133
ται. εἰ δὲ καὶ ἔστιν τι, πολλῶν παραδειγμάτων σπευδόντων ἐξ ἐμοῦ προελθεῖν εἰς ἀπόδειξιν ἑνὶ μόνῳ χρήσασθαι θέλω, ἵνα δείξω ὅτι οὐ πάντως τὸ περιέχον τοῦ περιεχομένου κρεῖττόν ἐστιν. ὁ ἥλιος σχῆμά ἐστιν περιφερὲς καὶ ὑπὸ ἀέρος ὅλος περιέχεται, ἀλλὰ τοῦτον ἐκλαμπρύνει, τοῦτον θερμαίνει, τοῦτον τέμνει, κἂν ἀπῇ αὐτοῦ, σκότῳ περιβάλλεται, καὶ ὃ ἂν αὐτοῦ μέρος λαμπρὸν γένηται, ὡς νεκρούμενον ψύχεται, ὑπὸ δὲ τῆς αὐτοῦ ἀνατολῆς πάλιν φωτίζεται, καὶ ὅπου ἂν αὐτῷ παραθάλπη- ται, καὶ κάλλει τῷ μείζονι κοσμεῖται. καὶ ταῦτα ποιεῖ τῇ αὑτοῦ μετου- σίᾳ τὴν οὐσίαν περιωρισμένην ἔχων. τί οὖν ἔτι κωλύει τὸν θεὸν ὡς τούτου καὶ πάντων δημιουργὸν καὶ δεσπότην ὄντα, αὐτὸν μὲν ἐν σχήματι καὶ μορφῇ καὶ κάλλει ὄντα, τὴν ἀπ' αὐτοῦ μετουσίαν ἀπείρως ἐκτεταμέ- νην ἔχειν; εἷς οὖν ἐστιν ὁ ὄντως θεός, ὃς ἐν κρείττονι μορφῇ προκαθέ- ζεται, τοῦ ἄνω τε καὶ κάτω δις ὑπάρχων καρδία-καὶ ἀπ' αὐτοῦ, ὥσπερ ἀπὸ κέντρου βρύουσα τὴν ζωτικὴν καὶ ἀσώματον δύναμιν, τὰ πάντα σύν τε ἄστροις καὶ μόνοις οὐρανοῦ, ἀέρος, ὕδατος, γῆς, πυρὸς καὶ εἰ ἄλλο τί ἐστιν, διικνεῖται οὐσία ἄπειρος εἰς ὕψος, ἀπέραντος εἰς βά- θος, ἀμέτρητος εἰς πλάτος, τρὶς ἐπ' ἄπειρον τὴν ἀπ' αὐτοῦ ζωοποιὸν καὶ φρόνιμον ἐκτείνουσα φύσιν. τοῦτο οὖν τὸ ἐξ αὐτοῦ πανταχόθεν ἄπειρον ἀνάγκη εἶναι, καρδίαν ἔχον τὸν ὄντως ὑπὲρ πάντα ἐν σχήματι, ὅς, ὅπου πότ' ἂν ᾖ, ὡς ἐν ἀπείρῳ μέσος ἐστίν, τοῦ παντὸς ὑπάρχων ὅρος. ἀπ' αὐτοῦ οὖν ἀρχόμεναι αἱ ἐκτάσεις ἓξ ἀπεράντων ἔχουσιν τὴν φύσιν. ὧν ὁ μὲν ἀπ' αὐτοῦ λαβὼν τὴν ἀρχὴν διικνεῖται εἰς ὕψος ἄνω, ὁ δὲ εἰς βάθος κάτω, ὁ δὲ ἐπὶ δεξιάν, ὁ δὲ ἐπὶ λαιάν, ὁ δὲ ἔμπροσθεν, ὁ δὲ ὄπισθεν, εἰς οὓς αὐτὸς ἀποβλέπων ὡς εἰς ἀριθμὸν πανταχόθεν ἴσον χρονικοῖς ἓξ διαστήμασιν συντελεῖ τὸν κόσμον, αὐτὸς ἀνάπαυσις ὢν καὶ τὸν ἐσό- μενον ἄπειρον αἰῶνα εἰκόνα ἔχων, ἀρχὴ ὢν καὶ τελευτή. εἰς αὐτὸν γὰρ τὰ ἓξ ἄπειρα τελευτᾷ καὶ ἀπ' αὐτοῦ τὴν εἰς ἄπειρον ἔκτασιν λαμβάνει. τοῦ- τό ἐστιν ἑβδομάδος μυστήριον. αὐτὸς γάρ ἐστιν ἡ τῶν ὅλων ἀνάπαυσις, ὡς τοῖς ἐν μικρῷ μιμουμένοις αὐτοῦ τὸ μέγα αὑτὸν χαρίζεται εἰς ἀνά- παυσιν. αὐτός ἐστιν μόνος πῆ μὲν καταληπτός, πῆ δὲ ἀκατάληπτος, <πῆ μὲν περαντός,> πῆ δὲ ἀπέραντος, τὰς ἀπ' αὐτοῦ ἐκτάσεις ἔχων εἰς ἄπει- ρον. οὕτως γὰρ καταληπτός ἐστιν καὶ ἀκατάληπτος, ἐγγὺς καὶ μακράν, ὧδε ὢν κἀκεῖ, ὡς μόνος ὑπάρχων καὶ τοῦ πανταχόθεν ἀπείρου νοὸς τὴν μετουσίαν διδούς, ἣν πάντων ἀναπνέουσαι αἱ ψυχαὶ τὸ ζῆν ἔχουσιν· κἂν χωρισθῶσιν τοῦ σώματος καὶ τὸν εἰς αὐτὸν εὑρεθῶσιν πόθον ἔχουσαι, εἰς τὸν αὐτοῦ κόλπον φέρονται ἀθάνατοι, ὡς ἐν χειμῶνος ὥρᾳ οἱ ἀτμοὶ τῶν ὀρῶν ὑπὸ τῶν τοῦ ἡλίου ἀκτίνων ἑλκόμενοι φέρονται πρὸς αὐτόν. οἵαν οὖν στοργὴν συλλαβεῖν δυνάμεθα, ἐὰν τὴν εὐμορφίαν αὐτοῦ τῷ νῷ κατοπτεύ- σωμεν. ἄλλως δὲ ἀμήχανον· ἀδύνατον γὰρ κάλλος ἄνευ μορφῆς εἶναι καὶ πρὸς τὸν αὐτοῦ ἔρωτα ἐπισπᾶσθαί τινα ἢ καὶ δοκεῖν θεὸν ὁρᾶν εἶδος οὐκ ἔχοντα. τινὲς δὲ τῆς ἀληθείας ἀλλότριοι ὄντες καὶ τῇ κακίᾳ συμμαχοῦντες προφάσει δοξολογίας ἀσχημάτιστον αὐτὸν λέγουσιν, ἵνα ἄμορφος καὶ ἀνίδεος ὢν μηδενὶ ὁρατὸς ᾖ, ὅπως μὴ περιπόθητος γένηται. νοῦς γὰρ εἶδος οὐχ ὁρῶν θεοῦ κενός ἐστιν αὐτοῦ. πῶς δὲ καὶ εὔχεταί τις, οὐκ ἔχων πρὸς