134
ἐταπεινοφρόνουν.» Μὴ γίνου γόγγυσος, μνησθεὶς τῆς τιμωρίας ἧς ὑπέ στησαν οἱ καταγογγύσαντες Μωϋσέως. Μὴ ἔσο αὐθάδης μηδὲ πονηρόφρων μηδὲ σκληροκάρδιος μηδὲ θυμώδης μηδὲ μικρόψυχος· πάντα γὰρ ταῦτα ὁδηγεῖ πρὸς βλασφημίαν. Ἴσθι δὲ πρᾶος ὡς Μωϋσῆς καὶ ∆αυίδ, ἐπεὶ· «Oἱ πραεῖς κληρονομήσουσιν τὴν γῆν». Γίνου μακρόθυμος· ὁ γὰρ τοιοῦτος πολὺς ἐν φρονή σει, ἐπείπερ· «Ὁ ὀλιγόψυχος ἰσχυρὸς ἄφρων». Γίνου ἐλεήμων· «Μακάριοι γὰρ οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθή σονται.» Ἔσο ἄκακος, ἥσυχος, ἀγαθός, τρέμων τοὺς λόγους τοῦ Θεοῦ. Oὐχ ὑψώσεις σεαυτὸν ὡς ὁ Φαρισαῖος, ὅτι· «Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται», καὶ «Τὸ ὑψηλὸν ἐν ἀνθρώποις βδέλυγμα παρὰ Θεῷ.» Oὐ δώσεις τῇ ψυχῇ σου θράσος, ὅτι· «Ἀνὴρ θρασὺς ἐμπεσεῖται εἰς κακά.» Oὐ συμπορεύσῃ μετὰ ἀφρόνων, ἀλλὰ μετὰ σοφῶν καὶ δικαίων. Τὰ συμβαίνοντά σοι πάθη εὐμενῶς δέχου καὶ τὰς περιστάσεις ἀλύπως, εἰδὼς ὅτι μισθός σοι παρὰ Θεοῦ δοθήσεται ὡς τῷ Ἰὼβ καὶ τῷ Λαζάρῳ. Τὸν λαλοῦντά σοι τὸν λόγον τοῦ Θεοῦ δοξάσεις, μνησθήσῃ δὲ αὐτοῦ ἡμέρας καὶ νυκτός, τιμήσεις δὲ αὐτὸν οὐχ ὡς γενέσεως αἴτιον, ἀλλ' ὡς τοῦ εὖ εἶναί σοι πρόξενον γενόμενον· ὅπου γὰρ ἡ περὶ Θεοῦ διδασκαλία, ἐκεῖ Θεὸς πάρεστιν. Ἐκζητήσεις καθ' ἡμέραν τὸ πρόσωπον τῶν ἁγίων, ἵν' ἐπαναπαύῃ τοῖς λόγοις αὐτῶν. Oὐ ποιήσεις σχίσματα πρὸς τοὺς ἁγίους, μνησθεὶς τῶν Κορειτῶν. Eἰρηνεύσεις μαχομένους ὡς Μωϋσῆς, συναλλάσσων εἰς φιλίαν. Κρινεῖς δικαίως· «Τοῦ γὰρ Κυρίου ἡ κρίσις.» Oὐ λήψῃ πρόσωπον ἐλέγξαι ἐπὶ παραπτώματι, ὡς Ἠλίας καὶ Μιχαίας τὸν Ἀχαὰβ καὶ Ἀβδεμέλεχ ὁ Aἰθίοψ τὸν Σεδεκίαν καὶ Νάθαν τὸν ∆αυὶδ καὶ Ἰωάννης τὸν Ἡρώδην. Μὴ γίνου δίψυχος ἐν προσευχῇ σου, εἰ ἔσται ἢ οὔ· λέγει γὰρ ὁ Κύριος ἐμοὶ Πέτρῳ ἐπὶ τῆς θαλάσσης· «Ὀλι γόψυχε, εἰς τί ἐδίστασας;» Μὴ γίνου πρὸς μὲν τὸ λαβεῖν ἐκτείνων τὴν χεῖρα, πρὸς δὲ τὸ δοῦναι συστέλλων. Ἐὰν ἔχῃς διὰ τῶν χειρῶν σου, δὸς ἵνα ἐργάσῃ εἰς λύτρωσιν ἁμαρτιῶν σου· «Ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρ τίαι.» Oὐ διστάσεις δοῦναι πτωχῷ, οὐδὲ διδοὺς γογγύ σεις· γνώσῃ γὰρ τίς ἐστιν ὁ τοῦ μισθοῦ ἀνταποδότης· «Ὁ ἐλεῶν γάρ, φησίν, πτωχὸν Κυρίῳ δανείζει, κατὰ δὲ τὸ δόμα αὐτοῦ, οὕτως ἀνταποδοθήσεται αὐτῷ.» Oὐκ ἀποστρα