133
τῆς νυκτὸς περιτυγχάνουσι τῷ Ἡλιβακίᾳ ποταμῷ. λόχμης δὲ εἰς τὸ ἀντιπέρα ὑπούσης τῷ ποταμῷ, οἱ βάρβαροι ἐν ταύτῃ κρυπτόμενοι τοὺς ἀρυομένους τὸ ὕδωρ ἐτόξευον· μεγάλης τοίνυν ἐπηρείας τοῖς Ῥωμαϊκοῖς γενομένης στρατεύμασιν, πρὸς φυγὴν ἐχώρησαν καταπολεμηθέντες ὑπὸ τῶν βαρβάρων. ὁ δὲ Μαυρίκιος ταῦτα ἀκηκοὼς τὸν Πέτρον τῆς στρατηγίας ἀπέπαυσε καὶ τὸν Πρίσκον πάλιν στρατηγὸν τῆς Θρᾴκης ἀπέστειλεν. Κόσμου ἔτη ϛϟʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ιϛʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀμὼς ἔτη ηʹ. ϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ιθʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ϛʹ. δʹ. Τούτῳ τῷ ἔτει Πρίσκος ὁ στρατηγὸς ἐξελθὼν ἐν τῇ Θρᾴκῃ τὰς δυνάμεις ἠρίθμησε καὶ εὗρεν ὅτι πλῆθος πολὺ διεφθάρη ἐξ αὐτῶν. τούτους δὲ ἀναλαβὼν παραγίνεται εἰς τὸν Ἴστρον ποταμὸν εἰς Νόβας. ὁ δὲ Χαγάνος τοῦτο μαθὼν πρέσβεις ἐξέπεμψε τὴν αἰτίαν πυνθανόμενος τῆς ἀφίξεως. ὁ δὲ Πρίσκος προεφασίσατο διὰ κυνηγέσια ἐληλυθέναι. ὁ δὲ Χαγάνος, "οὐ δίκαιόν ἐστιν," φησίν "ἐν ἀλλοτρίῳ τόπῳ κυνηγεῖν·" ὁ δὲ Πρίσκος ἴδιον ἔλεγεν εἶναι τὸν τόπον καὶ τὴν ἐξ ἀνατολῆς ἀπόδρασιν τῷ Χαγάνῳ ὠνείδιζεν. ὁ δὲ βάρβαρος τῆς Σιγγιδόνος τὸ τεῖχος κατέλυσεν, καὶ ἐπὶ τὴν τῶν Ῥωμαίων γῆν ἐχώρει. τοῦτο μαθὼν Πρίσκος παραγίνεται εἰς τὴν νῆσον τοῦ Ἴστρου, καὶ παραλαβὼν δρόμωνας παραγίνεται πρὸς τὸν Χαγάνον εἰς Κωνσταντίολα, θέλων αὐτῷ ὁμιλῆσαι. ἐλθόντι δὲ τῷ Χαγάνῳ πρὸς τὴν ὄχθαν τοῦ ποταμοῦ ὁ Πρίσκος ἀπὸ τῆς νηὸς 277 διελέγετο. ὁ δὲ Χαγάνος ἔφη πρὸς αὐτόν· "τί σοι, Πρίσκε, καὶ τῇ γῇ τῇ ἐμῇ; καὶ ταύτην βούλει διὰ ψεύδους λαβεῖν ἐκ τῶν χειρῶν μου; κρινεῖ ὁ θεὸς ἀναμέσον ἐμοῦ καὶ Μαυρικίου τοῦ βασιλέως. ἐκζητήσει τὸ αἷμα τοῦ στρατοῦ τῶν Ῥωμαίων καὶ τοῦ στρατοῦ τοῦ ἐμοῦ ἐκ τῶν χειρῶν αὐτοῦ." ὁ δὲ Πρίσκος ἔφη· "Σιγγιδόνα τὴν πόλιν ἀπόδος τοῖς Ῥωμαίοις" ὁ δὲ ἔφη, "σὺ μίαν πόλιν ἐγχειρεῖς παρ' ἡμῶν λαβεῖν. ὄψει μετ' ὀλίγον πεντήκοντα πόλεις Ῥωμαϊκὰς δουλουμένας Ἀβάροις. ὁ δὲ Πρίσκος διὰ τοῦ ποταμοῦ τὰς ναῦς τῇ Σιγγιδόνι παραστησάμενος ταύτην ἐπόρθησε καὶ τοὺς Βουλγάρους ἐξ αὐτῆς ἐξεδίωξε καὶ τὸ τεῖχος κτίζειν ἀπήρξατο. ὁ δὲ Χαγάνος ἀγγέλους πρὸς αὐτὸν ἀπέστειλε καὶ τοὺς ψευδωνύμους ἑαυτοῦ θεοὺς διεμαρτύρατο καταιτιώμενος τῶν γινομένων τὸν Πρίσκον. χειμῶνος δὲ καταλαβόντος, ἑκάτεροι εἰς τὰ ἴδια ὑπεχώρησαν. Τῷ δ' αὐτῷ ἔτει Πέτρος, ὁ ἀδελφὸς Μαυρικίου, ἔκτισε τὴν ἐκκλησίαν τῆς ἁγίας θεοτόκου τῶν Ἀρεοβίνδου κοσμήσας αὐτὴν ἐκ διαφόρων μαρμάρων· ὁμοίως καὶ Κυριακὸς ὁ πατριάρχης τὰ ∆ιακονίσσης τὴν ἐκκλησίαν τῆς ἁγίας θεοτόκου. ιζʹ. ιαʹ. εʹ. ζʹ. κʹ. εʹ. Τούτῳ τῷ ἔτει συναθροίσας ὁ Χαγάνος τὰς περὶ αὐτὸν δυνάμεις ἐπὶ τὴν ∆αλματίαν ἐχώρησε καὶ καταλαβὼν τὴν Βάλκης καὶ τὰς περὶ αὐτὴν μʹ πόλεις πάσας ἐπόρθησεν. ὁ δὲ Πρίσκος ταῦτα μεμαθηκὼς Γουδούην ἐπὶ κατασκοπῇ τῶν πραττομένων ἀπέστειλεν· καὶ καταλαβὼν τοὺς βαρβάρους διὰ δυσβάτων χωρίων τὴν βάδισιν ποιούμενος, περιτυγχάνει δύο βαρβάροις τῷ οἴνῳ κεκαρωμένοις· καὶ τούτους διηρώτα ὁ Γουδούης τὰ τῶν βαρβάρων κινήματα. οἱ δὲ ἔφασαν δισχιλίοις ὁπλίταις τὴν αἰχμαλωσίαν τὸν Χαγάνον παραδεδωκέναι καὶ πρὸς τὰ οἰκεῖα ἀποστεῖλαι. ταῦτα ὁ Γουδούης μεμαθηκὼς κρύπτεται ἐν μικρᾷ φάραγγι, καὶ ἐξ ἑωθινοῦ ἐπὶ τὰ νῶτα τούτων γενόμενος ἀθρόως πάντας ἀνεῖλεν· καὶ τὴν αἰχμαλωσίαν λαβὼν πρὸς τὸν Πρίσκον ἤγαγεν. ὁ δὲ Χαγάνος τὰ τῆς ἀποτυχίας 278 μαθὼν εἰς τὴν ἑαυτοῦ ἐπανέζευξε χώραν· καὶ ὁ Πρίσκος ὑπέστρεψεν εἰς τὰ ἴδια. Κόσμου ἔτη ϛϟβʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟβʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ιηʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀμὼς ἔτη ηʹ. ηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. καʹ.