133
ἐξάγων παρεσκευάζετο πρὸς τὴν τειχομαχίαν. Μπενέτος δὲ ὁ Μαρτίνου ἀδελφὸς φρούριόν τι 1.377 καὶ αὐτὸς κατέχων οὐ μακρὰν τῆς ἄλλης πόλεως ᾠκοδομημένον, ἀλλ' ὅσον ἀφ' ἑκατέρου πρὸς τὸ ἕτερον λίθῳ σχεδὸν ἐξικνεῖσθαι, ἐνεχείρισεν ἐλθὼν τῷ βασιλεῖ, πολλὰ τοῦ ἀδελφοῦ κατηγορῶν ὡς καὶ ἀνόητα καὶ ἄδικα πράττειν ἐγνωκότος· τοῦτο μὲν, εἰ πρὸς τοσαύτην δύναμιν ἀντισχήσειν ἤλπισε, μὴ αὐτὸς ἐξ ἴσης ὁρμώμενος παρασκευῆς· ἀδικίαν δὲ κατεγίνωσκεν αὐτοῦ, εἰ πολλὰ πρὸς βασιλέως εὐεργετηθεὶς, Χίον διενοήθη αὐτοῦ ἀποστερῆσαι. βασιλεὺς μὲν οὖν εἰς τὸ φρούριον εἰσῆλθε, Μπενέτον τῆς εἰς αὐτὸν εὐνοίας ἐπαινέσας, καὶ μετὰ μικρὸν ἐξελθὼν διεκόσμει τὴν στρατιὰν ὡς ἐς τειχομαχίαν. Μαρτῖνος δὲ πρός τε τὴν βασιλέως στρατιὰν ἤδη ἑαυτὸν οὐκ ἀξιόμαχον ὁρῶν, ἔκ τε τῶν Χίων ἐπικουρίαν οὐδεμίαν προσδοκῶν διὰ τὸ οὐχ ἧσσον αὐτοῦ ἀφεστηκέναι ταῖς γνώμαις ἢ καθ' ὅσον εὖνοι ἦσαν βασιλεῖ ὑπωπτευκέναι, ἄλλως τε καὶ Μπενέτου προσχωρήσαντος καὶ τὸ φρούριον παραδόντος, ὃ οὐκ ἔλαττον ἠδύνατο ἀποτειχισμοῦ οὕτω πλησίον ᾠκοδομημένον, σφοδρῶς τε ἐθορυβεῖτο καὶ τὰς σωζούσας ἀπεγίνωσκεν ἐλπίδας. ἐπεὶ δὲ τά τε σημεῖα ἤδη ᾔρετο καὶ ἦρχον μάχης οἱ Ῥωμαῖοι, πρεσβείαν πέμψας ὁ Μαρτῖνος, ἐδεῖτο βασιλέως συγγνώμης τυχεῖν καὶ πρὸς συμβάσεις χωρῆσαι οἵας ἂν δοκῇ βασιλεῖ. βασιλεὺς δὲ ἀπεώσατό τε τὴν πρεσβείαν καὶ οὐκ ἔφασκε δεῖν, τῆς στρατιᾶς πρὸς τὴν μάχην παρατεταγμένης, διαλέγεσθαι περὶ συμβάσεων. πρότερον γὰρ αὐτῷ ἐξῆν πρὶν ἐνθάδε ἥκειν συγγνώμην τε αἰτεῖν καὶ σπονδὰς τίθεσθαι εἰρηνικὰς, νῦν δὲ ὅπως ἂν αὐτῷ δοκῇ ποιεῖν, ἐπεὶ τῇ 1.378 σφετέρᾳ πεποιθὼς δυνάμει ὅπλα αὐτῷ ἀντῆρε. Βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπε· Μαρτῖνος δὲ ἤδη πᾶσαν ἐλπίδα περιῃρημένος σωτηρίας, δείσας μὴ καὶ τὸ ζῆν ἀφαιρεθείη, ἑαυτὸν ἐνεχείρισε βασιλεῖ καὶ τὴν στρατιὰν, τῆς πόλεως ἐξελθών. οἱ Χῖοι δὲ αὐτὸν ὁρῶντες ἤδη πρὸς αἰχμαλώτου τύχην καταστάντα, ὥρμησαν ὡς ἐπὶ τοῦ βασιλέως ἀποκτενοῦντες. ὁ μέγας δὲ δομέστικος ἀπειλήσας αὐτοὺς τὰ δεινότατα διαθήσειν, εἴ τι νεωτερίζοιεν περὶ αὐτὸν, ἀπαθῆ διετήρησε κακῶν. βασιλεὺς δὲ αὐτὸν πολλὰ καταμεμψάμενος τῆς ἀβουλίας, ὅμως οὐ διέθηκεν αὐτὸν κακῶς, ἀλλὰ τὴν μὲν γυναῖκα αὐτοῦ ἐκέλευσε καὶ παῖδας, ἔτι δὲ καὶ θεραπαινίδας ὅσαι ἦσαν, αὐτὰς μὲν ἐπιφορτίσασθαι ὅσον ἀνύσαι δυνατὸν ἐκ τῶν ἐκείνῳ προσόντων χρημάτων τε καὶ ἄλλων ἐπίπλων καὶ σκευῶν πολυτελῶν, τοὺς δὲ δούλους στρώματά τε καὶ τάπητας ἆραι καὶ ἄλλα ὅσα ἐπιτήδεια πρὸς τὸ καθεύδειν τῆς νυκτὸς, καὶ ἐξελθόντας Χίου πορεύεσθαι ὅποι ἂν δοκῇ· Μαρτῖνον δὲ ἐκέλευσεν εἱρχθῆναι. καὶ τοῦτο μὲν τοῦτον ἐπράχθη τὸν τρόπον, καὶ σχεδὸν ὅσα Μαρτίνῳ ἦσαν αἱ θεραπαινίδες ἅμα γυναικὶ ἐπεφορτίσαντο· τοὺς συνόντας δὲ αὐτῷ ὀκτακοσίους συγγνώμης τε ἠξίωσεν ὁ βασιλεὺς, ἀδικήσας μηδὲν, καὶ προὔθηκεν αἵρεσιν αὐτοῖς τοιαύτην, ὥστε τοῖς τε βουλομένοις τὰ ὄντα λαβόντας ἐξεῖναι ἀναχωρεῖν, τοῖς τε μένειν ἐθέλουσι μηδένα ἐνοχλεῖν, ἀλλὰ τὴν μισθοφορὰν λαμβάνοντας, δουλεύειν βασιλεῖ. ὀλίγοι μὲν οὖν ἐκείνων ἀπῆραν ἐκ τῆς Χίου, οἱ λοιποὶ δὲ, οἱ μὲν ἔμειναν ἐν Χίῳ αὖθις μισθοφοροῦντες, οἱ δὲ τοῖς 1.379 βασιλέως συνηριθμήθησαν οἰκέταις. Χίος μὲν οὖν οὕτως αὖθις γέγονεν ὑπὸ Ῥωμαίοις. βασιλεὺς δὲ Μπενέτον τε δίκαιον ἔκρινεν ἀμείβεσθαι τῆς εὐνοίας καὶ τῆς προθυμίας τῆς εἰς αὐτὸν, καὶ τῶν Χίων τοὺς δυνατοὺς καὶ τὸν δῆμον. εἰ γὰρ καὶ μηδὲν εἰς τὸν πρὸς Μαρτῖνον πόλεμον εἰσήνεγκαν αὐτοὶ, ἀλλὰ ταῖς γνώμαις οὕτως ἦσαν παρεσκευασμένοι, ὡς ἢν δέῃ, πᾶσαν ἐπιδειξόμενοι σπουδὴν καὶ προθυμίαν ὑπὲρ βασιλέως. διὸ καὶ Καλόθετον μὲν καὶ γένος τά τε ἐν ∆ιδυμοτείχῳ προεπηγγελμένα, ὅτε περὶ Χίου κρύφα διειλέχθη, καὶ προσέτι πλείω εὐηργέτει, καὶ τοὺς ἄλλους καὶ τιμαῖς ἠμείβετο καὶ δωρεαῖς· τὸν δῆμον δὲ τῶν δημοσίων ἀνῆκεν εἰσφορῶν, ὅσαι μάλιστα ἐπίεζον. ιβʹ. Μπενέτον δὲ μετακαλεσάμενος τὸν Μαρτίνου ἀδελφὸν ἀνεμίμνησκέ τε ὧν πρὸς Βυζάντιον ἐλθὼν τοῦ ἀδελφοῦ κατηγόρει, ὡς ἀποστεροίη μὲν τῶν ἑξακισχιλίων χρυσίων, ἃ προσῆκεν αὐτῷ ἀπὸ τῶν δημοσίων προσόδων τῆς