133
καταθέντος· ενιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζης ἀριθμήσαντος, ὡς λέγομεν ἐν τῇ συνηθείᾳ. ∆ιαγράψασθαι. ἀντὶ τοῦ ἀνελέσθαι τὸ εγκλημα. καὶ διαγράφω σε, αἰτιατικῇ. ∆ιάκρινε. ἀντὶ τοῦ διαχώρισον. ἀπόκριναι δὲ διφθόγγως. ∆ιαμάρτωμεν. διαμαρτύρομαι, μικρόν. ∆ιάνειμαι. δίφθογγον. ∆ιάνεμε. ψιλόν. ∆ιαπρήσει. περᾷ, η καύσει. ∆ιατερσαίνω. ξηραίνω. ∆ιαρύττειν. διαρύειν, ἀντλεῖν. καὶ ἀρύτειν δι' ἑνὸς τ. ∆ιασαυλούμενοσ. ἁβρυνόμενος καὶ διαθρυπτόμενος. ὁρῶ γὰρ ὡς ομφακα σαυλούμενον. παρὰ τὸ σαῦλον τὸν τρυφερὸν καὶ γαῦρον. Σιμωνίδης ἐν ἰάμβοις· καὶ σαῦλα βαίνων ιππος καὶ κορωνίτης. ∆ιαγέγραπται. κατέξυσται, ἀνῄρηται. ἀπὸ τῆς delta.540 γραμματαίας δέλτου, οπου αἱ δίκαι ἀνεγράφοντο καὶ εἰσαγωγαὶ τῶν δικῶν. ̓Αριστοφάνης· ηδομαι, οτι πεντετάλαντός μοι διαγέγραπται δίκη. ∆ιαγγελλομένουσ. παρακελευομένους, φανερουμένους. Ξενοφῶν· ἐγίνωσκον αὐτοὺς ἀπιέναι βουλομένους καὶ διαγγελλομένους. ∆ιαγκωνισάμενοσ. ἐπ' ἀγκῶνος καθίσας. ∆ιαγορεύων. ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ συλλέγων. ουτως ̓Ισαῖος. ∆ιαγωνίσαντεσ. εὐλαβηθέντες· διενθυμηθέντες. ∆ιαδιδράσκει. διαφεύγει. ∆ιαζηλοτυπούμενοι. φθονερῶς διακείμενοι. ∆ιαείδεται. γνωρίζεται, φαίνεται η λέγεται. ἀείδω γὰρ τὸ λέγω. ∆ιαδικασάμενοσ. ὀνειδίσας, διελέγξας. ος διαδικασάμενος αὐτῷ περὶ ἀποστασίας ἀπέκτεινεν αὐτοῦ τοὺς παῖδας. ∆ιαμάρτῃ. ἀποτύχῃ. ∆ιασείει. ταράσσει, διαπαίζει. ∆ιαβαίνει. διαπερᾷ. κυρίως δὲ ἐπὶ περαιώσεως ποταμῶν λέγεται. ∆ιαστέλλειν. ἀντὶ τοῦ ἀποστέλλειν. οιον· ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλέα. delta.541 ∆ιαχειρίζεται. φονεύει. ∆ιαγορεύει. ἀναγγέλλει, θεσπίζει. ∆ιαῤῥυῆναι. διαφθαρῆναι. ∆ιακρίνεται. ἀμφιβάλλει, ἀπιστεῖ. ∆ιατμῆξαι. διατεμεῖν, διακόψαι. *∆ιαπρυσίασ. λαμπρῶς καὶ περιφανῶς.