15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
κατεδέξατο· σὺ δὲ καὶ μᾶλλον ἀφορμὴν τοῦτο ὕβρεως εὕρηκας, ὥσπερ φρενίτης ἄρρωστος τὸν θεραπευτὴν καταιτιώμενος ἢ καὶ μαστίζων, ὅτι χειρίζεται τὰς πλη γὰς καὶ τοῖς δακτύλοις πιέζει τὸ ἐξοιδοῦν καὶ τὸ νοσοποιοῦν πόρρω τίθησιν αἴτιον. Τὸ δὲ «περιφρονεῖς» διττὴν ἔχον τὴν σημασίαν· κεῖται γὰρ ἐπί τε τῆς ἀθετήσεως καὶ τῆς ἀμυδρᾶς τοῦ νοουμένου φαντασίας καὶ περιδράξεως, ταὐτὸ δηλοῦν τῷ περινοεῖν, ὥς που καὶ ὁ κωμικὸς ἐπὶ τῶν Νεφελῶν ἐχρήσατο τῷ ὀνόματι· «περιφρονεῖ» γάρ φησι «τὸν ἥλιον», ἀντὶ τοῦ λεπτῶς καὶ ἀμυδρῶς νοεῖ. οὐδὲν οὖν ἄτοπον κἀνταῦθα ἐπὶ τῆς τοιαύτης σημασίας τὴν περιφρόνησιν ἐννοῆσαι, ὡς, δέον θαυμάσαι τὸν πλοῦτον τῆς τοῦ θεοῦ ἀγαθότητος, ὅτι «κλίνας οὐρανοὺς καταβέβηκε» δι' ἡμᾶς, καὶ μέχρι τοῦ θαύματος στῆναι καὶ τῆς ἐκπλήξεως, σὺ δ' ὥσπερ τινὰ ὕφεσιν πεποιηκότος τοῦ σώματος ὡσανεὶ περιφρονεῖν ἄρχῃ ἐντεῦθεν τὴν τούτου θεότητα καὶ εἰκασίαν τινὰ λαμβάνειν λεπτήν, ὥσπερ οἱ ὀφθαλμιῶντες, ἔπειτα καθ' ὑδά των ὁρῶντες τὸν ἥλιον.
«∆ιὰ τοῦτο» φησί «περιφρονεῖς θεότητα, ὅτι τὴν σὴν παχύτητα κατ εδέξατο, διὰ μέσου νοὸς ὁμιλήσας σαρκί, καὶ γενόμενος ἄνθρωπος ὁ κάτω θεός, ἐπειδὴ συνανεκράθη θεῷ, καὶ γέγονεν εἷς, τοῦ κρείττονος ἐκνική σαντος, ἵνα γένωμαι τοσοῦτον θεὸς ὅσον ἐκεῖνος ἄνθρωπος». ὡμίλησε γὰρ ἡμῖν ὁ θεὸς πῇ μὲν ἀμέσως, πῇ δὲ διὰ μέσου τινός. εἰ μὲν γὰρ τὸ ἡμῖν ἐφ' ὅλης ἡμῶν λήψῃ τῆς ὑποστάσεως, σώματός φημι καὶ ψυχῆς, ἀμέσως ὡμίλησεν· εἰ δὲ ἐπὶ μόνου τοῦ σώματος, διὰ μέσης ψυχῆς ἢ νοῦ. τοῦτο δὲ τὸ δόγμα Ἑλλήνων παῖδες πρῶτοι ἐφευρήκασι, γενικῶς αὐτῷ ἐπὶ πά σης συναφῆς τῶν ἑτεροφυῶν προσχρώμενοι, οὐκ ἐπὶ σωμάτων μόνον καὶ ἀσωμάτων, ἀλλὰ καὶ ἐπὶ σωμάτων μόνων καὶ ἐπὶ ἀσωμάτων ἁπλῶς. οἷόν τί φημι, συνῆφθαί φαμεν τὰ στοιχεῖα τοῦ κόσμου πρὸς ἄλληλα· σωματικὰ δὲ πάντα, ἐπεὶ καὶ διαστατά, ἀλλὰ τὸ μὲν πῦρ θερμὸν καὶ ξη ρόν, τὸ δὲ ὕδωρ ψυχρὸν καὶ ὑγρόν, ἐναντίαι δ' αὗται ποιότητες, τὰ δ' ἐναντία τοῖς ἐναντίοις ἄμικτα. πῶς οὖν, τῶν ἐν τοῖς στοιχείοις ποιοτή των ἐναντιουμένων, ἡ πρὸς ἄλληλα τούτων μίξις ἐγένετο; διὰ τοῦτο μέσον αὐτοῖν τὸν ἀέρα τιθέασι, θερμὸν τυγχάνοντα καὶ ὑγρόν, καὶ τῇ μὲν ὑγρότητι τὸ ὕδωρ οἰκειούμενον, τῇ δὲ θερμότητι τῷ πυρὶ συγκεραννύμε νον, καὶ οὕτως διὰ μέσου τούτων ἡ τῶν διεστώτων συνάφεια γίνεται. Οὕτω μὲν οὖν ἐπὶ τῶν σωμάτων ἡ μεσότης εὑρίσκεται· ἀλλὰ καὶ ἐπὶ τῶν ἀσωμάτων. καὶ ἵνα τοὺς Ἑλλήνων παρῶμεν λόγους (μὴ γὰρ δὴ δεη θείη τούτων ἡ ἐκκλησία εἰς σύστασιν τῶν οἰκείων δογμάτων), ἐκ τῶν ∆ιονυσίῳ τῷ πάνυ θεολογουμένων τὰς πίστεις ληψόμεθα. τὰς γὰρ τῶν ἀσωμάτων τάξεις διελόμενος ὁ μέγας οὗτος ἀνὴρ ἀπὸ τῶν σεραφὶμ ἄχρι τῆς ἀγγελικῆς ὑποστάσεως, τοὺς μὲν περὶ θεὸν ἀεὶ τίθεται εἶναι, τὰς δὲ καὶ ἡμῖν ὁμιλεῖν, καταπεμπομένας παρὰ θεοῦ «διὰ τοὺς μέλλοντας κληρονομεῖν βασιλείαν». ἀλλ' οἱ μὲν σεραφὶμ ἀμέσως παρὰ θεοῦ τὰς ἐλλάμψεις δέχονται, ἄγγελοι δὲ προσεχῶς μὲν παρὰ τῶν ἀρχαγγέλων, ὑπερκειμένως δὲ παρὰ τῶν σεραφίμ, καὶ ἔτι πορρωτάτω παρὰ τοῦ θεοῦ, καὶ οὕτως τὰ διεστῶτα συνάπτεται τῇ πρὸς ἄμφω τοῦ μεσιτεύοντος οἰκειότητι. εἰ δὲ ἐπὶ σωμάτων μόνων καὶ ἀσωμάτων ἁπλῶς μεσότητες, πόσῳ γε μᾶλλον ἐπὶ συναφῆς σωμάτων καὶ ἀσωμάτων. διὰ ταῦτα καὶ ὁ πρῶτος λόγος, ὁ ἁπλοῦς, ὁ ἀσύνθετος, οὐκ ἀμέσως τῷ παχεῖ ἡμῶν ὡμίλησε σώματι (πῶς γὰρ ἂν συναφθείη τὰ πάντῃ διεστηκότα;), ἀλλ' ἐπειδὴ ὁ ