133
εις τι καταφυγόντα φρούριον ἐπολιόρκει, καὶ τὸν ἀρχιερέα Σίμωνα εἰς φιλίαν προεκαλεῖτο. ὁ δὲ ἐδέξατο τὴν πρόκλησιν, καὶ τοῖς πολιορκοῦσι τὸν Τρύφωνα τροφὰς ἐχορήγησε. φυγὼν δ' ἐκεῖθεν ὁ Τρύφων καὶ γενόμενος εἰς ̓Απάμειαν, πολιορκηθεὶς ἐλήφθη καὶ διεφθάρη, ἐπ' ετεσι βασιλεύσας τρισίν. ̔Ο ̓Αντίοχος δὲ λήθην τῶν ὑπὸ Σίμωνος αὐτῷ γενομένων ποιησάμενος, στέλλει Κενδεβαῖον, τὴν ̓Ιουδαίαν πορθῆσαι καὶ τὸν Σίμωνα κατασχεῖν ἐντειλάμενος. Σίμων δὲ αὐτῷ ἀντικαταστὰς νικᾷ. καὶ εἰρηνικῶς τὸ λοιπὸν διήγαγε τῆς ζωῆς, αρξας τῆς ̓Ιουδαίας ετη ὀκτώ. τελευτᾷ δὲ παρὰ Πτολεμαίου τοῦ γαμβροῦ ἐπιβουλευθείς. καὶ ἡ γυνὴ τοῦ Σίμωνος καὶ οἱ δύο παῖδες συλληφθέντες ἐδέθησαν, ὁ δὲ τρίτος ̓Ιωάννης διέφυγεν, ος καὶ ̔Υρκανὸς ἐκαλεῖτο, καὶ προσεδέχθη παρὰ τῶν ̔Ιεροσολυμιτῶν διὰ τὰς τοῦ πατρὸς εὐεργεσίας, ἀπωσαμένων ἐλθόντα τὸν Πτολεμαῖον. ̓Απολαβὼν δὲ τὴν πάτριον ἱερωσύνην ὁ ̔Υρκανὸς ἐπὶ τὸν Πτολεμαῖον ἐστράτευσεν, εἰς ερυμά τι ∆αγὼν λεγόμενον οντα. καὶ ἐκράτει μὲν τῇ πολιορκίᾳ, ἡττᾶτο δὲ τῷ πρὸς τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς οικτῳ· ὁ γὰρ Πτολεμαῖος ἀνάγων ἐπὶ τὸ τεῖχος αὐτοὺς ἐξ ἀπόπτου ᾐκίζετο. ἡ μέντοι μήτηρ ἱκέτευε μὴ μαλακίζεσθαι δι' αὐτήν. τριβομένης δ' ουτω τῆς πολιορκίας ἐνίσταται τὸ εβδομον ετος, καθ' ο ειθισται τοῖς ̓Ιουδαίοις ἀργεῖν. καὶ διὰ τοῦτο Πτολεμαῖος ἀνεθεὶς τοῦ πολέμου, κτείνει τὴν μητέρα τοῦ ̔Υρκανοῦ καὶ τοὺς ἀδελφούς, καὶ φεύγει πρὸς Ζήνωνα τὸν Κοτύλαν τὸν τῆς Φιλαδελφείας τύραννον. ̓Αντίοχος δὲ χαλεπαίνων τῷ Σίμωνι δι' α πέπονθε, 1.335 τῇ ̓Ιουδαίᾳ ἐπῆλθε, καὶ τὴν χώραν καταδραμὼν ἐπολιόρκει τὸν ̔Υρκανόν· καὶ πύργους ἀνεγείρας ὑψηλοτάτους κατὰ τὸ βόρειον μέρος τῆς πόλεως, ἐξ αὐτῶν τῷ τείχει προσέβαλλεν. ηνυε δ' οὐδὲν διά τε γενναιότητα τῶν ἐντὸς καὶ διὰ ὀχυρότητα τῶν τειχῶν καὶ υδατος ἀφθονίαν ἐξ ἐπομβρίας αρτι συμβᾶσαν. δείσας δὲ ὁ ̔Υρκανὸς μὴ ἐπιλίποιεν αὐτοῖς τὰ ἀναγκαῖα, μόνον τὸ μάχιμον τοῦ πλήθους ἀπολεξάμενος, τοὺς αλλους ἐξῶσε τῆς πόλεως· ους ὁ ̓Αντίοχος ἀπελθεῖν ἐκεῖθεν οὐκ εια· οι καὶ εξω τῶν τειχῶν προσμένοντες διὰ τοῦτο ἀπέθνησκον. οἱ δ' ἐντὸς ἐλεοῦντες αὐτοὺς εἰσεδέξαντο αυθις. τῆς σκηνοπηγίας δὲ ἐνστάσης ὁ ̔Υρκανὸς στείλας πρὸς τὸν ̓Αντίοχον ἀνοχὴν ἐζήτει γενέσθαι διὰ τὴν ἑορτὴν ἐφ' ἡμέρας ἑπτά. ὁ δὲ καὶ τὴν ἀνοχὴν εδωκε καὶ θυσίαν πολυτελῆ σὺν ἀναθήμασιν επεμψεν· ον διὰ τὴν πρὸς τὸ θεῖον εὐσέβειαν καὶ Εὐσεβῆ ἐκάλεσαν. γνοὺς δὲ τὴν πρὸς θεὸν τοῦ ̓Αντιόχου αἰδῶ ̔Υρκανὸς ἐπρεσβεύσατο τὴν πάτριον αὐτοῖς ἀποδοθῆναι πολιτείαν αἰτούμενος. ὁ δέ, εἰ παραδοῖεν τὰ οπλα, ειπε, καὶ φόρους τελεῖν ὑπὲρ τῶν αλλων κατάθοιντο πόλεων ατερ τῆς ̓Ιουδαίας, καὶ φρουρὰν δέξαιντο, καὶ τοῦ πολέμου ἀφέξεσθαι καὶ ταλλα ποιήσειν α ἀξιοῦσιν. ̓Ιουδαῖοι δὲ τὰ μὲν αλλα ἐδέχοντο, ἐπὶ δὲ τῇ φρουρᾷ οὐ κατένευον, ἀλλ' ἀντὶ ταύτης ὁμήρους ἐδίδοσαν καὶ ἀργυρίου τάλαντα πεντακόσια. ἐνδόντος δ' ἐπὶ τούτοις τοῦ ̓Αντιόχου, ἡ πολιορκία ἐλύθη. ̔Υρκανὸς δὲ τὸν τοῦ ∆αβὶδ ἀνοίξας τάφον τρισχίλια ἐκεῖθεν ἀργυρίου τάλαντα ελαβε. φιλίαν δὲ πρὸς ̓Αντίοχον ποιησάμενος, ἐν τῇ πόλει αὐτὸν εἰσεδέξατο, καὶ ἐπὶ Πάρθους στρατεύοντι συνεξώρμησεν· ενθα τῷ ̓Αρσάκῃ πολεμήσας ̓Αντίοχος τῷ πλείονι τῆς στρατιᾶς καὶ αὐτὸς συναπώλετο. 1.336 Γίνεται δὲ τῆς τῶν Σύρων βασιλείας διάδοχος ὁ ἀδελφὸς αὐτοῦ ∆ημήτριος, λύσαντος ̓Αρσάκου αὐτὸν ἡνίκα τοῖς Πάρθοις ἐπῆλθεν ̓Αντίοχος. ̔Υρκανὸς δὲ ̓Αντιόχου θανόντος πολλὰς τῶν τῆς Συρίας πόλεων ειλε καὶ τῆς ̓Ιδουμαίας ἑτέρας. καὶ ὑποτάξας τοὺς ̓Ιδουμαίους ἐπέτρεπεν αὐτοῖς τὴν ἐν τῇ χώρᾳ διατριβήν, εἰ περιτέμνοιντο καὶ χρῶνται εθεσιν ̓Ιουδαϊκοῖς. οἱ δὲ διὰ τὰς πατρίδας καὶ τὴν περιτομὴν καὶ ταλλα ὑπήνεγκαν. ∆ημήτριος δὲ στρατεύειν ἐγνωκὼς ἐπὶ ̔Υρκανόν, ἀνεκόπη, τῶν Σύρων καὶ τῶν στρατιωτῶν μισούντων αὐτὸν διὰ πονηρίαν, καὶ διακηρυκευσαμένων πρὸς Πτολεμαῖον τὸν Φύσκωνα, δοῦναι αὐτοῖς τινα τῶν τῷ Σελεύκῳ προσηκόντων τῆς βασιλείας ἀντιληψόμενον. ος ̓Αλέξανδρον επεμψε τὸν λεγόμενον Ζεβινᾶν. μάχης ουν μέσον αὐτοῦ καὶ ∆ημητρίου συγκροτηθείσης