Ἀθηναίων προλελεγμένοι», οὓς δηλαδὴ ἀνωτέρω Ἰάονας ἑλκεχίτωνας εἶπεν, Ἀθηναίων οὐ μνησθεὶς ἐν τῇ ἐκθέσει πρὸς ὄνομα. μέχρι γάρ, φασί, τῆς Περικλέους στρατηγίας ποδήρεις εἶχον χιτῶνας, φοροῦντες καὶ τέττιγας. Λέγει δ' ἐνταῦθα καὶ ὁ Γεωγράφος ἑλκεχίτωνας παρὰ τὸ ἐφέλκεσθαι τοὺς πέπλους, ὡς ζήλου τινός, φησίν, ὄντος τοῖς Ἕλλησι θηλυστολεῖν, ὅθεν καὶ Κουρῆτες, οἷα στελλόμενοι ὡς αἱ κόραι. Ἕτεροι μέντοι ἑλκεχίτωνας εἶπον τοὺς ἕλκος ποιοῦντας ἐν τοῖς τῶν πολεμίων χιτῶσιν, ὡς ἀπὸ τοῦ ἑλκῶ περισπωμένου ῥήματος. Ἡ 3.538 δὲ διάλυσις τοῦ Ἰάονες Βοιωτῶν, φασίν, ἐστίν. (ῃ. 686) Ὅτι δὲ Φθιῶται μὲν οἱ ὑπ' Ἀχιλλεῖ, Φθῖοι δὲ οἱ ὑπὸ Πρωτεσιλάῳ καὶ Φιλοκτήτῃ, καὶ περὶ Βοιωτῶν δὲ καὶ Λοκρῶν καὶ Ἐπειῶν προϊστόρηται. Ὡς δὲ καθάπερ ὁ δῖοςκαὶ ὁ Χῖος, οὕτω καὶ ὁ Φθῖος ἐκτείνει τὸ παραλῆγον δίχρονον διὰ κρᾶσιν, δηλοῖ τὸ «Λοκροὶ καὶ Φθῖοι» καὶ ἑξῆς. ἔνθα ἡ τῶν Φθίων παραλήγουσα μετὰ τοῦ ˉκˉαˉι συνδέσμου σπονδεῖον ἀποτελεῖ. Τὸ δὲ «φαιδιμόεντες» ἢ παράγωγόν ἐστιν ἐκ τοῦ φαίδιμος ἢ σύνθετον κατά τινας ἐκ τοῦ φαίδιμα ἔχειν ἔντεα, ὅ ἐστι λαμπρὰν πανοπλίαν. (ῃ. 687) Τὸ δὲ «σπουδῇ» οἰκείως ἔχει καὶ πρὸς τὸ «ἐπαΐσσοντα», ἵνα λέγῃ τὸν Ἕκτορα κατὰ σπουδὴν ὁρμᾶν, καὶ πρὸς τὸ «ἔχον», ἵνα νοῇ ὅτι σπουδῇ ἐκώλυον οἱ ἀριστεῖς τὸν Ἕκτορα. Καὶ τὸ «νεῶν» δὲ διχῇ βαίνει πρός τε τὸ «ἐπαΐσσοντα» καὶ πρὸς τὸ «ἔχον». νοεῖται γὰρ καί, ὡς ὁ Ἕκτωρ σπουδῇ ἐπαΐσσει κατὰ νηῶν, καὶ ὡς οἱ Ἀχαιοὶ ἐκ τῶν νηῶν ἐπεῖχον τὸν Ἕκτορα. οὐκ ἀσπουδεὶ μέντοι οὐδὲ ταῦτα πάντα γίνονται. τούτου γὰρ δηλωτικὸν τὸ «σπουδῇ» καὶ τὰ ἑξῆς. (ῃ. 687 ς.) Ἐν τούτοις δὲ καὶ τὸν Ἕκτορα κατὰ σύντομον παραβολὴν φλογὶ εἰκάζει διὰ τὸ μὴ δύνασθαι τοὺς τοσούτους περιγενέσθαι αὐτοῦ. Φησὶ γὰρ «οὐδὲ δύναντο ὦσαι ἀπὸ σφείων φλογὶ ἴκελον Ἕκτορα δῖον». [(ῃ. 689) Οἱ δὲ Ἀθηναῖοι ὅτι καὶ Ἴωνες ἐκαλοῦντο,καὶ Ἰάονες δέ, ὡς προεγράφη, καὶ Ἀττικοὶ καὶ Ἀκταῖοι δέ, ἐπεὶ καὶ ἡ χώραἈκτὴ καὶ Ἀκταία, δῆλόν ἐστι. Ψέγονται δὲ ὡς ἅπασι χαλεποί, καθὰ αἱ ἱστορίαι δηλοῦσιν. Ἴδιον γάρ, φασίν, οἷον αὐτοῖς