133
ἄνδρας δυνάμεως, γῆν καὶ θάλατταν περιερχομένους. ὧδε τανῦν ἐγώ· πρὸς τὸ ἑξῆς οὐκ ἴσμεν ποῦ καὶ πῶς οἰκονομήσει ὁ Κύριος, οὐ μόνον τὰ καθ' ἡμᾶς, ἀλλὰ καὶ τὰ κατὰ σέ, τοῦ τε ἀρχιεπισκόπου καὶ οὗτινος ἄλλου τῶν ἐναθλούντων ἀδελφῶν. ἐπεὶ καὶ ἐν Θεσσαλονίκῃ τινές, ὡς γέγραφας, δεῖ ἡμᾶς πανταχοῦ περιιέναι γράμμασι καὶ ἀδελφοῖς· οὕτω φιλεῖ Χριστός, οὕτω χρέος ἡμῖν φροντίζειν. καὶ εἰ οὕτως εὐοδώσειεν Κύριος ἀνοῖξαι ἡμῖν θύραν ἐν τῇ ὑπ' οὐρανόν· οὐδὲν γὰρ αὐτῷ ἀδυνατεῖ. εἰ δὲ ἄπεισί τις βοηθήσων τοῖς ἐν Θεσσαλονίκῃ, ἡμεῖς προθυμούμεθα τὰ θεῷ φίλα καὶ αὐτὸς τὰ εὔοδα παρέχοι· κἂν πάντες φρουρισθῶμεν, δύναται ἐκ τῶν λίθων ἐγεῖραι διακονητάς. διὸ μὴ καταπίπτωμεν, ἀλλὰ πιστεύωμεν. ἐτόλμησα ποιῆσαι ἐγκώμιον εἰς τὸν Θεολόγον καὶ κεφάλαιά τινα κατὰ τῶν εἰκονομάχων, τὸ μὲν ὡς χρέος, κινούμενος καὶ παρὰ τῶν ἀδελφῶν, τὰ δὲ ὡς ἐπισείοντά μου τὸν νοῦν· εἴ τι ἐν αὐτοῖς καλόν, ὑμῶν εὐχαῖς καὶ τοῦ ποιμένος, εἰ δέ τι σαπρόν, ἐξ ἐμῶν ἁμαρτιῶν. διὸ μεταγράψαντες ἔχετε ἀσφαλῶς, καιρῷ δυνάμεως ἐπισκεπτομένων παρὰ τοῦ ἀββᾶ Ἰωάννου. Προσαγορεύουσιν οἱ ἀδελφοί, ἀσπάζομαι τοὺς σὺν σοὶ καί γε τὸ ˉδ, τὸ ˉθ καί γε σέ, τέκνον μου ποθητὸν Λιτόιε. ἡ χάρις μετὰ πάντων ὑμῶν. 178 {1Τιθοΐῳ τέκνῳ}1 Μικρὰ ἡ ἐπιστολή σου, τέκνον, ἀλλὰ μεγάλης θλίψεως ἔχουσα δύναμιν· καὶ οἶδ' ὅτι ἐλύπησά σε, τὸν υἱόν μου, ἀλλ' οὐ βουλόμενος, ἀλλ' οὐκ ἀσυμπαθῶς φερόμενος, ἵνα δὲ γνοίης ὅτι πατέρα ἔχεις, κἂν ἁμαρτωλόν, ὅμως φιλότεκνον. ἐκ γὰρ πολλῆς μου ἀγάπης, ἧς ἔχω περὶ σέ, πρὸς τὸ τέλειόν σε εἶναι καὶ ἐν μηδενὶ λειπόμενον, ἔπληξα, ἐλύπησα, ὠνείδισα, ἐβάρυνα τὴν ἀγανάκτησιν, ὅπως οἷον ζητεῖ ἡ ἀλήθεια ἀπεργάσοιμί σε. καί γε χάριτι Χριστοῦ εὗρον ὡς ἐν πυρὶ τῇ θλίψει δοκιμασθέντα καὶ χρυσίου τιμιώτερόν μοι ὀφθέντα δι' ὧν ἀπελογήσω, δι' ὧν κατηνύγης, δι' ὧν ἐβραχυλόγησας· τὸ γὰρ μικρὰς φωνὰς ἀφεῖναι ἀπολογίας τὸν ἐπιτιμούμενον μεγάλης ταπεινώσεως καὶ ἀρετῆς