133
γλώττῃ. "Ἀγαλλιάσομαι, καὶ διαμεριῶ Σίκιμμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω." Σίκιμμα, ἡ τοῦ τῷ Ἰωσὴφ ὑπὸ τοῦ Ἰακὼβ καταλειφθεῖσα πόλις. Ἐνταύτῃ δὲ ὁ Ἐφραῒμ, μετὰ τὴν διαίρεσιν τῶν φυ λῶν, ἐπήξατο βασιλείαν· Κοιλάδα δὲ σκηνῶν τὴν τῶν Ἰσραηλιτῶν λέγει χώραν, ὡς ἔρημον γεγε νημένην, καὶ ποιμενικὰς τηνικαῦτα σκηνὰς δεξαμέ νην. Ὑπισχνεῖται τοίνυν ὁ τῶν ὅλων Θεὸς, ἐπαν άγειν τοὺς γεγενημένους δορυαλώτους, καὶ τὴν πα τρῴαν αὐτοῖς διανέμειν γῆν· καὶ οὕτως αὐτὴν οἰ κητόρων πληρώσειν, ὡς καὶ περὶ μέτρων τοὺς ἐνοικοῦντας φιλονεικεῖν· καὶ τούτῳ κεχρημένους, τὴν τῆς γῆς ποιεῖσθαι διανομήν. θʹ. "Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασ σὴς, καὶ Ἐφραῒμ κραταίωσις τῆς κεφαλῆς μου." Γαλαὰδ οὐ φυλῆς [ὄνομα], ἀλλὰ τόπου· ὁ Μανασ σὴς δὲ φυλῆς ἐπώνυμος. Τὴν δὲ Γαλααδῖτιν ἄνω θεν ἐκληρώσατο γῆν. Οἰκείαν τοίνυν λέγει καὶ τὴν φυλὴν, καὶ τὴν τούτου γῆν, καὶ τὴν ἐπάνοδον προ μηνύων, καὶ τῶν χωρίων ἐκείνων τὴν οἴκησιν· καὶ τῷ Ἐφραῒμ δὲ ὑπισχνεῖται τὴν προτέραν ἀποδώ σειν ἰσχύν. Ἀντὶ δὲ τῆς κεφαλῆς μου, ὁ Σύμ μαχος ἀρχῆς μου τέθεικε· ἀντὶ τοῦ, πρόμαχον αὐτὸν ὡς πάλαι καταστήσω. "Ἰούδας βασιλεύς μου." Ἐπειδὴ γὰρ μετὰ τὴν ἐπάνοδον ἀδιαίρε τοι μεμενήκασιν αἱ φυλαί· μόνον δὲ τὸν ἐξ Ἰούδα Ζοροβάβελ εἶχον ἡγεμόνα καὶ βασιλέα· εἰκότως τὸν μὲν Ἐφραῒμ κραταίωσιν κεφαλῆς, ἢ τῆς ἀρχῆς προσηγόρευσε, τὸν δὲ Ἰούδαν βασιλέα. Τὸ δὲ βα σιλεύς μου, ἀντὶ τοῦ, ὑπ' ἐμοῦ χειροτονούμενος βα σιλεὺς, καὶ τοῦ ἐμοῦ βασιλεύων λαοῦ. Οὕτω καὶ παρὰ τῷ Ἡσαΐᾳ· "Τάδε λέγει Κύριος· Τῷ χριστῷ μου Κύρῳ," τουτέστι, τῷ ὑπ' ἐμοῦ κεχρισμένῳ [καὶ κεχειροτονημένῳ]. ιʹ. "Μωὰβ λέβης τῆς ἐλπίδος μου." Τοῦτο ὁ Ἀκύλας οὕτως ἡρμήνευσε· Μωὰβ λέβης τοῦ λουτροῦ μου. 80.1321 Ὁ δὲ Σύρος, κάδος τῆς πλύσεώς μου. Ἐπειδὴ γὰρ ἐν τοῖς τοιούτοις σκεύεσι, καὶ τοὺς πόδας ἀπονί πτειν, καὶ τὴν τοῖς ποσὶν ἐῤῥυπωμένην ἐσθῆτα ἀποῤ ῥύπτειν εἰώθαμεν, τὴν ὑποταγὴν τοῦ Μωὰβ διὰ τοῦ κάδου τῆς πλύσεως παρεδήλωσε. Καὶ ὁ λέβης δὲ ἐπὶ τιμωρίᾳ κεῖται παρὰ τῇ θείᾳ Γραφῇ. Οὕτω καὶ ὁ μακάριος Ἰεζεκιὴλ διδάσκει, λέβητα προσταχθεὶς καλέσαι τὴν Ἱερουσαλὴμ, κρέας δὲ τοὺς ἐνοικοῦντας, πῦρ δὲ τὸν Βαβυλώνιον, ζωμὸν δὲ τὴν ἀναγκαίαν τροφήν. Οὗ ἐπιλελοιπότος κατεκαίετο τὰ κρέα. Οὕτω καὶ ὁ μακάριος Ἱερεμίας λέβητα ὑποκαιόμενον εἶ δεν· καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βοῤῥᾶ. Λέγει τοίνυν, ὅτι καὶ Μανασσὴς τὴν οἰκείαν ἀπο λήψεται γῆν· καὶ ὁ Ἐφραῒμ τὴν προτέραν ἀνακτή σεται δύναμιν· καὶ ὁ Ἰούδας πάντων ἀναγορευθήσε ται βασιλεύς· Μωαβῖται δὲ αὐτοῖς ὑποταγήσονται, τὴν ἄμαχον αὐτῶν θεώμενοι ῥώμην. Οὐ μόνον δὲ ἐκεῖνοι, ἀλλὰ καὶ Ἰδουμαῖοι, καὶ ἀλλόφυλοι. "Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν." [Οὐκ ἂν δὲ διαμάρτοι τις θεωρήσας λέβητα μὲν τὴν θείαν κολυμβήθραν τιμω ροῦσαν μὲν καὶ καταφλέγουσαν καὶ ἐξαφανίζουσαν τὴν ἁμαρτίαν, ἀναζωπυροῦσαν δὲ τῷ θείῳ Πνεύματι καὶ ἀναπλάττουσαν καὶ ἀποτρίβουσαν τὸν βρότον, εἴ τ' οὖν τὸν ῥύπον τῶν πλημμελειῶν τῶν δι' αὐτῆς ἀνακαινιζομένων. Καὶ τὸ, "Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου," Οὐ μόνον βαδίσω, φησὶ ὁ ἐκ ∆αβὶδ Κύριος τῆς δόξης, ἐπὶ τὴν Ἰδουμαίαν, ἀλλ' ὡσανεὶ δι' ὑποδημάτων ἐμῶν διὰ τῶν θείων ἀπο στόλων τὸ τῆς χάριτος Εὐαγγέλιον κηρύξω· οὐκ ἐν αὐτῇ μόνον, ἀλλὰ καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν.] Πρὸς γὰρ τοῖς Μωαβίταις, καὶ τοὺς Ἰδουμαίους δουλώσο μαι, καὶ τοὺς ἀλλοφύλους ὑποταγῆναι καταναγκά σω. Ἀλλοφύλους μέντοι καλεῖ τοὺς Παλαιστι νοὺς ἡ θεία Γραφὴ, οὐχ ὡς τῶν ἄλλων ἐθνῶν ὁμοφύ λων ὄντων, ἀλλ' ὡς τῶν ἄλλων μὲν ἀφεστηκότων, τούτων δὲ οὐ μόνον ὁμόρων ὄντων, ἀλλὰ καὶ με ταξὺ κατοικούντων. Οὕτως Ἰεβουσαῖοι τὴν Ἱερουσαλὴμ ᾤκησαν ἐπὶ πλεῖστον· οὕτως Γαβαωνῖται τὴν Γαβαώ· καὶ Γαζαῖοι δὲ, καὶ Ἀσκαλωνῖται, καὶ οἱ ἄλλοι πλησίον ᾤκουν. Καὶ ταῦτα σαφέστερον αἱ ἱστορίαι διδάσκουσιν. Οὕτω ταῦτα ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων διδαχθεὶς ὁ προφήτης, ἰδεῖν ἐφίεται τοῦ λαοῦ τὴν μετὰ τὴν ἐπάνοδον εὐκληρίαν· καί φησιν· ιαʹ, ιβʹ. "Τίς ἀπάξει