134
Χίου λαμβάνειν, αὐτὸς δὲ τὴν νῆσον σφετεριζόμενος ἀποστεροίη τοῦ πατρῴου κλήρου, καὶ ὡς ἐδεῖτο τῆς δυνατῆς τυχεῖν ἐπικουρίας· ὧν τε αὐτὸς ἐπηγγείλατο, ὡς ὅσον ἤδη γενόμενος ἐν Χίῳ τῆς τε εἰς αὐτὸν καὶ τὸν ἀδελφὸν ἀδικίας εἰσπράξεται Μαρτῖνον δίκας. ὧν δὴ νῦν καλῶς καὶ ὡς προσῆκεν ἀποβάντων καὶ Μαρτίνου Χίου ἐξεληλαμένου, δίκαιον ἡγεῖσθαι εἶναι τάς τε ἐπαγγελίας ἐκπληροῦν τὰς εἰς αὐτὸν, καὶ τῆς εὐνοίας ἀμείβεσθαι ἧς πρὸς ἐλθόντα ἐνεδείξατο, τὸ φρούριον παραδούς. οὗ 1.380 δὴ ἕνεκα τῆς τε Χίου ἐπιτρέπειν τὴν ἀρχὴν, καὶ τῶν προσόδων αὐτῆς τῶν δημοσίων οὐκ ἔλαττον χρυσίου μυριάδων δυοκαίδεκα οὐσῶν, εἰς μὲν ἐπιμέλειαν τῆς νήσου καὶ φυλακὴν, ἔτι τε λοιπὴν ἀναγκαίων ἀναλωμάτων χρείαν ὅσα ἂν αὐτῷ σκεψαμένῳ βέλτιον δοκοίη ἔχειν ἀναλοῦν· τὰ δὲ ὑπολειφθέντα χρήματα, τὰ ἡμίση μὲν τῷ βασιλικῷ ταμιείῳ εἰσκομίζειν, αὐτὸν δὲ τὰ ἐπίλοιπα καρποῦσθαι. ἄδηλον δὲ ὂν ἀνθρώπῳ παντὶ ὁπότε ἀπροσδόκητον ἥξει τὸ τέλος τῆς ζωῆς, δίκαιον ἅμα καὶ λυσιτελὲς ἡγεῖσθαι εἶναι, τὴν ἀκρόπολιν, ἣ πρὸς Μαρτίνου ᾠκοδομεῖτο, ἐπισκευασθεῖσαν ὧν δέοιτο, φρουρᾷ κατασχεθῆναι παρ' αὐτοῦ, ὡς εἴ τι περὶ αὐτοῦ, οἷα τὰ ἀνθρώπινα, συμβαίη καὶ γένοιτο ἐξ ἀνθρώπων, μὴ τὴν Χίον Ῥωμαίους ἀποστερηθῆναι, πολλοὺς ἔχουσαν οὐ πόῤῥωθεν μόνον, ἀλλὰ καὶ ἐγγύθεν ἐπιβούλους καὶ μάλιστα τοὺς ἐκ ∆ήλου Σπιταλιώτας. Τοιαῦτα πρὸς Μπενέτον διεξιόντος βασιλέως καὶ μικρᾶς εὐνοίας χάριν μεγάλην κατατιθεμένου, οἱ μὲν ἄλλοι πάντες κατεπλήττοντο τὴν περὶ τὰς εὐεργεσίας τοῦ βασιλέως φιλοτιμίαν, ὅτι μικρᾶς ἕνεκα εὐνοίας τοσαύτην ἀντιπαρέσχε χάριν, μήτε ὧν ἀνάλωσε χρημάτων πρὸς τὴν παρασκευὴν τοῦ στόλου καὶ τῆς συνεπομένης ἄλλης στρατιᾶς ὑπολογισάμενος τὸ πλῆθος, μήτε ὧν ἐκ Χίου ἔμελλεν ἐτησίως ὁ Μπενέτος ἀποφέρεσθαι, καὶ ταῦτα, ὀλίγα ἢ οὐδὲν πρὸς τὸν ὑπὲρ τῆς Χίου πόλεμον εἰσενεγκών. Μπενέτῳ δὲ οὐδὲν ἄρα ἤρκει, ἀλλ' ἀδικεῖσθαι ἡγεῖτο καὶ ἀποστερεῖσθαι, μὴ μει 1.381 ζόνων ἀξιούμενος. διὸ καὶ τὴν βασιλέως δωρεὰν ἀπεωθεῖτο μὴ δεῖσθαι φάσκων μήτ' ἐπιτροπεύειν Χίου, μήτ' ἐφ' οἷς ὁ πατὴρ αὐτῷ, μήθ' ὁ ἀδελφὸς Μαρτῖνος καὶ αὐτὸν κατέχειν· ἀλλ' εἰ μὲν αὐτῷ παντάπασι τῆς Χίου βασιλεὺς παραχωροίη, ὥστ' ἰδίαν αὐτῷ ἀρχὴν εἶναι καὶ μηδαμῶς τελεῖν ὑπὸ Ῥωμαίους, πολλὴν ἂν εἰδείη τῆς εὐεργεσίας χάριν. εἰ δὲ μὴ τοῦτον βούλοιτο τὸν τρόπον, μηδεμιᾶς ἑτέρας εὐεργεσίας μεμνῆσθαι, ὡς πρὸς ἡδονὴν αὐτῷ οὐκ ἐσομένης, ἀλλ' αὐτὸν ὅ, τι ἂν δοκῇ δεσπότην ὄντα περὶ τῆς νήσου πράττειν. Βασιλεὺς δὲ οὐ δίκαια αἰτεῖν ἔφασκε Μπενέτον, οὐδ' οἷα τυχεῖν. ἐχρῆν μὲν γὰρ εἰ καὶ τοὺς ἑξακισχιλίους ἐλάμβανε χρυσοῦς, ὧν παρὰ Μαρτίνου ἠδικεῖτο, ἀγαπᾷν καὶ πολυπραγμονεῖν μηδέν. εἰ δὲ οὐ τοσαῦτα μόνον, ἀλλὰ καὶ πολλαπλασίω τούτων καὶ προσέτι τὴν ἀρχὴν ἔχειν ἔξεστι τῆς νήσου, πῶς ἂν εἴη δίκαιον ἐνδεᾶ τὴν χάριν τοῦ προσήκοντος νομίζειν; ἔτι δὲ οὐδὲ ἑαυτῷ τὸ παντάπασιν αὐτῷ παραχωρῆσαι Χίου ἐν καλῷ τοῦ σχήματος ἔφη κείσεσθαι ὁ βασιλεὺς, οὐδὲ φιλοτιμίαν καὶ μεγαλοψυχίαν, ἀλλὰ παραπληξίαν καὶ ἀκρισίαν περιάψειν ἑαυτῷ. εἰ γὰρ ἔδει τοσοῦτον πόνον αὐτόν τε καὶ Ῥωμαίους ὑπομείναντα καὶ τοσαῦτα κατὰ τὴν παρασκευὴν τοῦ στόλου χρήματα οὐκ αὐτὸν μόνον ἐκ τῶν βασιλικῶν, ἀλλὰ καὶ ἐκ τῶν ἰδίων τῶν ἐπιφανῶν πολλὰ ἀναλωκότων ὥστε κρατῆσαι Χίου, ἔπειτα αὐτῷ παραχωρῆσαι ἐς τοσοῦτον, ὥστε μήτε νῦν μήθ' ὕστερον μὴ μόνον μὴ μετεῖναι Ῥωμαίοις τῆς ὠφελείας τῆς αὐτῆς, ἀλλὰ μηδὲ προσρήματι ψιλῷ κυ 1.382 ρίους ὀνομάζεσθαι αὐτῆς, πολλῷ τῷ μέτρῳ βέλτιον καὶ λυσιτελέστερον ἦν, τὴν ἀπραγμοσύνην καὶ τὴν ἡσυχίαν αἱρεῖσθαι, Μαρτῖνόν τε ἐᾷν κατέχειν καὶ μὴ παρενοχλεῖν. ἐκείνως μὲν γὰρ πρὸς τῷ μὴ κόπτεσθαι καὶ ταλαιπωρεῖν ἐν στρατείαις, καὶ ταῦτα διαποντίοις, καὶ τὰ ἀναλωθέντα χρήματα ἐξῆν κερδαίνειν· καὶ προσέτι γε εἰ μὴ νῦν, ἀλλ' ὕστερόν ποτε δύναμιν κτησαμένοις τοῖς Ῥωμαίοις τὴν νῆσον ἂν ἐξῆν ἀνακαλεῖσθαι ὡς ἀδικουμένοις, καὶ ἢ αὐτῆς τῶν ἀδικούντων κρατήσασι τυγχάνειν, ἢ ἐλάσσοσι τῶν ἀντιπάλων γενομένοις μὴ ἀδικεῖν νομίζεσθαι, μηδὲ παρασπονδεῖν.