θεοῦ· ἐπεὶ δὲ ἀναξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρε φόμεθα εἰς τὰ ἔθνη». αἱ διέξοδοι οὖν τῶν ὁδῶν τὰ <ἐκτὸς τῶν ἐθνῶν> ἔξω τοῦ Ἰσραήλ ἐστι πράγματα, παρ' αἷς οἱ ὑπὸ τῶν ἀποστόλων εὑρισκόμενοι καλοῦνται εἰς τοὺς γάμους, συναγόντων τῶν ἀποστόλων πάντας οὓς ἐὰν εὕρωσιν. εὕρισκον δὲ τοὺς ἀκούοντας καὶ οὐκ ἐφρόντιζον καλοῦντες πότερόν ποτε πρὸ τῆς κλήσεως πονηροὶ ἢ ἀγαθοὶ ἦσαν οἱ καλούμενοι· πάν τας γὰρ τοὺς εὑρισκομένους ἐκά λουν. ἀγαθοὺς δὲ νομιστέον ἐνταῦ θα ἁπλούστερον λέγεσθαι τοὺς μετριωτέρους τῶν ἐρχομένων ἐπὶ τὴν θεοσέβειαν, οἷς ἐφαρμόζοις ἂν τὸ τοιοῦτο ἀποστολικόν· «ὅταν δὲ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οἱ τοιοῦτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος· οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως». καὶ ἐπλήσθη γε ὁ Χριστοῦ <καὶ> τῆς ἐκκλησίας γάμος καὶ ἀποκαταστάντων <τῷ θεῷ>, τῶν εὑρεθέντων ὑπὸ τῶν ἀποστόλων, ἀνακειμένων ἐπὶ τῷ εὐφρανθῆναι ἐπὶ τοῖς γάμοις. Εἶτ' ἐπεὶ πονηροὺς καὶ ἀγα θοὺς καλεῖσθαι <μὲν ἔ>δει, οὐ μὴν ὥστε τοὺς πονηροὺς μένειν πονη ρούς, ἀλλὰ μεταμφιασαμένους καὶ ἀποθεμένους τὰ ἀλλότρια τοῦ γάμου ἐνδύματα ἐνδύσασθαι τὰ τοῦ γά μου, «σπλάγχνα οἰκτιρμοῦ, χρη στότητα, ταπεινοφροσύνην, πραό τητα, μακροθυμίαν» (ταῦτα γάρ ἐστι τὰ τοῦ γάμου ἐνδύματα), διὰ τοῦτο ὁ βασιλεὺς εἰσέρχεται θε άσασθαι τοὺς ἀνακειμένους, πρὶν αὐτοῖς παραθῇ τὸ ἡτοιμασμέ νον ἄριστον, τοὺς ταύρους καὶ τὰ τεθυμένα σιτιστὰ καὶ πάντα τὰ ἕτοιμα, ἵνα θεασάμενος τη ρήσῃ μὲν τοὺς ἔχοντας ἔνδυμα γά μου καὶ εὐφράνῃ καταδικάσῃ δὲ τοὺς ἐναντίους. εἰσελθὼν οὖν εὑ ρίσκει τινὰ τῶν κεκλημένων καὶ ἐληλυθότων ἐπὶ τὴν κλῆσιν μὴ ἀλλάξαντα ἑαυτοῦ τὸ ἦθος μηδὲ ἐνδυσάμενον ἔνδυμα γάμου καὶ λέγει αὐτῷ· πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; εἶτ' ἐπεὶ ὁ ἁμαρτὼν καὶ μὴ ἀνακαι νωθεὶς μηδὲ ἐνδυσάμενος τὸν κύριον Ἰησοῦν Χριστὸν ὡς μὴ ἔχων «τόπον ἀπολογίας» φιμοῦται, διὰ τοῦτο γέγραπται τὸ ὁ δὲ ἐφιμώθη. καὶ οὐκ ἀρκεῖ γε τὸ ἐκβληθῆναι τοῦ γάμου τὸν