Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
μαθήσῃ, λέγοντος τοῦ Θεοῦ· Καὶ ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν γῆν ἐν ὑδραγωγοῖς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην. Καὶ μεθ' ἕτερα· Καὶ ἔσται ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη. ∆ιὰ μὲν γὰρ τῆς κέδρου νοήσεις τὴν εἰς ἀφθαρσίαν ἐλπίδα τῶν πεπιστευκότων· σήπεσθαι γὰρ οὐκ οἶδεν ἡ κέδρος. ∆ιὰ δὲ τῆς πύξου, τὸ μήτε ἐν κουφότητι νοῦ, μήτε μὴν ἐν ἐλαφρίᾳ φρενῶν, τοὺς ἐν Χριστῷ νοεῖσθαι πρέπον. Συνετοὶ γὰρ ἄπαντες, ἐπείτοι νοῦν ἔχουσι τὸν Χριστόν. Ναστὸν δὲ ξύλον τὸ πύξινον, καὶ πολλὴν ἔχον ἐν ἑαυτῷ τὴν πύκνωσιν. ∆ιὰ δὲ τῆς μύρτου, τὸ εὔοσμον ἐν ἁγιασμῷ, καὶ τὸ ἀειθαλὲς ἐν χάριτι. ∆ιὰ δέ γε τῆς κυπαρίσσου, τὸ ὑψηλὸν καὶ εὐῶδες. Ὑψηλὸν δέ φημι κατά γε τὴν ἀρετὴν καὶ τὸ ὡς ἐν δόγμασι περιφανές. ∆ιὰ δὲ τῆς λεύκης, τὸ οἱονεὶ λαμπρόν τε καὶ ἔκλευκον εἰς δικαιοσύνην. Λαμπροὶ γὰρ οἱ ἐν Χριστῷ, τῇ παρ' αὐτοῦ καταγλαϊζόμενοι χάριτι. Στέλεχος δὴ οὖν ἀνειμένον Νεφθαλεὶμ, ἢ αὐτὸς ὁ Χριστὸς, ἢ οἱ Χριστοῦ γνώριμοι. Ἐπειδὴ δέ φησι· Ἐπιδιδοὺς τῷ γεννήματι κάλλος· ὑποδηλώσειεν ἂν, ὡς ἐγᾦμαι, τοιοῦτόν τι πάλιν. Ἐν ἀρχαῖς μὲν γὰρ ὁ Χριστὸς, ἐν τῷ καθ' ἡμᾶς ὁρώμενος σχήματι, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ εἰ γέγονε σὰρξ, οὐκ ἐπιστεύετο. Καὶ γοῦν λιθόλευστον μὲν ποιεῖν οἱ Ἰουδαῖοι ἀπετόλ 69.376 μων, ἐπίκλημα καὶ γραφὴν ἐπιῤῥιπτοῦντες αὐτῷ τὸ, Ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν. Εὑρήσομεν δὲ καὶ αὐτοὺς τοὺς ἁγίους ἀποστόλους κατατεθηπότας μὲν ὡς τερατουργὸν, πλὴν οὔπω σαφῶς τὸ περὶ αὐτοῦ συνιέντας μυστήριον. Τοιγάρτοι κατηυνάζετο μὲν ἡ θάλασσα, καὶ πνευμάτων ἀγρίων ἀνεκόπτετο φορὰ, Χριστοῦ γενέσθαι προστάττοντος. Οἱ δὲ, φησὶ, διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες· Ποταπός ἐστιν οὗτος, ὅτι καὶ ἡ θάλασσα, καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ; Ὁρᾷς ὅπως, ὅπερ ἦν κατὰ φύσιν, τουτέστι Θεὸς, καὶ εἰ γέγονε σὰρξ, οὔπω τοῖς κατὰ κόσμον ἐγνωρίζετο, καὶ ἦν ἐν δόξαις ταῖς οὔπω λαμπραῖς; Ἐπειδὴ δὲ πρὸς ἐπίδοσιν ἐν ἡμῖν ἡ περὶ αὐτοῦ κεχώρηκε γνῶσις, ἐπιστεύθη λοιπὸν, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ αὐτῷ πᾶν γόνυ κάμψει, προσκυνούσης αὐτὸν τῆς ὑπ' οὐρανόν. Οὐκοῦν προϊούσης εἰς τελειότητα τῆς περὶ αὐτοῦ γνώσεως ἐν ἡμῖν, ὡραῖος ὢν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τότε δὴ, τότε διαγινώσκεται. Εἰ δὲ δὴ καὶ ἐφ' ἡμῶν νοοῖτο τυχὸν τὸ, Ἐπιδιδοὺς τῷ γεννήματι κάλλος, οὐκ ἀσυμφανὴς ὁ λόγος. Προκόπτοντες γὰρ ἀεὶ κατὰ ἀρετὴν, καὶ τῶν ἀμεινόνων ἐφικνούμενοι, ἤτοι τοῖς ἔμπροσθεν ἐπεκτεινόμενοι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, εἰς κάλλος ἀεὶ τὸ περιφανέστερον ἀναθρώσκομεν· κάλλος δέ φημι τὸ πνευματικὸν, ἵνα καὶ ἡμῖν λέγηται λοιπόν· Ἐπεθύμησεν ὁ Βασιλεὺς τοῦ κάλλους σου. Περὶ τοῦ Ἰωσήφ. Υἱὸς ηὐξημένος Ἰωσήφ· υἱὸς ηὐξημένος, ζηλωτὴς υἱός μου νεώτατος, πρός με ἀνάστρεψον. Εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων, καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν, καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρῶν αὐτῶν διὰ χεῖρα δυνάστου Ἰακώβ. Ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ Θεοῦ τοῦ πατρός σου· καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμὸς, καὶ εὐλογησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν, καὶ εὐλογίαν γῆς ἐχούσης πάντα, ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μητρός σου. Ὑπερίσχυσας ἐπ' εὐλογίαις ὀρέων μονίμων, καὶ ἐπ' εὐλογίαις θινῶν αἰωνίων, αἳ ἔσονται ἐπὶ κεφαλὴν Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς, ὧν ἡγήσατο, ἀδελφῶν. Ἐπ' αὐτὸν ἡμῖν πάλιν τὸν Ἐμμανουὴλ ὁ τῆς προφητείας διέρπει λόγος. Εἴη δ' ἂν, οἶμαί που, τὸ δηλούμενον ἐξ αὐτῆς ἕτερον οὐδὲν ἢ ὅπερ ἔφην ἀρτίως, τὸ, Ἐπιδιδοὺς τῷ γεννήματι κάλλος. Τὸ γὰρ ηὐξῆσθαι λέγειν αὐτὸν, τὴν εἰς τὸ ἀπ' ἀρχῆς ἐπίδοσιν, καὶ ἐπιδρομὴν τῆς ἐνούσης αὐτῷ εὐκλείας φυσικῶς, διασημαίνει πάντως, κατά γε τὸ ὀρθῶς ἔχειν ὑπειλημμένον. Ἐπειδὴ γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, Θεὸς ὑπάρχων καὶ ἐκ Θεοῦ, κεκένωκεν ἑαυτὸν, κατὰ τὰς Γραφὰς, καθεὶς ἐθελοντὴς εἰς ὅπερ οὐκ ἦν, καὶ τὴν ἀδοξοτάτην ταύτην σάρκα ἠμπέσχετο, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ πέφηνε, γεγονὼς ὑπήκοος τῷ