134
τοιαύταις τισὶν ἀποδείξεσι κέχρηται, ἐν δὲ τῷ δευτέρῳ λύειν πειρᾶται τὰ ἀκολουθεῖν δοκοῦντα ἄτοπα τῷ λόγῳ τῷ πάντα κατηναγκάσθαι λέγοντι, ἅπερ καὶ ἡμεῖς κατ' ἀρχὰς ἐτί θεμεν· οἷον τὸ ἀναιρεῖσθαι δι' αὐτοῦ τὴν ἐξ ἡμῶν αὐτῶν προθυμίαν περὶ ψόγους τε καὶ ἐπαίνους καὶ προτροπὰς καὶ πάνθ' ὅσα παρὰ τὴν ἡμετέραν αἰτίαν 6.8.26 γιγνόμενα φαίνεται. φησὶν οὖν ἐν τῷ δευτέρῳ βιβλίῳ τὸ μὲν ἐξ ἡμῶν πολλὰ γίνεσθαι δῆλον εἶναι, οὐδὲν δὲ ἧττον συγκαθειμάρθαι καὶ ταῦτα τῇ 6.8.27 τῶν ὅλων διοικήσει. κέχρηταί τε παραδείγμασι τοιούτοις τισί· τὸ γὰρ μὴ ἀπολεῖσθαι, φησί, θοἰμάτιον οὐχ ἁπλῶς καθείμαρτο, ἀλλὰ μετὰ τοῦ φυλάττεσθαι, καὶ τὸ ἐκ τῶν πολεμίων σωθήσεσθαι τόνδε τινὰ μετὰ τοῦ φεύγειν αὐτὸν τοὺς πολεμίους, καὶ τὸ γενέσθαι παῖδας μετὰ τοῦ βούλεσθαι κοινωνεῖν 6.8.28 γυναικί. ὥσπερ γάρ, φησίν, εἰ λέγοντός τινος Ἡγήσαρχον τὸν πύκτην ἐξελεύσεσθαι τοῦ ἀγῶνος πάντως ἄπληκτον ἀτόπως ἄν τις ἠξίου καθιέντα τὰς χεῖρας τὸν Ἡγήσαρχον μάχεσθαι, ἐπεὶ ἄπληκτον αὐτὸν καθείμαρτο ἀπελθεῖν, τοῦ τὴν ἀπόφασιν ποιησαμένου διὰ τὴν περιττοτέραν τἀνθρώπου πρὸς τὸ μὴ 6.8.29 πλήττεσθαι φυλακὴν τοῦτο εἰπόντος, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔχει. πολλὰ γὰρ μὴ δύνασθαι γενέσθαι χωρὶς τοῦ καὶ ἡμᾶς βούλεσθαι καὶ ἐκτενεστάτην γε περὶ αὐτὰ προθυμίαν τε καὶ σπουδὴν εἰσφέρεσθαι, ἐπειδὴ μετὰ τούτου, 6.8.30 φησίν, αὐτὰ γενέσθαι καθείμαρτο. πάλιν οὖν κἀνταῦθα θαυμάσειέ τις ἂν τἀνθρώπου τὸ ἀθεώρητον καὶ ἀνεπιλόγιστον καὶ τῶν ἐναργειῶν καὶ τῆς τῶν ἰδίων λόγων ἀνακολουθίας. οἶμαι γὰρ ὅτι καθάπερ τὸ καλούμενον γλυκὺ τῷ καλουμένῳ πικρῷ συμβέβηκεν ἐναντιώτατον εἶναι, τῷ τε λευκῷ τὸ μέλαν καὶ τῷ ψυχρῷ τὸ θερμόν, οὑτωσὶ δὲ καὶ τὸ παρ' ἡμᾶς τῷ καθ' εἱμαρμένην, εἴ γε καθ' εἱμαρμένην μὲν ἐκεῖνα καλεῖν προείληφεν ὅσα καὶ ἑκόντων ἡμῶν καὶ ἀκόντων πάντως γίνεται, παρ' ἡμᾶς δὲ ὅσα ἐκ τοῦ σπουδάζειν ἡμᾶς καὶ ἐνεργεῖν ἐπὶ τέλος ἔρχεται ἢ παρὰ τὸ ἀμελεῖν καὶ ῥᾳθυμεῖν οὐκ ἐπιτελεῖται. 