φθονεῖν, προπηλακίζειν, ἐξοστρακίζειν, θανατοῦν, καὶ μάλιστα τοὺς ἀρίστους, καὶ μαρτυροῦσι τῷ λόγῳ Ἀριστείδης, Σωκράτης, Ἀλκιβιάδης, καὶ ἕτερος μυρίος ὁρμαθός. Ἔπαινοςδὲ τῆς τῶν Ἀθηναίων χώρας ἐν τοῖς τοῦ Ἀθηναίου τοιοῦτος «ὄψει χειμῶνος μέσου σικύους, βότρυς, ὀπώραν, στεφάνους ἴων, κονιορτὸν ἐκτυφλοῦντα, ὥστ' οὐκέτ' οὐδεὶς οἶδε πηνίκ' ἐστὶ τοῦ 'νιαυτοῦ». εἶτά τινος εἰπόντος, ὅτι «μέγιστον ἀγαθόν εἴπερ ἔστι δι' ἐνιαυτοῦ ὅτου τις ἐπιθυμεῖ λαβεῖν», ἀντιτίθησί 3.539 τις, ὡς «κακὸν μὲν οὖν μέγιστον, εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδ' ἂν ἐδαπανῶντο». Ὅτι δὲ περιᾳδόμεναι ἦσαν ἐν τοῖς Ἀθήνῃσιν ἀγαθοῖς καὶ ἰσχάδες αἱ ἐκεῖθεν, ἄλλοθέν τε δηλοῦται, καὶ ἐκ τοῦ «εἰσέβαινον ἰσχάδες, τὸ παράσημον τῶν Ἀττικῶν».] Τὸ δὲ «προλελεγμένοι» ἀντὶ τοῦ ἐπιλέγδην προτεταγμένοι ὡς πρωτοστάται, εἰ καὶ ἐν τῇ προεκθέσει δεύτεροι κεῖνται. τοῦτο δὲ διὰ τὸ ὑπὸ βασιλεῖ τῷ Μενεσθεῖ τετάχθαι, ὃς ἄριστος τάξαι μάχην ἐν τῇ Βοιῳτίᾳ μεμαρτύρηται. (ῃ. 691 ς.) Ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς ῥηθεῖσι κεῖνται ὀνόματα δύο τριβράχεα στρατηγῶν, οἱ δέ εἰσι Στιχίος Ἀθηναῖος καὶ ∆ρακίος Ἐπειός (ῃ. 693), καὶ ὅτι ἐν τῷ «πρὸ Φθίων μενεπτόλεμος Ποδάρκης», ὃ καὶ αὐτὸ ἐν τοῖς εἰρημένοις κεῖται, οὐ πάνυ μὲν δῆλον, ποῖον κύριον καὶ ποῖον ἐπίθετον. ἀστεία δὲ ἡ τῶν ὀνομάτων παράθεσις διὰ τὸ ἐσχηματίσθαι πως ἀντιθετικῶς. ἐμφαίνει γὰρ ὡς ἄλλως μὲν ποδώκης ἦν ὁ ῥηθεὶς τῶν Φθίων ἡγεμών, ἐν μέντοι τῇ μάχῃ μόνιμος καὶ στάσιμος, [υἱὸς ὢν Ἰφίκλου τοῦ Φυλακίδαο, οὗ μνεία τῷ ποιητῇ καὶ ἐν ἄλλοις.] Ἱστορεῖ δ' ἐνταῦθα καὶ Μέδοντα πρὸ Φθίων τετάχθαι, νόθον Ὀϊλείδην, τέσσαρσιν ἔπεσιν ἐμπεριγράψας αὐτόν, ἃ καὶ ἐν τῇ ἑξῆς ἀπαραποιήτως κεῖνται ῥαψῳδίᾳ, ὡς ἐκεῖ φανεῖται. [Ἔγνωσται γὰρ ὡς οὐ φείδεται ὁ ποιητὴς οὐδὲ αἰδεῖται καιρίως ταὐτολογῶν. (ῃ. 693-7) Κεφάλαιον δὲ τῶν τεσσάρων στίχων, ὅτι Λοκρὸς ὢν ὁ ῥηθεὶς Μέδων, νόθος υἱὸς Ὀϊλῆος θείοιο, ᾤκει ἐν Φυλάκῃ φυγὼν τὴν πατρίδα διὰ φόνον ἀνδρός, ὃς ἦν γνωτός, ἤγουν ἀδελφός, μητρυιῆς