Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
διατετελέκασιν ἐν τῇ αἰχμαλω- σίᾳ χρόνους, εἰκὸς δή που τῶν αὐθιγενῶν οὐ με- τρίαν αὐτοῖς προσνενεμῆσθαι πληθύν. Προστεθήσεται τοίνυν ὁ γηώρας, φησὶν, αὐτοῖς, τοῦτ' ἔστιν, ἕψεται καὶ ἀκολουθήσει καὶ ὁ αὐτόχθων αὐτοῖς. Λήψονται δὲ αὐτοὺς ἔθνη, καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐ- τῶν. Ὅτε γὰρ Κύρος ἀνῆκε τὸν Ἰσραὴλ, τοῖς τῶν χωρῶν ἄρχουσι παραπέμπειν ἐκέλευσεν ἄπληγά τε καὶ ἀνεπιβούλευτον. Πέπραχε δὲ τοῦτο καὶ ὁ μετ' αὐτὸν τὰ τῶν Ἀσσυρίων σκῆπτρα διαδεξάμενος· Ξέρξης οὗτος ἦν. Ἔξεστι δὲ τοῖς ἐθέλουσιν ἐξακρι-βοῦν τὰ τοιάδε περιτυχεῖν τοῖς Ἔσδρα βιβλίοις, καὶ ἀπλανεστάτην ἐφ' ἅπασι τοῖς εἰρημένοις τὴν γνῶσιν ἑλεῖν. Ἀνέβαινον γὰρ ἐκ τῆς Ἀσσυρίων εἰς τὴν Ἰουδαίαν, διέποντος μὲν τὴν βασιλείαν Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, ἡγουμένου δὲ τοῦ ἱεροῦ τάγματος Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. Ἔθνη δὴ οὖν παραπέμψουσιν αὐτοὺς, φησὶ, καὶ εἰσάξουσιν εἰς τὴν γῆν αὐτῶν, καὶ τὸν ἄνωθεν αὐτοῖς ἐκνεμηθέντα καθέξουσι κλῆρον. Καὶ τὸ ἔτι παραδοξότερον, οἵ ποτε τῶν εἰδώλων θερα- 70.368 πευταὶ, οἱ θεοὺς ἐπιγραφόμενοι πολλοὺς καὶ ἀναρι- θμήτους πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ, εἰς δούλους καὶ δούλας, ἔσονται δὲ καὶ αἰχμάλωτοι, οἱ αἰχμαλωτεύσαντες αὐτούς. Οἱ γὰρ αἰχμάλωτον λα- βόντες τὸν Ἰσραὴλ, συνανακομισθέντες αὐτῷ· καὶ ἀφιγμένοι, φησὶν, εἰς τὴν Ἰουδαίαν, τοῖς τοῦ νόμου ζυγοῖς ὑποθήσουσι τὸν αὐχένα, καὶ οἷον καλὴν καὶ σωτήριον ὑπομείναντες τὴν αἰχμαλωσίαν, Κύριον καὶ Θεὸν ἐπιγράψονται τὸν τῶν ὅλων ∆ημιουργόν. Ἢ γὰρ τοῦτο, φησὶν, ἢ ἐκεῖνό που τάχα βούλεται δηλοῦν, ὅτι οἱ πάλαι κρατήσαντες καὶ ἀποκομίσαντες μὲν τὸν Ἰσραὴλ τῆς Ἰουδαίας, ὑποθέντες δὲ τοῖς ἰδίοις ζυγοῖς, κυριευθήσονται καὶ αἰχμαλωτευθήσον- ται, Κύρου δηλονότι, Περσῶν τε καὶ Μήδων αὐτοὺς ᾑρηκότων. Ἐν γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ' ἔστι, κατ' ἐκεῖνο καιροῦ, ἀνεθήσῃ μὲν ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου· τοῦτ' ἔστιν