6.8.31 ἐὰν τοίνυν ἐκ τοῦ σπουδάζειν ἐμὲ θοἰμάτιον φυλάττειν ἐκεῖνο σῴζηται καὶ ἐκ τοῦ βούλεσθαι τῇ γυναικὶ πλησιάζειν τὰ τέκνα γίνηται καὶ ἐκ τοῦ βούλεσθαι φεύγειν τοὺς πολεμίους τὸ μὴ ἀποθνήσκειν ὑπ' αὐτῶν καὶ ἐκ τοῦ διαμάχεσθαι πρὸς τὸν ἀνταγωνιστὴν ἀνδρείως φυλάττεσθαί τε αὐτοῦ τὰς τῶν χειρῶν ἐπιβολὰς τὸ ἄπληκτον ἐκ τοῦ ἀγῶνος ἀπαλλάττεσθαι, πῶς τὸ καθ' εἱμαρμένην ἐνταῦθα 6.8.32 σωθήσεται; εἰ μὲν γὰρ κατ' ἐκείνην ταῦτα συμβαίνει, παρ' ἡμᾶς οὐκ ἂν λέγοιτο συμβαίνειν, εἰ δὲ παρ' ἡμᾶς, οὐκ ἂν κατ' ἐκείνην δηλαδή, διὰ τὸ μὴ 6.8.33 δύνασθαι συνδραμεῖν ταῦτα ἀλλήλοις. ἀλλὰ παρ' ἡμᾶς μὲν ἔσται, φησί, περιειλημμένου μέντοι τοῦ παρ' ἡμᾶς ὑπὸ τῆς εἱμαρμένης. καὶ πῶς, εἴποιμ' ἄν, περιειλημμένου; εἴ γε καὶ τὸ φυλάττειν θοἰμάτιον καὶ τὸ μὴ φυλάττειν ἀπὸ τῆς 6.8.34 ἐξουσίας ἐγίνετο τῆς ἐμῆς. οὕτως γὰρ καὶ τοῦ σῴζεσθαι τοῦτο δηλονότι κύριος ἂν εἴην ἐγώ. καὶ ἐξ αὐτῆς δὲ τῆς διαστολῆς, ἣν ποιεῖται Χρύσιππος, δῆλον γίνεται τὸ ἀπολελύσθαι τῆς εἱμαρμένης τὴν παρ' ἡμᾶς αἰτίαν. καθείμαρται γάρ, φησί, σωθῆναι θοἰμάτιον, εἰ φυλάττοις αὐτό, καὶ παῖδας ἔσεσθαι, εἰ καὶ σὺ βουληθείης, ἄλλως δὲ μὴ ἂν ἔσεσθαί τι τούτων. ἐπὶ δὲ τῶν ὑπὸ τῆς εἱμαρμένης προκατειλημμένων οὐκ ἄν ποτε ὑποτιμήσεσι τοιαύταις χρησαίμεθα. 6.8.35 οὔκουν φαμὲν τεθνήξεσθαι πάντα ἄνθρωπον εἰ τόδε τι γένοιτο, μὴ τεθνήξεσθαι δὲ εἰ μὴ γένοιτο, ἀλλ' ἁπλῶς τεθνήξεσθαι, κἂν ὁτιοῦν πρὸς τὸ μὴ ἀποθνήσκειν καθόλου γίγνοιτο· ἢ μὴ ἀλγηδόνος ἔσεσθαι δεκτικὸν ἄνθρωπόν τινα, κἂν ταδὶ πράττοι, ἀλλ' ἁπλῶς πάντ' ἄνθρωπον ἀλγηδόνος εἶναι δεκτικόν, ἐάν τε βού6.8.36 ληται ἐάν τε μή· καὶ ὅσα ἄλλα οὑτωσὶ καὶ μὴ ἄλλως ἔχειν καθείμαρται. ὥστ' ε<ἰ> καὶ τὸ γενέσθαι τόδε τι ἀναγκαῖόν ἐστιν, εἰ βουληθείημεν ἡμεῖς, ἄλλως δὲ οὐχί, φανερὸν ὅτι τὸ ἡμᾶς βουληθῆναί τε καὶ μὴ βουληθῆναι ὑπ' οὐδεμιᾶς 6.8.37 ἑτέρας αἰτίας προκατείχετο, ἀλλ' ἦν αὐτεξούσιον· εἰ δὲ τοῦτο ἀκατανάγκαστον ἦν, καὶ τὸ γενέσθαι τόδε τι δῆλον ὡς ἀπ' αἰῶνος οὐ προκατείχετο, εἰ μή τι καὶ αὐτὸ τὸ βούλεσθαι φυλάττειν θοἰμάτιον ἢ μὴ βούλεσθαι παρά 6.8.38 τινα εἱμαρμένην καὶ