διὰ τὸ τοὺς ἐγγὺς αὐτόθι Αἴαντας ἀνδρείους εἶναι καὶ ἀντὶ ἀσφαλείας τείχους ἀρκεῖν. (ῃ. 683 ς.) Λέγει δὲ καὶ ὡς ἐκεῖ μάλιστα ζαχρηεῖς ἐγίνοντο, τουτέστι χρειώδεις ἢ μᾶλλον ἄγαν βαρεῖς, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, αὐτοί τε καὶ ἵπποι, διά τε τὴν τοῦ τείχους χθαμαλότητα καὶ διὰ τὸ ἀντιφιλοτιμεῖσθαι, ὡς εἰκός, πρὸς τοὺς Αἴαντας. Ἐν δὲ τῷ «αὐτοί τε καὶ ἵπποι» δύναται τὸ αὐτοί καὶ τοῖς Ἀχαιοῖς καὶ μάλιστα τοῖς Τρωσὶ συμβιβάζεσθαι, εἰ καὶ μὴ κεῖται φανερῶς Τρώων μνεία ἐν τοῖς ῥηθεῖσιν. (ῃ. 685-7) Ὅτι μνησθεὶς ἐνταῦθα ὁ ποιητὴς διαφόρων ἐθνῶν, οἳ τὸν Ἕκτορα τοῦ τείχους ἀπεῖργον καὶ «σπουδῇ», φησίν, «ἐπαΐσσοντα νεῶν ἔχον», καὶ εἰπὼν «ἔνθα δέ», ἤγουν ἐνταῦθα δή, «Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἠπειοί», καὶ μέλλων ἰδίᾳ περὶ ἑκάστου αὐτῶν εἰπεῖν, ἵνα κατάλογον βραχὺν καὶ ἐνταῦθα ποικίλον ποιήσηται, καί τινας ἱστορίας παρεμβαλεῖ, καὶ οὕτω τὴν διηγηματικὴν ὑπτιότητα ἐκφύγῃ τῇ τοιαύτῃ ὑπαλλαγῇ, συνέχεε τὴν προεκθετικὴν τάξιν καὶ οὐκ ἐχρήσατο εὐτάκτως αὐτῇ, ὅπερ ἂν ποιήσῃ τις ὁπηνίκα στοχάζεται σαφηνείας, ἀλλὰ πρώτους μὲν ἔθετο τοὺς ἐν τῇ ἐκθέσει δευτέρους Ἰάονας, εἶτα διέβη εἰς τοὺς τελευταίους Ἐπειούς, ἀπὸ δὲ αὐτῶν εἰς τοὺς τετάρτους Φθίους ἀνέδραμεν, ὧν ἦρχον οὓς λέγει, εἶτα ἐμνήσθη ἐπ' ὀνόματος μόνου τῶν Βοιωτῶν ἐν τῷ εἰπεῖν, ὡς Φθῖοι μετὰ Βοιωτῶν ἐμάχοντο, τελευταῖον δὲ λαλεῖ περὶ Λοκρῶν. Καὶ σημείωσαι τὴν μετάταξιν, καὶ ὡς οὐκ ἀεὶ τῇ τῶν προεκθέσεων τάξει ἐξ ἀνάγκης ἐμμένομεν. τοῦτο δὲ ἢ διὰ μέτρου γίνεται ἀνάγκην ἢ δι' ἄλλο τι χρειῶδες. [Ὅρα δὲ ὡς καὶ τῶν ἐνταῦθα ὀλίγων ἐθνῶν προὔθηκε τοὺς Βοιωτούς, ὁποίῳ λόγῳ καὶ ἐν τῷ Καταλόγῳ τῶν νεῶν, περὶ ὧν, εἰ καὶ προεγράφη, ὅμως οὐ περιττὸν δηλῶσαι καὶ νῦν, ὅτι ἀνδρεῖοι μὲν τὸ ἔθνος καὶ εὐγενεῖς, εἶχον δέ τινα καὶ σκωπτόμενα. Καὶ ἡ μὲν Βοιωτία ὗς, ἡ παρὰ Πινδάρῳ, σιγάσθω νῦν. Ὡς δὲ καὶ ἐπολυφάγουν, καθὰ καὶ οἱ Θετταλοί, λεγέτω Εὔβουλος, παρ' ᾧ φησί τις Βοιωτός, ὅτι «πονεῖν ἄμμες