134
τρέπεται ∆ημήτριος καὶ φεύγει εἰς Πτολεμαΐδα, μὴ δεχθεὶς δὲ παρὰ Κλεοπάτρας τῆς γυναικὸς εἰς Τύρον ἀπέδρα, ἁλοὺς δὲ καὶ πολλὰ παθὼν διεφθάρη. ̓Αλέξανδρος δὲ τὴν βασιλείαν παραλαβὼν φιλίαν ποιεῖται πρὸς ̔Υρκανόν. ἐπαναστάντος δὲ αὐτῷ ̓Αντιόχου τοῦ Γρυποῦ τοῦ παιδὸς ∆ημητρίου, ἡττηθεὶς ἐν τῇ μάχῃ ἀπώλετο. Βασιλεὺς δὲ Συρίας ὁ ̓Αντίοχος ουτος γενόμενος, ἐπὶ πολλοῖς ετεσι μετὰ τοῦ ἀδελφοῦ ̓Αντιόχου, τοῦ ἐπικληθέντος Κυζικηνοῦ οτι ἐν Κυζίκῳ ἐτράφη, περὶ τῆς βασιλείας ἐμάχετο. ην δὲ ουτος υἱὸς ̓Αντιόχου τοῦ θανόντος ἐν Πάρθοις τοῦ ἀδελφοῦ ∆ημητρίου, ὡς ἑτεροθαλὴς ἀδελφὸς ὑπάρχειν τοῦ Γρυποῦ ̓Αντιόχου· ἡ γὰρ Κλεοπάτρα τοῖς δυσὶ συνῴκησεν 1.337 ἀδελφοῖς, τῷ ∆ημητρίῳ τε πρότερον καὶ τῷ ̓Αντιόχῳ μετέπειτα, ὡς προγέγραπται, καὶ ἐκ μὲν ∆ημητρίου τὸν Γρυπὸν ̓Αντίοχον τέτοκεν, ἐξ ̓Αντιόχου δὲ τοῦ Σωτῆρος τοῦ ἀδελφοῦ ∆ημητρίου τὸν Κυζικηνὸν ̓Αντίοχον ἐγείνατο. ἐν οσῳ δ' ουτοι πρὸς ἀλλήλους ἐμάχοντο, ὁ ̔Υρκανὸς ἠρέμει, καὶ καταφρονήσας τῶν ̓Αντιόχων ἀπέστη, μηδὲν ετι παρέχων αὐτοῖς· καὶ κατὰ σχολὴν ἐκαρποῦτο τὴν ̓Ιουδαίαν, ὡς απειρόν τι πλῆθος χρημάτων συναγαγεῖν. στρατεύσας δὲ καὶ ἐπὶ Σαμάρειαν ἐπολιόρκει αὐτὴν διὰ τῶν υἱῶν αὐτοῦ ̓Αριστοβούλου καὶ ̓Αντιγόνου. λιμοῦ δὲ τὴν πόλιν πιέζοντος οἱ Σαμαρεῖς εἰς συμμαχίαν μετεκαλέσαντο τὸν ̓Αντίοχον τὸν Κυζικηνόν. ος τοῖς περὶ ̓Αριστόβουλον συμβαλὼν ἡττᾶται· ειτ' αυθις συλλέξας πλῆθος τὴν χώραν ἐπόρθει τοῦ ̔Υρκανοῦ, ιν' ουτως ἀναγκάσῃ αὐτὸν λῦσαι τὴν πολιορκίαν. πολλοὺς δὲ τῶν σὺν αὐτῷ ἀποβάλλων ἀπῆρεν εἰς Τρίπολιν. ̔Υρκανὸς δὲ τὴν Σαμάρειαν ἑλὼν πᾶσαν ἠφάνισε. Λέγεται δέ, καθ' ην ἡμέραν οἱ υἱοὶ αὐτοῦ τῷ ̓Αντιόχῳ ἐμάχοντο, αὐτὸς ὡς ἀρχιερεὺς μόνος ἐν τῷ ναῷ θυμιῶν ἀκοῦσαι φωνῆς ὡς οἱ παῖδες αὐτοῦ αρτι νενικήκασι τὸν ̓Αντίοχον· καὶ ἐξελθὼν ἀπήγγειλε τῷ πλήθει τὸ ἀκουσθέν. καὶ γέγονεν ουτως. εὐπραγήσας δὲ ̔Υρκανὸς ἐφθονήθη παρὰ τῶν ̓Ιουδαίων, μάλιστα δ' ἐμισεῖτο παρὰ τῶν Φαρισαίων· οἱ δ' εἰσὶ μία τῶν παρὰ ̓Ιουδαίοις αἱρέσεων, τριῶν οὐσῶν. ουτοι μὲν ουν οἱ Φαρισαῖοι εἱμαρμένην δοξάζουσι, τινὰ δὲ καὶ ἐφ' ἡμῖν ειναι συμβαίνειν τε καὶ μὴ γίνεσθαι. ̓Εσσηνοὶ δὲ πάντων κυρίαν ειναι τὴν εἱμαρμένην δοξάζουσι καὶ πάντα τοῖς ἀνθρώποις ἐξ ἐκείνης συμβαίνειν. Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἐκβάλλουσι, πάντα δὲ ἐφ' ἡμῖν τίθενται, καὶ τῶν ἀγαθῶν 1.338 ἡμᾶς ἑαυτοῖς αἰτίους ειναι διδάσκοντες καὶ τὰ χείρω δι' ἀβουλίαν ἀφ' ἑαυτῶν αἱρεῖσθαι. τῶν γοῦν Φαρισαίων πρότερον φιλίως ἐχόντων πρὸς ̔Υρκανόν, μαθητὴς γὰρ αὐτῶν ἐγεγόνει, συνέβη ἐξ αἰτίας τινὸς εχθραν κτήσασθαι πρὸς αὐτόν. ἠδύναντο δὲ ουτοι παρὰ τῷ πλήθει σφόδρα. ̔Υρκανὸς δὲ τῇ τῶν Σαδδουκαίων προσετέθη μοίρᾳ, τῶν Φαρισαίων ἀπορραγείς, καὶ τὰ ὑπ' αὐτῶν παραδοθέντα νόμιμα καταλῦσαι προέθετο. οἱ Σαδδουκαῖοι γὰρ ἐκεῖνα δεῖν ἡγεῖσθαι νόμιμα ελεγον τὰ γεγραμμένα, τὰ δὲ ἐκ παραδόσεως μὴ τηρεῖν. διὰ ταῦτα μεμίσητο παρὰ τῶν Φαρισαίων ὁ ̔Υρκανός. βιώσας δὲ εὐτυχῶς ἐπ' ετη τριάκοντα πρὸς ἑνὶ ἐτελεύτησεν ἐφ' υἱοῖς πέντε. λέγεται δὲ καὶ προφητείας ἀξιωθῆναι, καὶ προειπεῖν περὶ τῶν δύο αὐτοῦ παίδων τῶν πρεσβυτέρων ὡς οὐ μενοῦσι τῶν πραγμάτων κύριοι. Τελευτήσαντος δὲ ̔Υρκανοῦ ̓Αριστόβουλος τὴν ἀρχὴν διεδέξατο· καὶ εἰς βασιλείαν μεταθεῖναι ταύτην δόξαν αὐτῷ διάδημα περιτίθεται, μετὰ τετρακόσια ετη καὶ ὀγδοήκοντα πρὸς ἑνὶ ἐξ οτου ἐκ Βαβυλῶνος ὁ λαὸς πρὸς ̔Ιερουσαλὴμ ἐπανῆλθεν. ουτος τοὺς μὲν αλλους τῶν ἀδελφῶν καὶ τὴν μητέρα περὶ τῆς ἀρχῆς αὐτῷ διενεχθεῖσαν καθεῖρξε, τὸν δὲ μετ' αὐτὸν ̓Αντίγονον ἠγάπα καὶ τῶν ὁμοίων ἠξίου. τὴν μὲν ουν μητέρα λιμῷ διέφθειρε, προσέθετο δὲ καὶ τὸν ἀδελφὸν τὸν ̓Αντίγονον διαβολαῖς πιστεύσας. λαμπρῶς γὰρ αὐτοῦ ἀπὸ στρατείας ἐπανελθόντος ἐνόσει ὁ ̓Αριστόβουλος· ἑορταζομένης δὲ τῆς σκηνοπηγίας ἀνέβη εἰς τὸ ἱερὸν ὁ ̓Αντίγονος μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν κεκοσμημένος λαμπρῶς. οἱ δὲ τοῦτον 1.339 πρὸς τὸν ἀδελφὸν διαβάλλοντες μὴ κατ' ἰδιώτην αὐτὸν ελεγον ἐλθεῖν εἰς τὴν ἑορτήν, ἀλλὰ βασιλικῇ κεχρημένον λαμπρότητι, καὶ οτι μετὰ τοσαύτης