15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
συνάφεια τοῦ θεοῦ, ὁπότε δὲ ἁπλοῦς ἦν καὶ ἀσώματος τῶν τοιούτων δογμάτων ὑπέρτερος ἦν. ἔδει γοῦν σε, διότι καὶ πάλαι τὴν σὴν ὑπεραναβέβηκε φύσιν, αὖθις αὐτῷ τηρῆσαι τὸ ὑπερφυὲς καὶ μὴ κατασμικρῦναι διὰ τὴν τοῦ σώματος πρόσληψιν. εἰ μὲν οὖν, ὅπερ εἰρήκαμεν, τὴν ἀντωνυμίαν περικλείσεις εἰς τὸν Εὐνόμιον, τοιαύτην ἐν τεῦθεν κομίσῃ τὴν ἔννοιαν. εἰ δὲ πρὸς τὴν πᾶσαν φύσιν διὰ τοῦ μερικοῦ προσώπου ὁ λόγος χωρεῖ, ἑτέραν εὑρήσεις διάνοιαν, ὅτι ὁ νῦν κατ' οὐσίαν ὅμοιος ἡμῖν γενόμενος λόγος ἦν ὅτε ὑπὲρ ἡμᾶς ἦν. οὐ γὰρ κάτωθεν αὐτῷ ἡ ὕπαρξις μετὰ τοῦ σώματος ἐσχεδίασται, ἵνα μηδὲν πλέον ἔχῃ ἡμῶν, ἀλλ' ὑπάρχων σὺν τῷ πατρί, ὕστερον τὸ ἡμέτερον ἐμορφώσατο, καὶ μηδέν τι τῆς ὑπερφυοῦς αὐτῷ ἐλαττώσας φύσεως, διὰ τῆς ἀρρήτου πρὸς ἡμᾶς ἑνώσεως ἑαυτῷ τὴν προσληφθεῖσαν φύσιν ἐθέωσεν. «ὃ μὲν» γὰρ «ἦν» φησί «διέμεινεν, ὃ δὲ οὐκ ἦν προσέλαβεν». ἦν ἀθάνατος, ἀναλλοίωτος, ἄτρεπτος, ἀίδιος, ἄναρχος, ταῦτα διέμεινε καὶ γενόμενος ἄνθρωπος· οὐκ ἦν διαστα τός, μεριστός, ὑπὸ χρόνον, καὶ ὅσα τοῦ σώματος, ταῦτα γέγονεν ἐμὲ προσλαβόμενος. «Ἐν ἀρχῇ» φησίν «ἦν ἀναιτίως· τίς γὰρ αἰτία θεοῦ;» πῶς τοῦτο φῄς, ὦ θεολόγων ἀκρότης καὶ φιλοσόφων ὁ τελεώτατος; ἀναίτιος ὁ υἱός; καὶ πῶς ἀναχθήσεται πρὸς τὸν πατέρα, ὃς δὴ αἴτιος αὐτῷ τῆς γεννήσεως, ὅπερ δὴ καὶ αὐτὸς ἐν πολλοῖς λόγοις φιλοσοφεῖς, ἄναρχον μὲν διδοὺς τὸν πατέρα, οὐκ ἄναρχον δὲ τὸν υἱόν, ὅτι ἀρχὴν τὸν φύσαντα ἔσχηκε; πῶς οὖν ἐν ἀρχῇ ἦν ἀναιτίως; ἀλλὰ καὶ ἐπηρώτησεν, ὡς μὴ ἔχων ἀπόκρισιν, «τίς γὰρ αἰτία θεοῦ»· ἐγὼ δὲ θαρρούντως εἴποιμι ἄν σοι ὅτι ὁ πατήρ. σὺ μὲν οὖν θεολογικώτατα ἂν ἀπεκρίθης τοῖς ἐρωτήσασιν· ἐγὼ δέ, ὅπερ παρὰ τῆς σῆς ὑψηγορίας προσείληφα, τοῦτο δὴ καὶ ἀποκρινοῦμαι, ὅτι τὸ «ἀναιτίως» ἐνταῦθα τὸν τρόπον ἢ τὸν λόγον δηλοῖ, καθ' ὃν ἄν τις οἰηθῇ γεγεννῆσθαι τὸν υἱὸν παρὰ τοῦ πατρός. οὔτε γὰρ ἀναίτιος ὁ υἱός, ὅτι πρὸς τὸν