καὶ φαγεῖν ἀνδρικοί», καὶ ἄλλος «κτίζω Βοιωτῶν πόλιν, ἀνδρῶν ἀρίστων ἐσθίειν 3.537 δι' ἡμέρας», καὶ πάλιν «Θήβαζ' ἦλθον, οὗ τὴν νύχθ' ὅλην τήν θ' ἡμέραν δειπνοῦσιν». Ἐρατοσθένης δὲ λέγει Πέμπελον ἄνδρα οὕτω καλούμενον, ἐρωτηθέντα τί αὐτῷ δοκοῦσιν εἶναι Βοιωτοί, εἰπεῖν «τί γὰρ ἄλλο ἢ τοιαῦτα ἐλάλουν, οἷα ἂν καὶ τὰ ἀγγεῖα φωνὴν λαβόντα, πόσον ἕκαστος χωρεῖ». Καὶ Πολύβιος δὲ ἱστορεῖ, ὅτι μετὰ τὰ Λευκτρικά, ἤγουν μετὰ τὴν ἐν Λεύκτροις μάχην, ἐν οἷς μεγάλην ἔλαβον δόξαν, ἀνέπεσον ταῖς ψυχαῖς καὶ ἐμέριζον συσσιτίοις τὸ πλέον τῆς οὐσίας καὶ πολλοῖς τῶν Βοιωτῶν ὑπῆρχε δειλινὰ τοῦ μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν. Ὅτι δὲ καὶ κατέπεσον ὕστερον ἧς εἶχον ἀνδρίας, δηλοῖ ὁ γράψας, ὅτι Βοιωτῶν τινες τῶν Ἀρναίαν κατοικησάντων παρέδωκαν ἑαυτοὺς Θετταλοῖς καθ' ὁμολογίαν, ἐφ' ᾧ οὔτε ἐξάξουσιν αὐτοὺς ἐκ τῆς χώρας οὔτε ἀποκτενοῦσιν, αὐτοὶ δέ, ἤγουν οἱ Βοιωτοί, τὴν χώραν αὐτοῖς ἐργαζόμενοι τὰς συντάξεις ἀποδώσουσι. καὶ ἐκλήθησαν τότε μὲν μενέσται, ὕστερον δὲ πενέσται, καὶ πολλοὶ τῶν κυρίων αὐτῶν εἰσιν εὐπορώτεροι. Ὅτι δὲ δουλικὰ ὀνόματα σὺν ἄλλοις οἱ μενέσται ἢ πενέσται, οἱ λάτρις, οἱ ἄζοι, οἱ ἑρκῖται, οἱ μνῷται, οἱ σίνδρωνες, οἱ Εἵλωτες, οἱ ἀφέται, οἱ νεοδαμώδεις, οἱ κλαρῶται, οἱ οἰκέται, δηλοῦται ἀλλαχοῦ σαφέστερον.] Ἰστέον δὲ ὅτι τε τὸ ἔνθα τρὶς ἐν τοῖς τόποις τούτοις κεῖται, ἤγουν δὶς μὲν ἐν καταρχῇ στίχων, ἅπαξ δὲ περί που τέλος, (ῃ. 685) καὶ ὅτι τὸ Ἰάονες συστέλλει τὴν παραλήγουσαν διὰ τὴν τῆς προπαραληγούσης ἔκτασιν ὁμοίως τῷ Ἰάσονος καὶ ὅσα τοιαῦτα, καὶ ὅτι ἐνταῦθα οἱ μὲν τοὺς Ἰάονας ἄλλους εἶναί φασι παρὰ τοὺς Ἴωνας, καί εἰσιν αὐτοὶ ἐν Πελοποννήσῳ. καὶ δῆλον, φασίν, ἐξ ἐπιγράμματος, ὃ περὶ στήλην τινὰ γέγραπται εἰς τόπου διορισμόν, ἐπὶ θάτερα μὲν ἔχον οὕτω «τάδ' οὐ Πελοπόννησος ἀλλ' Ἰάονες», ἑτέρωθεν δὲ «τάδ' ἐστὶ Πελοπόννησος, οὐκ Ἰάονες». (ῃ. 689) Ἕτεροι δὲ Ἰάονας τοὺς Ἀθηναίους νοοῦσιν, ἐξ αὐτουὉμήρου ἐντεῦθεν λαβόντες ἀφορμάς, εἰπόντος «οἳ μὲν