆς παρακλήσεως. ἀγωνία μοι περὶ τῶν συλληφθέντων ὁμοῦ ἀδελφῶν, πῶς τὰ κατ' αὐτοὺς ἀποβῇ σκοποῦντι· πλὴν ὅτι εἰθίσμεθα, ὥσπερ οἱ ἐν τοῖς χαλκείοις τῇ σφυροκοπίᾳ, μὴ παραξενίζεσθαι ἐν ταῖς βαρείαις τῶν συμφορῶν ἀκοαῖς. Εὔχομαι τοίνυν ὡς ἁμαρτωλὸς εὖ πρᾶξαι αὐτούς· διὰ Χριστὸν γὰρ ὁ ἀγὼν καὶ οὐ μικρολογύμενος ὡς ἐπὶ τῆς μοιχείας παρά τισι τῶν ἀσυνέτων· Χριστὸς ἐμφανῶς ὁ τανῦν ἀθετούμενος σὺν μητρὶ καὶ θεράποσιν. ὦ ἄνδρες, ὦ στρατιῶται Χριστοῦ, στῆτε γενναίως, ἄρατε δυνατὰ ὅπλα, οἷς πεφράχθαι ἡμᾶς πρὸς καθαίρεσιν τῶν τοῦ διαβόλου ὀχυρωμάτων Παῦλος διακελεύεται. ἴδε ὁ πόλεμος, ἴδε ἡ νίκη (Χριστὸς γὰρ ἐπίκουρος), ἴδε οἱ στέφανοι τῆς δικαιοσύνης οἱ ἀμαράν τινοι, ἴδε ὁ παράδεισος, ἴδε ἡ βασιλεία τῶν οὐρανῶν· ὁρῶσιν οἱ ἄγγελοι, συνεφήπτονται τῇ πάλῃ ἡμῶν κατὰ τῶν ἐναντίων, συναγωνιοῦσιν οἱ ἅγιοι ἐξ οὐρανοῦ, ἐποπτεύοντες τὰ σκάμματα ἡμῶν. μὴ ἐκκλίνωμεν, ὦ σύναθλοι καλοί, μὴ ὑποπτήξωμεν τὰς φυλακὰς καὶ ταλαιπωρίας, ἔσθ' ὅτε καὶ ποινάς, μὴ καταισχύνωμεν Χριστὸν ἐν τῇ ἥττῃ ἡμῶν, ὅπερ ἀπείη, μὴ ἐντρέψωμεν τοὺς συναγωνιστὰς ἡμῶν ἀγγέλους, μὴ λυπήσωμεν τοὺς ὁμοταγεῖς ἡμῶν προδρόμους καὶ νικητάς. ἔστιν οὖν τοῦ πρώτου διαύλου ὁ ἀγών, ἐν ᾧ τὰ πολλὰ ἔπαθλα, ὡς ἴστε, κατὰ τὸν κάτω δρόμον. ἀλλά γε κἂν τοῦ δευτέρου ἡμεῖς τύχοιμεν· εἰ δέ γε διαμαρτοίημεν καὶ τοῦδε, κἂν τεταρτοβαΐσωμεν· μὴ δὴ μόνον λειφθῶμεν κατῃσχυμμένοι, εὑρισκόμενοι ἐν τῷ φοβερῷ βήματι Χριστοῦ, μὴ εὑρίσκοντες δευτέραν ἀναπάλαισιν. ναί, δέομαι, νικήσωμεν. ἐπειδὴ δὲ στάδιον ὁ παρὼν καιρός, πῶς οὐκ ἔστι χαίρειν με τὸν ταπεινόν, ἀκούσαντα καὶ νῦν ὅτι γε νενικήκασιν οἱ ἐκδημήσαντες ἀδελφοὶ ἡμῶν καλῶς πολιτευσάμενοι; ἥσθην ἐν τῷ Μηδικιώτῃ ὅτι κάλλιστα ἀνεπαλαίσατο, καί γε ἐπὶ τῇ ἐξορίᾳ τοῦ τῆς Νικαίας· ὧν εὐχαῖς στηριχθείην κἀγὼ ὁ ἀχρεῖος. εἰ ἐφιστῶσιν ὑμῖν εἰκονομάχοι, θύραν ἀφ' ἑαυτῶν μὴ ἀνοίξητε· ἂν δὲ λῃστρικῶς κατὰ τὸ σύνηθες αὐτοῖς ποιήσωσιν, ἀθῷοι ὑμεῖς. μὴ ὑποχωρήσητε, ἀλλ' ἔτι μένετε ἕως διωγμοῦ ἢ ἐπάρσεως· ὁ ἀφανισμὸς ἐπὶ κεφαλὰς αὐτῶν. ὑμεῖς δὲ τοῦ ναοῦ μὴ ἀποστῆτε καὶ ψάλλειν καὶ λειτουργεῖν· οὐκ οἶδα εἰ μὴ κοινώσωσι τὸν ναὸν διὰ τῆς οἰκείας μυσαρίας, ἤγουν λειτουργίας. Περὶ ὧν ᾔτησας συγχώρησιν, εἴη σοι ἀπὸ θεοῦ ἐπὶ πᾶσι. τὴν δυάδα τῶν γραμματηφόρων, ἐπειδὴ ἀσύνοδος, ἔλαβον αὐτὴν εἰς ὑπηρεσίαν ὁλοτελῶς τοῦ λόγου τῆς ἀληθείας· τί τοῦτο; εὐαγγελίζεσθαι διὰ τῆς ὁδοιπορίας ὧδε κἀκεῖσε τοῖς ἀδελφοῖς τὰ σωτήρια. εἴθε καὶ ἄλλους ἐξελεξάμεθα