Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
σομαι" τέθεικεν. Οὐ γενήσομαι, φησὶ, μετανάστης ἀπὸ τῆς ἀληθείας εἰς πλάνην, καὶ δοῦλος τῆς ἁμαρτίας. Ἐλπίσατε ἐπ' αὐτὸν, πᾶσα συναγωγὴ λαῶν. (A f. 318 b, E f. 113.) Συναγωγὴν οὐ μερικήν τινα λέγει, καθὰ καὶ πάλιν Μωσῆς. Ἅμα δὲ καὶ προφητικώτερον τὴν τῶν ἐθνῶν πάν των προαναφωνεῖ κλῆσιν. Ἐπεφάνη γὰρ ὁ Μονογε νὴς οὐ μερικήν τινα ποιούμενος κλῆσιν, οὐδὲ σώζων ἔτι μόνον τὸν Ἰσραὴλ καθὰ καὶ διὰ τῶν ἁγίων προφη τῶν, ἀλλὰ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην προσφω νῶν τε καὶ λέγων· "Ἀκούσατε, πάντα τὰ ἔθνη," καὶ τὰ ἑξῆς. Ὁ μὲν γὰρ διὰ Μωσέως [νόμος] ἓν ἐπαίδευσεν ἔθνος τὸν Ἰσραήλ· ἡ δὲ διὰ Χριστοῦ χάρις εἰς πᾶσαν τὴν ὑπ' οὐρανὸν ἐπευρύνεται. Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων. (F f. 91 b.) Μάταιοι δὲ κατὰ τὸ ἀληθὲς οἱ υἱοὶ τῶν ἀνθρώπων, τουτέστιν οἱ μόνα φρονοῦντες τὰ ἐπὶ τῆς γῆς, οἱ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις προσκείμενοι, καὶ μόνα ζητοῦντες τὰ πρόσκαιρα. Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. (B f. 255 b, H f. 88.) Μηδὲν μέγα τὸ πρᾶγμα εἶναι νομίσῃς. Παρατρέχει γὰρ, ὡς ἔφην, ὁ πλοῦτος, καὶ μόνον ὀφθεὶς σκιᾶς ἐν ἴσῳ φεύγει. Ζητῶμεν δὲ παν ταχοῦ τὴν δικαιοσύνην τοῦ Θεοῦ, ἐρευνῶμεν τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέ λειον. Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα. (A f. 31 b.) Τί φὴς, ὦ μακάριε ∆αβίδ; Ἅπαξ λαλῆσαι διισχυρίζῃ τὸν τῶν ὅλων Θεόν; Εἶτα πῶς ὁ λόγος ἐστὶν ἀληθής; Λελάληκε γὰρ οὐχ ἅπαξ, ἀλλὰ πλειστάκις, πολυμερῶς τε καὶ πολυτρόπως τοῖς πα 69.1120 τράσιν. Πῶς οὖν ἔφης ἐνταῦθα, ἅπαξ λαλῆσαι τὸν Θεόν; Νοήσωμεν τοῦ λόγου τὴν δύναμιν· βούλεται δέ τι τοιοῦτον δηλοῦν ὁ πνευματοφόρος· Κἂν ἄπαξ, φησὶν, ἐλάλησεν ὁ Θεὸς, ἀλλ' ἔχων πᾶσαν εὐθὺς τὴν τοῦ συμφέροντος γνῶσιν, οὐ μακρῶν εἰς τοῦτο δεη θήσομαι λόγων. Ἅπαξ λαλείτω, καὶ πείθομαι· καὶ διττὴν ἐν ἐμαυτῷ συλλέγω τὴν παίδευσιν, ψυχικήν τε ἅμα καὶ πνευματικήν. ∆ιττὸς γὰρ ἀεί πώς ἐστι τῆς ἐν ἡμῖν ἐπιεικείας ὁ τρόπος, καὶ διπλοῦν ἡμῶν τὸ ἐπιτήδευμα, τὸ εἰς ὀσμὴν εὐωδίας προσφερόμενον παρ' ἡμῶν τῷ Θεῷ. ∆εῖ γὰρ ἡμᾶς καθαροὺς εἶναι τῷ σώματι καὶ τῷ πνεύματι. Ἢ τὸ, "Ἄπαξ ἐλάλησεν," ἀντὶ τοῦ, Ἕστηκε βεβαίως ὁ τοῦ Θεοῦ λόγος Μωσῇ ῥηθεὶς ἅπαξ καὶ μηκέτι μετακινούμενος, ὅτι Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων καὶ δικαιοσύνην δια τηρῶν. Τὸ τοίνυν ἄπαξ οὐκ ἐπὶ ἀριθμοῦ τέθεικεν, ἀλλ' ἐπὶ τοῦ πάντως ἐσομένου. Ἀδύνατον γὰρ μὴ γενέσθαι ὃ ὁ Θεὸς ἀπεφήνατο. Οὐκ ἀναβαλεῖται τὴν ἀπόφασιν· ὡς τὸ, "Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου," ἀντὶ τοῦ βεβαίως. Ἢ τὸ ἅπαξ, ὅτι κἂν πολλάκις ἐλάλησεν, εἶς αὐτῷ σκοπὸς τῶν πολυμερῶν διαλέ ξεων, τὸ γνῶναι ἡμᾶς ἰσχυρὸν εἶναι τὸν Θεὸν καὶ φιλάνθρωπον, ἵν' ὡς μὲν ἰσχυρὸν φοβηθῶμεν, ὡς δὲ φιλανθρώπῳ προσδράμωμεν. Ὅτι τὸ κράτος, τοῦ Θεοῦ· καὶ σοῦ. Κύριε, τὸ ἔλεος. (A f. 220, B f. 256, H f. 89 b.) Ὅτι δυνατὸς, φησὶν, ὁ Θεὸς ἐν τῇ κρίσει, ὁ αὐτὸς καὶ ἐλεήμων. Ἀπεφή νατο γὰρ λόγον περὶ τῆς κρίσεως, δι' οὗ δύο ταῦτα ἀκήκοα, ἒν μὲν ὅτι τοῖς δεηθεῖσιν ὀργῆς διὰ τὴν τῶν ἁμαρτημάτων ὑπερβολὴν, ὀργὴν ἀποδώσει· τοῖς δὲ ἄξια πεποιηκόσιν ἐλέους, ἀπονέμει ἔλεον. Τὸ γὰρ κράτος τὴν ὀργὴν σημαίνει καὶ τὴν ἀποτομίαν τὴν κατὰ τῶν ἀξίων αὐτῆς γινομένην. Κατακρατεῖ γὰρ τῶν ὅλων ὁ πάντων ἔχων τὴν ἐξουσίαν Θεός· καὶ ἰσχυρᾷ μὲν χειρὶ καταστρέφει τὸν ἀλαζόνα, καὶ κο λάζει τὸν ἀποστάτην, ἐλεεῖ δὲ τοὺς ἀγαπῶντας αὐτόν. Ἀποδώσει γὰρ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Μήτε οὖν ἐλπίζετε ἐπ' ἀδικίαν, μήτε ἐπὶ πλοῦτον προστί θεσθε.
ΨΑΛΜΟΣ ΞΒʹ.
Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. (F f. 92 b.) Ὀρθρίζειν δέ φησι πρὸς τὸν
Θεὸν, οὐχ ὡς ἑτέροις πράγμασι τὴν διάνοιαν ἔχοντας, ἀλλ' ἐπὶ μόνοις τοῖς αὐτῷ δοκοῦσι καὶ φίλοις. Αὕτη γάρ ἐστιν ἡ ἁγιοπρεπὴς ἀληθῶς πολιτεία, καὶ τῆς ἐξαιρέτου ζωῆς τὰ κατορθώματα. Ἐδίψησέν σοι ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