133
ἀργύριον τοῖς λατόμοις καὶ τοῖς τέκτοσι καὶ βρώματα καὶ ποτὰ καὶ ἔλαιον τοῖς Σιδωνίοις καὶ Τυρίοις, ἐνέγκαι ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου πρὸς θάλασσαν Ἰόππης κατ' ἐπιχορήγησιν Κύρου βασιλέως Περσῶν ἐπ' αὐτούς. καὶ ἐν τῷ ἔτει τῷ βʹ τοῦ ἐλθεῖν αὐτοὺς εἰς οἶκον τοῦ θεοῦ εἰς Ἱερουσαλήμ, ἐν μηνὶ τῷ βʹ ἤρξατο Ζορο βάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ οἱ κατάλοιποι τῶν ἀδελφῶν αὐτῶν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντες οἱ ἐρχόμενοι ἀπὸ τῆς 293 αἰχμαλωσίας εἰς Ἱερουσαλήμ, καὶ ἔστησαν τοὺς Λευίτας ἀπὸ υἱοῦ εἰκοσαετοῦς καὶ ἐπάνω τοῦ νικοποιεῖν ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ κυρίου. καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Καδμιὴλ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ υἱοὶ Ἰούδα ὁμοῦ τοῦ νικοποιεῖν ἐπὶ τοὺς ποιοῦντας τὰ ἔργα ἐν οἴκῳ τοῦ θεοῦ, οἱ υἱοὶ Ἰωναδὰδ καὶ οἱ υἱοὶ αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται. καὶ ἐθεμελίωσαν τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου, δηλαδὴ τῷ ἔτει τῷ γʹ Κύρου ἐθεμελίωσαν τὸν οἶκον κυρίου, δευτέρῳ δὲ τῆς ἀναβάσεως αὐτῶν, ἡνίκα καὶ ἔστησαν, ὥς φησι τὰ ἀκόλουθα τούτοις ἡ δευτέρα τοῦ Ἔσδρα βίβλος, οἱ ἱερεῖς ἐστολισμένοι ἐν σάλπιγξι καὶ οἱ υἱοὶ Ἀσὰφ ἐν κυμβάλοις, καὶ πολλοὶ σὺν αὐτοῖς ἐκ τῶν ἱερέων καὶ Λευιτῶν καὶ ἄρχοντες πατριῶν πρεσβύτεροι, οἵ, φησίν, εἶδον τὸν οἶκον τὸν πρῶτον ἐν θεμελιώσει αὐτοῦ καὶ τοῦτον τὸν οἶκον ἐν ὀφθαλμοῖς αὐτῶν, ἔκλαιον ἐν φωνῇ μεγάλῃ, καὶ ὄχλος ἐν σημασίᾳ μετ' εὐ φροσύνης τοῦ ὑψῶσαι φωνήν. καὶ οὐκ ἦν ὁ λαὸς ἐπιγινώσκων φωνὴν σημασίας τῆς εὐφροσύνης ἀπὸ τῆς φωνῆς τοῦ κλαυθμοῦ τοῦ λαοῦ, ὅτι ὁ λαὸς ἐκραύγασε φωνῇ μεγάλῃ. καὶ ἡ φωνὴ ἠκούετο ἕως ἀπὸ μακρόθεν. Καὶ ἤκουσαν οἱ θλίβοντες Ἰούδαν καὶ Βενιαμίν· καὶ τὰ λοιπὰ περὶ τῶν γεγραμμένων τῷ Μιθριδάτῃ πρὸς Ἀρθασασθὰ καὶ τοῖς σὺν αὐτῷ Συριστί, κατὰ τὸ αὐτὸ δηλονότι ἔτος γʹ Κύρου, τοῦ παύσασθαι τοὺς οἰκοδομοῦντας τὸν ναόν. Ἀρθασασθὰ δὲ καὶ Ἀρταξέρξην ἕνα τὸν αὐτὸν ὑποληπτέον Περσικῶς καλούμενον, Κῦρον δὲ Ἑλληνιστὶ λεγόμενον, τὸν καὶ τὴν ἄφεσιν αὐτοῖς πρώτῳ ἔτει αὐτοῦ προσφωνήσαντα καὶ τὴν ἀνοικοδομὴν προστάξαντα τοῦ ναοῦ καὶ τῆς πόλεως καὶ τὴν τῶν ἱερῶν σκευῶν ευʹ χρυσῶν τε καὶ ἀργυρῶν, διὰ Σαλμανασὰρ μετὰ τὴν τῆς ἀποικίας ἀνάβασιν ἀριθμηθέντων αὐτῶν ἀπὸ Μιθριδάτου Γασβαρηνοῦ γαζοφύλακος Κύρου, ὡς γέγραπται, καὶ αὖθις ἐκ διαβολῆς τῶν γραψάντων αὐτῷ παύσαντα τοὺς Ἰουδαίους οἰκοδομεῖν ἕως τοῦ βʹ ἔτους ∆αρείου τοῦ Ὑστάσπου· ὡς ἐκ τούτων σαφῶς παρίστασθαι ὅτι ἐπὶ ἔτη μʹ καὶ αʹ ἔμεινε τὰ θεμέλια ὑποβεβλημένα, ἀπὸ δὲ τοῦ βʹ ἔτους ∆αρείου ἕως ςʹ ἀνεπληρώθη διὰ χειρῶν τοῦ αὐτοῦ Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ ἐν μςʹ ἔτεσιν ὅλοις ἀπὸ τοῦ αʹ ἔτους Κύρου. διὸ καὶ εἴρηται παρὰ τῶν Ἰουδαίων ὅτι «μςʹ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν γʹ ἡμέραις ἐγείρεις αὐ τόν;» πρὸς τὸν κύριον ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ. 294 Τούτῳ τῷ βʹ ἔτει ∆αρείου τῇ τετάρτῃ καὶ εἰκάδι τοῦ ιαʹ μηνὸς σαββάτου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην λέγων· ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐφ' ἵππον πυρρόν· καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν βʹ ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί. καὶ εἶπα· τί οὗτοι, κύριε; καὶ εἶπε πρός με ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί· ἐγὼ δείξω σοι τί ἐστι ταῦτα. καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν βʹ ὀρέων καὶ εἶπε πρός με· οὗτοί εἰσιν οὓς ἐξαπέσταλκε κύριος τοῦ περιοδεῦ σαι τὴν γῆν. καὶ ἀπεκρίθησαν τῷ ἀγγέλῳ κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶν ὀρέων καὶ εἶπαν· περιωδεύσαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει. καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου καὶ εἶπε· κύριε παντοκράτορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο τὸ οʹ ἔτος; Ταῦτα ἐν τῷ προφήτῃ Ζαχαρίᾳ φέρεται κατὰ τὸ βʹ ἔτος ∆αρείου ὡς ἐκ τοῦ λαλοῦντος πρὸς αὐτὸν ἀγγέλου πρὸς κύριον λεγόμενα, εἴτε τρόπῳ εὐχῆς εἴτε ἄλλης τινὸς προσωποποιίας χάριν οἰκονομήσαντος τοῦ ἀνεξ ερευνήτου θεοῦ τοῖς κρίμασιν, ὅσον δέ γε ἡμᾶς