ἀτιμάσαντα τὴν κλῆσιν· δεῖ γὰρ αὐτὸν ὑπὸ τῶν διακόνων τοῦ βασιλέως τῶν πρὸς τοῖς δεσμοῖς τεταγμένων, δεθέντα τὴν πορείαν ᾗ οὐκ εἰς δέον ἐχρήσατο καὶ τὴν δραστήριον δύναμιν ἐν ᾗ πρᾶξιν ἀγαθὴν οὐκ ἐτέλεσεν, οὐ μόνον ἀπὸ τοῦ γάμου ἐκβληθῆναι, ἀλλ' ὥστε καὶ εἰς τὸν ἀλλότριον φωτὸς <παντὸς> καταδικασθῆναι τόπον, ἔνθα σκότος ἦν τὸ ὡς ἐν σκότεσι βαθύτερον καὶ καλούμενον σκότος ἐξώτερον. καὶ εἴ τίς γε ἡμῶν ἐπὶ τὴν κλῆσιν ἐλθὼν τοῦ βασιλέως εἰς τοὺς γάμους τοῦ υἱοῦ αὐτοῦ, δοκεῖ μὲν ὑπακούειν καὶ ἔρχεσθαι μετὰ τῶν κεκλημένων, οὐ μὴν ἐνδέδυται τὸ προειρημένον ἔνδυμα γάμου, ταῦτα πείσεται καὶ δεθεὶς ποδῶν καὶ χειρῶν ἐκβληθήσεται εἰς τὸ σκότος τὸ ἐξώτερον, ἔνθα κατὰ τὸ «οὐαί, οἱ γελῶντες νῦν, ὅτι κλαύσετε», ὁ κλαυθμὸς τοῖς τὰ τοῦ κλαυθμοῦ καὶ θρήνου ἄξια ἁμαρτήσασι· κλαύσονται δὲ θρηνοῦντες τὰς ἰδίας ταλαιπωρίας. εἶθ' ἵνα παραστήσῃ ὁ λόγος τὸν φόβον καὶ τὸν τρόμον καὶ τὰ σκυθρωπὰ πράγματα καὶ τοὺς πόνους ἐν οἷς ἔσονται οἱ μὴ ἐν δεδυμένοι ἔνδυμα γάμου, εἶπε τὸ ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ οὐ μόνον ὁ κλαυθμός, ἀλλὰ καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. καὶ ἐπιφέρεται τῇ ὅλῃ παραβολῇ, διὰ τὸ πολλοὺς δεδηλῶσθαι τοὺς κλη θέντας οὐ πάντας δὲ ἐληλυθέναι ἀλλ' ὀλίγους ἐξ αὐτῶν, τὸ πολλοί εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. 17.17 Ταῦτα μὲν οὖν ὁλοσχερέστε ρον εἰς τὴν παραβολὴν λελέχθω, πει ρασόμεθα δὲ ἐπανελθόντες ἐρευνῆσαι κατὰ τὴν παροῦσαν δύναμιν αὐτήν, ἐὰν ἄρα βοηθηθέντες ὑπὸ τοῦ τῆς σοφίας πνεύματος δυνηθῶμέν τινα καὶ βαθύτερα εἰς τὴν παραβολὴν εὑρόντες οἰκοδομῆσαι καὶ κατὰ τὸ εὔλογον σιωπῆσαι ἢ αἰνίξασθαι ἢ ἐκθέσθαι. ἡ βασιλεία τοίνυν τῶν οὐρανῶν ὡμοιώθη κατὰ μὲν τὸν βασιλεύοντα ἀνθρώπῳ βασιλεῖ, κατὰ δὲ τὸν συμβασιλεύοντα τῷ βασιλεῖ τῷ υἱῷ αὐτοῦ, κατὰ δὲ τὰ βασι λευόμενα τοῖς δούλοις καὶ τοῖς κεκλημένοις εἰς τοὺς γάμους, ὧν οἱ μὲν οὐκ ἤθελον [τοῦ] εἰσελθεῖν, οἱ δὲ ἀμελήσαντες τοῦ εἰσελθεῖν ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν