134
delta.544 ∆ιδώσομεν. οιον· αὐτὰρ καὶ δῶρα διδώσομεν- ουτω Ζηνόβιος. ∆ίε. ὁ δεύτερος ἀόριστος ἐκ τοῦ δίω τὸ φοβοῦμαι. οιον· βῆ γὰρ διὰ προμάχων· παρὰ γὰρ δίε ποιμένα λαῶν, μήτι πάθῃ-. ∆ιέγνωκα. κέκρικα. ∆ιεδοιδύκισε. τῇ χειρὶ στρογγύλην διέγραψεν αὐτὴν, ποιήσας ὡς δοίδυκα. ∆ιεσκαριφησάμεθα. διελύσαμεν. σκάριφον γάρ ἐστι τὸ κάρφος καὶ τὸ φρύγανον. εὐδιάλυτα γὰρ τὰ τοιαῦτα. η σκαριφήσασθαι ἐστὶ τὸ ἐπισεσυρμένως τὶ ποιεῖν, καὶ μὴ κατὰ τὴν προσήκουσαν ἀκρίβειαν. ∆ιεθρόησαν. διελάλησαν, διεθορύβησαν. Θουκυδίδης· οἱ δὲ πρέσβεις τῶν ̓Αθηναίων διεθρόησαν. ∆ιεκδύσ. ὑπεξελθὼν, ἐκφυγών. ∆ιεκορκορύγησε. κορκορυγεῖν λέγουσι τὸ λαλεῖν τὴν γαστέρα. ἐμιμήσατο δὲ τῇ φωνῇ τῶν ἐντέρων τὸν ηχον. ̓Αριστοφάνης· -καὶ κλόνος αὐτὴν ἐξαίφνης διεκορκορύγησεν. ∆ιεκοσμήθησαν. διεταράχθησαν. ∆ιεκπέσαντεσ. διεκδραμόντες. delta.545 ∆ιέκυψαν. χόρτῳ παραπλησίως ἀπὸ τῆς γῆς διακύψαντες ηνθησαν. ∆ιεμπολᾷν. τὰ πρὸς πραγματείαν ἐπιτήδεια ἀγοράζειν. ∆ιενέγκαντεσ. ὑπερενέγκαντες. ∆ιενεγκεῖν. ἀγαγεῖν. ∆ιεξάγοντασ. διοικοῦντας. μεθυσκομένους καὶ ῥαδίως διεξάγοντας τὰ κατὰ τὴν φυλακήν. ∆ιεξέπεσε. διήλασε, διῆλθε, διέκφυγε. τὰ γὰρ οπλα ἀνελόμενος, διεξέπεσε διὰ τῶν πολεμίων. ∆ιέξειν. ὑπάρξειν. ουτω γὰρ διέξειν τὰς χεῖρας καὶ φροντιεῖν τοῦ μηδὲν ἀδίκημα ποιήσειν τὸν Προυσίαν εἰς ἑαυτούς. ∆ιεξιφίσω. ξίφεσι διεμαχέσω καὶ διηγωνίσω. ∆ιέπτυξε. διεσαφήνισε. ∆ιεργάζεται. ἀναιρεῖ, κτείνει. ̓Ιώσηπος· πλήξας δὲ αὐτὸν κάτωθεν ἐπὶ τὸν βουβῶνα δόρατι παραχρῆμα διεργάζεται. ∆ιέῤῥει. δύο σημαίνει, τὸ διεφθείρετο καὶ ἀντὶ τοῦ ἐπεφήμιστο. διέῤῥει δὲ φήμη λέγουσα εὐπατρίδην αὐτὸν ειναι. delta.546 ∆ιεῤῥικνοῦντο. διεκαμπυλοῦντο. ∆ιεῤῥυηκόσιν. ο ἐστι κεχηνόσι καὶ οὐ συνεστραμμένοις. ἠλίθιον ἐφθέγξω καὶ τοῖς χείλεσι διεῤῥυηκόσι. ∆ιεσαρδώνισαν. διεγέλασαν. οὐκ ἐπὶ διαχύσει, ἀλλ' οἱονεὶ σαρδώνιον γέλωτα. ∆ιεσκευασμένην. μετὰ δόλου γεγραμμένην. δόντες ἐπιστολὴν διεσκευασμένην. ∆ιεσκίασται. ἀποκέκρυπται. ∆ιεσπευσάμην. ἀντὶ τοῦ διὰ σπουδῆς ἐποιησάμην, η ἀντὶ τοῦ διεπραξάμην. ∆ιέστειλεν. ἀντὶ τοῦ οὐκ ἀναμφιβόλως ἐχρήσατο τοῖς λόγοις. περὶ Μωσέως δέ ἐστι. ∆αβίδ· καὶ διέστειλεν ἐν τοῖς χείλεσιν. ∆ιεσφαιρίσθη. ωσπερ σφαίρη κατηνέχθη. ∆ιέσχε. διῆλθεν. ̓Αῤῥιανός· οἱ μὲν γὰρ διέσχον τὴν φάλαγγα. ἀντὶ τοῦ διεχώρισαν. ∆ιέτεινε. διαῤῥήδην ειπε. ∆ιετείνοντο. ̓Αντιφῶν· διὰ συντόνου σπουδῆς ἀπηρνήσαντο. delta.547 ∆ιετίτρη. ἐξέκοπτε. διετίτρη τὰς πρύμνας καὶ τὰ πηδάλια τῶν Λιβύων. ∆ιευθετῶ. τὸ καλῶς τίθεμαι καὶ διοικῶ. ἐπὶ τῶν πραγμάτων δὲ λέγεται. †ἐπὶ δὲ τριχῶν εὐθετίζω.† ∆ιευθετίζειν. καλλωπίζεσθαι. η διαχωρίζειν. τοῦτο ἐπὶ τριχός. ∆ιευφημῶ. διαφημίζω δέ. ∆ιέφερον. ἀντὶ τοῦ διήνυον η ὑπέμενον η ἐπιμελῶς ἐξήνυον. οἱ δὲ ̓Αθηναῖοι τὸν πόλεμον διέφερον. ουτως Θουκυδίδης. καὶ διέφερον ἀντὶ τοῦ ειχον η ἐνεκότουν. οἱ δὲ Κελτοὶ εἰς ̔Ρωμαίους τὶ μήνυμα ἐκ πολλοῦ διέφερον. ∆ιευκρινούμενοι. διακρίνοντες. ∆ιευκρινήσασ. καλῶς διαχωρίσας. τοὺς ἀλικμωτάτους τοῦ πλήθους διευκρινήσας. ∆ιευκρινηθέν. σαφηνισθέν. η τὴν δέουσαν δοκιμασίαν δοκιμασθέν. ∆ιευκρινηθείη ευ. εὐδιορίστως καὶ σαφῶς διατρανωθείη. ∆ιεφθαρμένοσ. τοῦ δέοντος παρατραπεὶς τὸν νοῦν. ηδη γὰρ ̓Αντώνιος τῷ Κλεοπάτρας ερωdelta.548 τι διεφθαρμένος ηττων ην ἐν πᾶσι τῆς ἐπιθυμίας. ∆ιέφθορεν. οὐ τὸ διέφθαρται δηλοῖ παρὰ ̓Αττικοῖς, ἀλλὰ τὸ διέφθαρκεν. Ευπολις· ος τὸν νεανίσκων συνὼν διέφθορε- καὶ ἐν Αὐτολύκῳ· οτι τὰ πατρῷα πρὸς σὲ καταδιέφθορα. ομοιον γάρ ἐστι τὸ διέφθορε τῷ κατέσπορε καὶ ἀπέκτονεν. ∆ιεφορήθη. ἀντὶ τοῦ ἐξηνέχθη, ἐξεκομίσθη. χρημάτων δὲ απιστον πλῆθος διεφορήθη. ∆ιεφόρησαν. μετεκόμισαν. τὰς δὲ καταλειφθείσας ἐν τῷ χάρακι κατασκευὰς, πολλαὶ δ' ησαν ὡς ἐς χρόνιον πολιορκίαν, διεφόρησαν. ∆ιέπερσασ. διεπόρθησας. ∆ιέχουσαν. ἀπῳκισμένην ουσαν. εἰς Σελεύκειαν πόλιν ἐπὶ θαλασσίας ἀφίκετο ̓Αντιοχείας, ἑκατὸν καὶ τριάκοντα σταδίους διέχουσαν. ∆ίεπε. διέτασσε, διέδωκεν, η διεκόσμει. ∆ίεσθαι. οιον· -δηΐους