1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

132

τοίνυν Ῥωμαῖοι τοῦτο ἀκηκοότες πρὸς τυραννίδα ἐτρέποντο. ὁ δὲ στρατηγὸς φοβηθεὶς τοῖς στρατοπέδοις ἀπελογεῖτο, ὡς οὐκ ἀληθὲς τοῦτό ἐστιν. καὶ ἐπεδείκνυε τῷ στρατῷ ἕτερα γράμματα παρακελευόμενα αὐτῷ, ὥστε τοὺς ἀριστεύσαντας καὶ ἐκ τῶν κινδύνων διασωθέντας ἐν ταῖς πόλεσιν ἀναπαύεσθαι καὶ γηροτροφεῖσθαι ἐκ τῶν δημοσίων, τοὺς δὲ παῖδας τῶν στρατιωτῶν εἰς τοὺς τόπους τῶν οἰκείων γονέων ἐγγράφεσθαι· καὶ ταύτῃ τῇ πιθανότητι τὸν λαὸν κατεπράϋνεν, καὶ τὸν καίσαρα ἀνευφήμησαν. ταῦτα δὲ ὁ Πέτρος τῷ βασιλεῖ κατεμήνυσεν. ἐλθὼν δὲ ἐπὶ Μαρκιανούπολιν ἀποστέλλει χιλίους προτρέχειν. οὗτοι περιτυχόντες Σκλαυινοῖς ἐπιφερομένοις Ῥωμαϊκὴν λεηλασίαν πολλὴν τούτους τρέπονται· οἱ δὲ βάρβαροι τὴν αἰχμαλωσίαν ἀποσφάξαντες ....... καὶ αἰχμαλωσίας πολλῆς κρατήσαντες ἐπὶ τὰ Ῥωμαϊκὰ ὑπέστρεψαν. Τῷ δ' αὐτῷ ἔτει ἔκτισεν ὁ βασιλεὺς τὸ ἡλιακὸν τῆς Μαγναύρας τὸ στρογγύλον· καὶ ἔστησεν ἐν τῷ μεσιαύλῳ τὴν ἰδίαν στήλην, καὶ ἀπέθετο ἐκεῖ τὸ ἀρμαμέντον. ιεʹ. θʹ. γʹ. εʹ. ιηʹ. γʹ. Τούτῳ τῷ ἔτει Πέτρου τοῦ στρατηγοῦ κυνηγοῦντος, καὶ ὑὸς ἀγρίου αὐτῷ συναντήσαντος, τὸν πόδα τούτου ἐν δένδρῳ ἐξέθλιψεν, καὶ ἀφορήτοις ὀδύναις χρόνῳ πολλῷ ἐνοσιλεύετο. ὁ δὲ αὐτοκράτωρ γράμμασιν αἰσχίστοις καὶ ὀνειδισμοῖς ἀφορήτοις αὐτὸν περιέβαλεν ἀκούων Σκλαυινὰ ἔθνη κατὰ τοῦ Βυζαντίου κινεῖσθαι. ὁ δὲ Πέτρος βιασάμενος εἰς Νόβας παρεγένετο. οἱ δὲ τῆς πόλεως ἐπίσημοι στρατιῶται ἅμα τῷ ἐπισκόπῳ τῷ στρατηγῷ ὑπήντων· οὓς ἰδὼν ὁ 275 στρατηγὸς καὶ θαυμάσας τήν τε ἐξόπλισιν καὶ ἀνδρείαν αὐτῶν κελεύει καταλιπόντας τὸ ἄστυ τῇ Ῥωμαϊκῇ πληθύϊ συναναμίγνυσθαι· οἱ δὲ στρατιῶται ἐπὶ φρουρᾷ τῆς πόλεως συντεταγμένοι οὐκ ἐπείθοντο τοῦτο ποιῆσαι. θυμωθεὶς δὲ ὁ στρατηγὸς ἀπέστειλε Γένζωνα μετὰ πλήθους στρατιωτῶν. οἱ δὲ μαθόντες ἔφυγον εἰς τὴν ἐκκλησίαν καὶ τὰς θύρας τοῦ ναοῦ κλείσαντες ἐκάθηντο ἔνδον. ὁ δὲ Γένζων τῇ αἰδοῖ τοῦ ναοῦ ἄπρακτος διέμεινεν· Πέτρος δὲ ὀργισθεὶς ἀποχειροτονεῖ τὸν Γένζωνα τῆς στρατηγίας καὶ ἐκπέμπει σκρίβωνα ἠτιμωμένως τὸν ἐπίσκοπον πρὸς αὐτὸν ἀγαγεῖν. οἱ δὲ τῆς πόλεως πανοικεὶ συναχθέντες ἀτίμως τὸν σκρίβωνα τῆς πόλεως ἀπελαύνουσιν· καὶ τὰς πύλας τῆς πόλεως κλείσαντες τὸν μὲν Μαυρίκιον βασιλέα εὐφήμουν, τὸν δὲ στρατηγὸν ὕβρεσι περιέβαλλον· καὶ οὕτως ἀτίμως ὁ Πέτρος ἐκεῖθεν ἀνεχώρησεν. προπέμπει δὲ χιλίους ἐπὶ κατασκοπῇ· οἱ δὲ περιτυγχάνουσι Βουλγάροις χιλίοις τὸν ἀριθμόν. οἱ δὲ Βούλγαροι θαρροῦντες τῇ εἰρήνῃ τοῦ Χαγάνου ἀμερίμνως ἐβάδιζον· οἱ δὲ Ῥωμαῖοι πρὸς τοὺς Βουλγάρους τὰς ὁρμὰς ἐποιοῦντο. οἱ δὲ Βούλγαροι ἀποστέλλουσιν ἄνδρας ἑπτὰ παραινοῦντες μὴ παραλῦσαι τὴν εἰρήνην. τούτων ἀκούσαντες οἱ προτρέχοντες μηνύουσι τῷ στρατηγῷ ταῦτα. ὁ δὲ στρατηγὸς ἔφη· "οὐδὲ εἰ ὁ αὐτοκράτωρ παρέλθῃ, τούτων φείσομαι." συμβολῆς δὲ πολέμου γενομένης, τρέπονται Ῥωμαῖοι. οἱ δὲ βάρβαροι οὐκ ἐδίωξαν αὐτούς, ἵνα μὴ νικῶντες κινδύνῳ περιπέσωσιν. ὁ δὲ στρατηγὸς τὸν ταξίαρχον τῶν προτρεχόντων χαλεπῶς ἐμαστίγωσεν. τοῦτο μαθὼν ὁ Χαγάνος πρέσβεις πρὸς τὸν Πέτρον ἐξέπεμψε τὴν ἔναρξιν αἰτιώμενος, καὶ ὡς Ῥωμαῖοι ἄνευ δικαίας αἰτίας τὴν εἰρήνην διέλυσαν. ὁ δὲ Πέτρος ἀπατηλοῖς λόγοις χρησάμενος μὴ εἰδέναι τὴν κίνησιν διϊσχυρίζετο, διπλασίονα δὲ διδόναι τὰ σκῦλα ἅπαντα· καὶ οὕτως ἐν μοίραις δύο οἱ βάρβαροι τὰ ἀπολωλότα σκῦλα ἀναλαβόντες στέγουσι τὴν εἰρήνην. ὁ δὲ Πέτρος κατὰ Πηραγάστου, τοῦ ἐξάρχου τῶν Σκλαυινῶν, χωρεῖ, οἱ δὲ βάρβαροι περὶ τὴν ὄχθαν τοῦ ποταμοῦ τούτοις ὑπαντήσαντες διεκώλυον τοῦ περᾶσαι. οἱ δὲ Ῥωμαῖοι ἀπὸ τῶν πορθμίων τοξεύοντες τούτους ἀπέστρεψαν· καὶ τραπέντων αὐτῶν, πλήττεται κατὰ 276 τῆς λαγόνος ὁ Πηράγαστος καὶ θνήσκει. περάσαντες δὲ οἱ Ῥωμαῖοι αἰχμαλωσίας πολλῆς ἐκράτησαν καὶ εἰς τὰ ἴδια ἐπανέζευξαν. πλανηθέντων δὲ τῶν ὁδηγῶν καὶ ἀνύδροις τόποις περιπεσόντων, ἐκινδύνευε τὸ στρατόπεδον· βαδίσαντες τοίνυν διὰ