* ∆ιαπραθέειν, διαπραθεῖν. ἀντὶ τοῦ πορθεῖν, ὡς φαγέειν, φαγεῖν. τοῦτο δὲ ἀπὸ τοῦ πέρθω τὸ πορθῶ. οιον· ἐκπέρσαι Πριάμοιο πόλιν- ὁ δεύτερος ἀόριστος επραθον, οιον· διαπραθέειν τόδε αστυ. ∆ιαφρῶ. διακομίζω. καὶ εἰσιέναι καὶ ἀφιέναι ποιῶ. ειρηται παρὰ τὸ ω τὸ ἀφίημι, οπερ καὶ ἀφῶ λέγομεν, καὶ προῶ, καὶ κατὰ συγκοπὴν πρῶ, κατὰ δευτέραν σύνθεσιν διαφρῶ καὶ εἰσφρῶ. ̓Αριστοφάνης· τῶν μηρίων τὴν κνίσσην οὐ διαφρήσεται- γέγονε δὲ ἡ τροπὴ τῆς ˉπˉρˉο, ὡς ἐν τῷ προοίμιον, φροίμιον, καὶ προυρὸς, φρουρός. ∆ιαπτάντοσ. πετασθέντος. delta.542 ∆ιαρθροῦν. χωρίζειν. ἀπὸ τῶν ἐν ἡμῖν αρθρων ἡ μεταφορὰ τῶν τὰς ἁρμονίας χωριζόντων. ∆ιαβασιλίζεται. τῆς βασιλείας ἀντιποιεῖται. ∆ιαβάσκει. περιέρχεται, περιέπει. ∆ιαβησείοντασ. ἐρωτικῶς εχοντας διαβῆναι. ὁ δὲ πύργους ἐποίησεν ἀπερύκειν τοὺς ̔Ρωμαίους διαβησείοντας. ∆ιαήσει. διαπέμψει. ∆ιάησι. διέρχεται. ουτως ̔Ησίοδος. ∆ιαθέσθαι. ἀποδόσθαι. ὁ δὲ ̓Αντιφῶν ἀντὶ τοῦ διοικῆσαι. ὁ δὲ ̔Υπερίδης καὶ ∆ημοσθένης ἀντὶ τοῦ συνθέσθαι. ∆ιακέρσαι. διακόψαι. ∆ιακλιμακίσασ. διαπαλαίσας. καὶ κλιμακισμὸς πάλαισμα ποιόν. ∆ιακαυνιάσαι. κληρῶσαι. καῦνος γὰρ ὁ κλῆρος. ∆ιαμυλλαίνειν. ̓Αριστοφάνης τὸ διαμωκᾶσθαι τοῖς χείλεσιν, η τὸ ἐσθίειν καὶ διαστρέφειν τὰ χείλη. ἀπὸ τῶν μύλων. μύλα γὰρ τὰ χείλη. καὶ μύσταξ. ∆ιαιρεῖται. διαμερίζεται. delta.543 ∆ιαίνεσθαι. βρέχεσθαι. διαίνω γὰρ τὸ βρέχω καὶ ὑγραίνω, οιον· -δίαινε δέ μιν μέλαν υδωρ. παρὰ τὸν ∆ία. κυρίως γὰρ τὸ ἐκ ∆ιὸς βρέχεσθαι. ∆ιὸς, δίω καὶ διαίνω, ὡς μείω, μειαίνω, δρῶ, δραίνω. ∆ιαμυδῶντεσ. διαβρέχοντες. ∆ιδάξομαι. ἀντὶ τοῦ διδαχθήσομαι. ∆ιδαξάμενοσ. τελέσας τὶ ὑπὲρ ἑτέρου διδασκάλῳ. ∆ίδημι. δεσμεύω. ∆ιδάσκω. δαίω τὸ ἐπίσταμαι, ἐξ ου ῥηματικὸν ονομα δαίμων, ὁ ἐν γνώσει πάντων τυγχάνων. κατὰ ἀφαίρεσιν τοῦ δ αιμων, οιον· -αιμονα θήρης. ὡς ἀπὸ τοῦ διωγμὸς ἰωγμός. ὁ μέλλων αισω καὶ πλεονασμῷ τοῦ δ δαίσκω, ὡς μεθύω, μεθύσκω, καὶ κατὰ ἀναδιπλασιασμὸν διδάσκω, ὡς τρώσω, τρώσκω, τιτρώσκω. ὁ δὲ ̔Ηρωδιανὸς καὶ Χρύσιππος παρὰ τὸ ἀσκεῖν τὸ σημαῖνον τὸ διδάσκω, καὶ πλεονασμῷ τοῦ δ διδάσκω. ∆ίδη. ἀπὸ τοῦ δέω, διδῶ, δίδημι. ὁ παρατατικὸς ἐδίδην. δίδη μόσχοισι. ∆ιδοῦσιν. οτι οἱ μάλα πολλὰ διδοῦσιν. προπερισπωμένως ἐκ τοῦ διδῶ.