μέτρον. εἶδες πῶς σου ἀνεσκάλευσα τῷ ὀρυκτῆρι τῆς ἐπιτιμίας τοὺς τῆς ἀρετῆς θησαυρούς, τέκνον, καὶ ἀγνοουμένους εἰς προῦπτον ἤγαγον τοῖς ἀδελφοῖς σου, ἄλλον ἐξ ἄλλου σε φανερώσας; ὥστε καὶ χάριν ὀφείλεις μοι ὁμολογεῖν ἐπὶ τῇ ὑψώσει τῆς δόξης σου. ἔστρεψάς μου τὴν θλῖψιν, ἣν ἄκων ἐποίησας, εἰς χαρὰν μεγάλην, ἐκαρδίωσάς με μεῖζον πολὺ ἐν τῇ θερμῇ σου φιλίᾳ ὡς μάρτυς θεός· ὥστε οὐ μεταμεμέλημαι πλήξας (ἤνοιξα γὰρ πηγὴν ἀγάπης), ὥστε οὐκ εὐκαταφρόνητος ὁ ἀποστολικὸς νόμος· ἔλεγξον, φησίν, παρακάλεσον, ἐπιτίμησον εὐκαίρως ἀκαίρως. Οὕτω, τέκνον μου ποθητόν, εἰς καλὸν ἐν πᾶσι γέγονε τὸ γράμμα ἐκεῖνο· οἶδα ὅτι ἀγαπᾷς με, ἐπεὶ κἀγώ σε· οἶδα ὅτι δι' ἐμὲ ζῇς, ἐπεὶ κἀγὼ διὰ σέ· οἶδα ὅτι καὶ τοὺς ὀφθαλμούς σου, εἰ δυνατὸν ἐξορυχθῆναι, ἔδωκές μοι ἄν, ἐπεὶ κἀγώ σοι. χάρις τῷ θεῷ τῷ οὕτως οἰκονομήσαντι. ἔχου, τέκνον μου ποθητόν, τῆς διακονίας σου τελεώτερον· συγχωρηθείη σοι πᾶν ἁμάρτημα, ὡς καὶ τοῖς πᾶσιν. ἵνα δέ σοι δείξω καὶ ἐν ὑποδείγματι τὸ πλεονάζον τῆς πρὸς σέ μου ἀγάπης ἐν Κυρίῳ, δέξαι τὸ ἐγκώμιον τοῦ δεσπότου ἡμῶν τοῦ Θεολόγου, ὃ ἐπὶ σοῦ καὶ διὰ σοῦ πλέον κινηθεὶς ἐτόλμησα ὁ ἀνάξιος ποιῆσαι. μετάγραψον οὖν αὐτὸ καθαρίως καὶ εὔξασθε καταπεμφθῆναί μοι ἄφεσιν ἁμαρτιῶν ἐν οἷς καὶ ἐν τῷ ἐγκωμίῳ ἔσφαλα καὶ ἐνέλιπον ὁ τάλας καὶ ἐν παντὶ πάντοτε τῷ ἁμαρτωλῷ μου βίῳ. περισσοτέρως δὲ παρακαλῶ παρασκευάσθαι ὑμᾶς καθ' ἑκάστην ἐν τῷ προκειμένῳ διωγμῷ ὑπὲρ Χριστοῦ, ἵνα μηδεὶς ὑμῶν θεοῦ εὐδοκίᾳ καταισχυνθῇ. βλέπε, ἀδελφέ, πῶς παρακαλεῖτε καὶ ὑπομνηματίζετε ἀλλήλους ἐν τοῖς ὑπὲρ εὐσεβείας ἄθλοις. ἄσπασαι τὸν καλόν μου ∆ομετιανόν· ἄσπασαι Εὐπρεπιανὸν τὸν σύγκλειστον καὶ σύμψυχον καὶ συνταλαιπωρήτην μου· ἄσπασαι Θεόδουλον τὸ πιστόν μου τέκνον· ἄσπασαι Μητροφάνην τὸν ποθητόν μου υἱόν· ἄσπασαι μυστηρίως Κασιανὸν καὶ Νεῖλον, τοὺς πρὶν μὲν λυπήσαντας, ἄρτι δὲ διὰ σῆς ἀπολογίας φιλητούς μου παῖδας. Ὁ Χριστὸς μεθ' ὑμῶν· ἡ ἀγάπη μου ἐν