ἐκ τῆς ὀργῆς τῆς ἐπηρ- τημένης σοι, θείας δηλονότι· διαφεύξῃ γὰρ τὴν πι- κρὰν δουλείαν, καὶ ἀνεθήσῃ τῶν πόνων. Ἀλλὰ φέρε δὴ πάλιν, μεταπλάττοντες ὡς ἔνι τῆς ἱστορίας τὸ πάχος, εἰς θεωρίαν πνευματικὴν τοιοῦτόν τι γεγονὸς καταθρήσομεν. Ἦσαν μὲν γὰρ αἰχμάλωτοι ταῖς τῶν εἰδώλων λατρείαις προσκείμενοι, καὶ τὰ αὐτοῦ τοῦ πλεονεκτήσαντος σέβοντες κράτη. Ἀλλ' ἠλέησεν ὡς ἠδικημένους ὁ πάντων ∆ημιουργὸς, πέπομφεν ἡμῖν ἐξ οὐρανοῦ λυτρωτὴν τὸν ἴδιον Υἱὸν, ἐν ὀνόματι Κυ- ρίου, τοῦτ' ἔστιν, οὐχ ὡς ἕνα τῶν ἁγίων προφητῶν, ἀλλ' ἐν κυριότητος δόξῃ· ὃς καὶ πεπόρθηκεν οἷά τινα πόλιν ἀλαζόνα καὶ ὑβρίστρειαν, συνασπιζόντων αὐτῷ τῶν ὁπλομάχων αὐτοῦ, τοῦτ' ἔστι, τῶν ἁγίων ἀποστόλων· οἳ πᾶσαν ὥσπερ τοῦ διαβόλου τὴν χώ- ραν καταδῃώσαντες συνανεκόμισαν ἑαυτοῖς, ὡς εἰς ἁγίαν πόλιν τὴν νοητὴν Ἱερουσαλὴμ, φημὶ δὴ τὴν Ἐκκλησίαν, τοὺς ἠπατημένους καὶ ζυγῷ δουλείας ἐνησχημένους, οἳ καὶ ἐπληθύνθησαν ἐν τῇ γῇ τοῦ Θεοῦ, γεγόνασί τε εἰς δούλους καὶ δούλας. Οἱ δὲ πρὶν ὑπὸ χεῖρα καὶ αἰχμαλώτους ἔχοντες, τοῦτ' ἔστιν οἱ τῶν δαιμονίων θεραπευταὶ, καὶ τὰ ἐκείνων διδάσκον- τες ἔθη, καὶ σαγηνεύοντες εἰς ἀπώλειαν, αἰχμά- λωτοι γεγόνασι, τοῦτ' ἔστι, νενίκηνται τοῖς κηρύ- γμασι τῶν ἁγίων ἀποστόλων, καὶ ὑπὸ Χριστῷ πε- πράχασι· κατεκυρίευσε γὰρ αὐτῶν προσηκαμένων δηλονότι τὴν πίστιν. Ἀνεπαύσαντο γὰρ καὶ ἐκ τῆς δουλείας τῆς σκληρᾶς, ἧς ἤδη φθάσαντες δεδουλεύ- κασι, πρὶν ὑπὸ Κυρίῳ γενέσθαι, καὶ τοῖς ὁπλομάχοις αὐτοῦ. 9Καὶ λήψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν, καὶ ἀναπέπαυται ὁ ἐπι- σπουδαστής; Συνέτριψεν ὁ Θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν, τὸν ζυγὸν τῶν ἀρχόντων· πατάξας ἔθνος θυμῷ, πληγῇ ἀνιάτῳ, παίων ἔθνος πληγῇ θυμοῦ, καὶ οὐκ ἐφείσατο, ἀνεπαύσατο πεποιθώς.9 Εἰς τοῦτο σκληρότητος τοῖς Βαβυλωνίοις διελάσαι φησὶ τὰς ἐκ τοῦ πολέμου συμφορὰς, καὶ αὐτῷ δὲ τῷ Ναβουχοδονόσορ, ὡς κατοικτείρεσθαι παρ' ἐχθρῶν, καὶ οὓς ἦν εἰκὸς οὐ φορητὰ πεπονθότας μονονουχὶ καὶ ἐπορχεῖσθαι κειμένῳ, τούτους ἐκ