πατέρα ὡς αἰτίαν τῆς γεννήσεως ἀναφέρεται, καὶ ἀναιτίως δὲ γεγέννηται, ὅτι μή τις εὑρίσκοιτο λόγος δι' ὃν αὐτὸν ἐγέννησεν ἢ γεννᾷ ὁ πα τήρ. ἐν οἷς μὲν οὖν ὑπὲρ αἰτίαν φαμὲν τὸν υἱόν, τὸν λόγον παραδείκνυμεν τῆς γεννήσεως ὡς οὐκ ὄντα, ἐν οἷς δὲ ὑπ' αἰτίαν τίθεμεν, τὸν πατέρα ἐπισημαινόμεθα. ὁ γὰρ λόγος καθ' ὃν γίνεταί τι τοῦ γινομένου πρεσβύ τερος, τοῦ δὲ λόγου τίς λόγος ἀνώτερος; εἰ γὰρ εὑρίσκοιτο, ὃ μηδεὶς ἂν μανείη, τρίτος ἀπὸ τοῦ πατρὸς ὁ υἱός, τοῦ λόγου μεσάζοντος. ἀναιτίως μὲν οὖν κατὰ τὴν ἄνω γεγέννητο γέννησιν, τῆς δὲ μετὰ σώματος γεννή σεως πρεσβύτερος λόγος ἐστί· ποῖος; «τὸ σέ» φημι «σωθῆναι τὸν ὑβρι στήν». κἀνταῦθα γὰρ πάλιν ἡ ἀντωνυμία τὴν φύσιν συμπεριείληφεν· ὑβρίσαμεν γὰρ ἄντικρυς κορεσθέντες τῶν ἀγαθῶν καὶ κατὰ τὸν ἀγνώμονα Ἰσραὴλ «παχυνθέντες» καὶ «λιπανθέντες ἀπελακτίσαμεν» καὶ γεγόναμεν τοῦ πλάσαντος ὑβρισταί, «τοῦ ὀνόματος» ἐκείνου «δι' ἡμᾶς δυσφημουμένου τοῖς ἔθνεσιν». ἵν' οὖν μὴ εἰς τέλος ὑβρίζοιμεν μηδὲ στόμασιν ἀχαλινώτοις ὥσπερ ἵπποι ἀκάθεκτοι τραποίμεθα ὅπῃ δὴ καὶ βουλόμεθα, τὴν φύσιν ἡμῶν ἑαυτῷ προσηνέγκατο καὶ γέγονε δι' ἡμᾶς ἄνθρωπος ὁ τῆς ἡμετέρας φύσεως δημιουργός. τοῦτο γοῦν τὸ σεσῶσθαι ἡμᾶς αἰτία πρεσβυτέρα τοῦ σεσωματῶσθαι τὸν κύριον. «Ὅς» φησί «διὰ τοῦτο περιφρονεῖς θεότητα, ὅτι τὴν σὴν παχύτη<τα κατεδέξατο>«. καὶ τοῦτο θαυμαστικὸν καὶ βαρύτητος γέμον ἄντικρυς, οὐχ ἧττον δὲ καὶ ἐνδιάθετον, ἐγκαρδίου γὰρ πάθους δηλωετικὸν καὶ προφανὴς ἀγανάκτησις· ἐλαύνεται δὲ μάλιστα πρὸς τὴν ἀληθινὴν ἰδέαν ἀπροσδοκήτως ἐπενεχθέν. ἔστι δὲ καὶ κατ' ἐνίους τῶν τεχνογράφων ἐν παραγραφικῇ μοίρᾳ· τοῦτο δὲ γίνεται ὅταν τις ἐφ' οἷς προσεδόκει στε φάνων ἀξιωθήσεσθαι, τοὐναντίον ὑπ' εὐθύνην καὶ ἐπιτίμησιν ἄγοιτο, ὡς ὁ στρατηγὸς τοῖς παισὶ κατασκόποις χρησάμενος καὶ διὰ τοῦτο τυραν νίδος κρινόμενος. τοιοῦτον γοῦν καὶ τὸ ἐνταῦθα εἰρημένον, ὡς ἔδει γοῦν μᾶλλον ὑμνεῖσθαι τὸν θεόν, διότι σου τὴν παχύτητα