γὰρ καὶ ἥμισυ ἐστὶ μοδίων τοῦτο. Σχῆμα δ' εὑρίσκων ἕτερον ἔχον τὸ μέτρον οὕτως, μίαν σχοῖνον πρὸς κεφαλὴν καὶ πέντε πρὸς τὸν πόδα, κατ' ἄμφω δὲ τὰ πλάγια τὰς ἀνὰ δέκα σχοίνους, τὰς τοῦ ποδὸς τῇ κεφαλῇ συμμίγνυέ μοι σχοίνους, τὰς τρεῖς δὲ κράτει κεφαλήν, τὰς τρεῖς ἐκδίωκέ μοι, πρὸς ἓν δὲ ταύτης ἐρωτῶν ἀμφοῖν ἐκ τῶν πλαγίων εὑρήσεις τὸ χωράφιον μοδίων δεκαπέντε. Τρίγωνον δ' αὖθις εὑρηκὼς χωράφιον ἢ τόπον ἔχον τὰς σχοίνους ἀνὰ τρεῖς ἐν ταῖς πλευραῖς κατ' ἄμφω, ἐννέα ταύτας ψήφιζε, καὶ τούτων τὰ ἡμίση ἐκ τοῦ ποδὸς ἐκδίωξε καὶ τοῦ ἑνὸς πλαγίου, ἥμισυ δ' αὖθις μέσαζε πρὸς κεφαλὴν καὶ πλάγια, κἂν εὕροις μέτρον μοδισμοῦ ἡμίσεος καὶ δύο. Εἰ δὲ στενὸν ἐπίμηκες χωράφιον εὑρήσεις ἔχον σχοινία κεφαλὴν καὶ πόδας ἀνὰ δύο, εἰσὶ δ' ἐπ' ἄμφω ταῖς πλευραῖς ἀνὰ σχοινίων δέκα, δὶς δέκα μέτρα ψήφιζε, καὶ τοῦτο δέκα εὕρῃς οὐκ ἔλαττον τὸ σύνολον τυγχάνον τῶν μοδίων. Στρογγύλον δ' αὖθις εὑρηκώς, ἅλωνα σχηματίζον, ἀρχὴν καὶ τέλος ἐκμετρῶν πρὸς ἕνα ποιοῦ τόπον· γῦρον δ' εὑρίσκων ἔχοντα σχοινία δεκαέξι, ἥμισυ τούτων δίωκε, ἥμισυ δ' ὑποκράτει, ἥμισυ δ' αὖθις ἐκμετρῶν πρὸς κεφαλὴν καὶ πλάτος εὑρήσεις τὸ χωράφιον ὀκτὼ μοδίων εἶναι. Εὑρίσκων δὲ χωράφιον ὡς ὑπογαμματίζον, ἐκτέμνων τὸ γαμμάτιον εἰς δύο μέτρα τοῦτο, λαβὼν δὲ τὴν διάγνωσιν τῶν δύο τεμαχίων εἰς ἓν ἀρίθμει τὸ ποσὸν ὅλα τοῦ γαμματίου· ὡς τὰ λοιπὰ ἐρώτησον σφάλλων οὐδὲν ἐν μέτρῳ. Εὑρὼν δ' αὖθις χωράφιον ἐν σχήματι τοιῷδε, ἔχον σχοινία κεφαλὴν τέσσαρα σὺν ἡμίσει, πρὸς πόδας δ' αὖθις δώδεκα καὶ ἥμισυ σχοινίου, τὴν κεφαλὴν ὀγδοήκοντα σὺν πέντε ταῖς ὀργυίαις, ἀν' εἴκοσιν εἰς πλάγια σὺν τέσσαρσιν ὀργυίαις, δυὰς δὲ καὶ τὸ πλάγιον σὺν τέσσαρσιν ὀργυίαις, εὑρήσεις ὀγδοήκοντα μοδίων τὸ τοιοῦτον σὺν ἕξ τε δὲ καὶ ἥμισυ λιτρῶν ὀκτὼ καὶ οὐ πλεῖον. Εἰ δέ γε εὕρῃς σκαληνὸν χωράφιον ἢ τόπον, ἐν ᾧ καὶ καγγελίζουσιν ὑδάτων αἱ γλυφίδες, μὴ ἀπορήσῃς παντελῶς τὸ μέτρον καταλεῖψαι, ἀλλ' ὡς γεωμέτρης ἄριστος πρὸς ἀμφότερα σκόπει· ἑκάστον τούτων δ' ἐκμετρῶν καὶ τὸ ποσὸν γνωρίσας εὑρήσεις τὴν ποσότητα ὅλου τοῦ περιμέτρου. Τύμβον δ' εὑρὼν ἐπίμαχον καὶ θέλων τούτου μέτρον κατανοῆσαι καὶ εὑρεῖν, γνωρίσαι δὲ τοῖς πᾶσιν, ἐκμέτρου τοῦτον γύρωθεν καὶ σχοινισμὸν ἀρίθμει, εἶτα τὸν τροῦλον σταύρωσον σχοινίῳ τῷ τῆς <.....>, καὶ γνῷς καὶ τὸ περίμετρον ὁπόσον τὸ τοῦ τύμβου. Μικρὸν δ' εὑρὼν χωράφιον πάμπαν ἐστενωμένον, ὀργυίαν ἔχον κεφαλὴν καὶ πόδα τρεῖς ὀργυίας, κατ' ἄμφω δὲ τὰ πλάγια τῆς ἀνὰ δέκα σχοίνους {δύο}, ἑκατὸν δὲ τὸ πλάγιον, καὶ οὕτως ἐρωτήσεις. δὶς γὰρ ἑκατὸν διακόσια τὸ μέτρον τοῦ μοδίου, ὀργυῖαι γὰρ διακόσιαι τὸ μέτρον τοῦ μοδίου, λίτρας ἐχούσης ἑκάστης ὀργυίας δὲ καὶ πέντε· λιτρῶν γὰρ τεσσαράκοντα τὸ μόδιον τυγχάνει, ἥμισυ τούτων εἴκοσι, τέταρτον λέγε δέκα, τὸ δ' ὄγδοον πεντάλιτρον ὑπάρχει τοῦ μοδίου. Σταυρὸν δ' εὑρὼν χωράφιον ἔκτεμνε τοῦτο πάλιν, καὶ τὰ τεμάχια μετρῶν τὰ τρία κατ' ἰδίαν εὑρήσεις τὸ περίμετρον τοῦ σταυροτύπου τόπου. ἀλλὰ καὶ ἡμισταύριον ὡς σχηματίζον τόπον ὑποτεμνέσθω καὶ αὐτὸ καὶ οὕτως ἐκμετράσθω. Ἐπεὶ δ' ἐκ μέτρου ἔμαθες τῶν ὀργυιῶν τὰς λίτρας καὶ τούτων αὖθις μοδισμόν, ποσότητα τοῦ τόπου, μάθε καὶ τὸ περίμετρον κτήματος ὁλοκλήρου. ἀπάρξου γράφε καθεξῆς τὰ σύνορα τοιῶσδε. ἀρχὴν λαβὼν ἀνατολῆς ἄπεισιν ὡς πρὸς δύσιν, καταλιμπάνον δεξιὰ τὰ δίκαια τοῦ δεῖνα, ἐν οἷς καὶ δένδρον ἵσταται, ἐλαία ἢ μυρσίνη <ἢ> ἔλατος ἢ πλάτανος, ἢ ποταμὸς ἢ ῥύαξ· ἄχρι δὲ τούτου εὔρηνται σχοινία δεκαπέντε. κλίνει δ' αὖθις, ἀνέρχεται ὡς πρὸς τὴν μεσημβρίαν, καταλιμπάνον δεξιὰ χωράφια τοῦ δεῖνα, καὶ κατ' εὐθεῖαν ἄπεισιν ἄχρι τοῦ τῇδε τόπου, ἐν ᾧ λαυρᾶτον ἵσταται λίθινον, κεχωσμένον, ἔχον σταυρὸν ἢ γράμματα ἢ γνώρισμα τοιόνδε· ἐν ᾧ καὶ τέλος εἴληφε τὰ ἑκατὸν σχοινία. στρέφεται πρὸς ἀνατολάς, κρατεῖ τὸν †δρόμον† δρόμον, τὸν δρόμον τὸν ἐρχόμενον ἀπὸ τοῦ δεῖνα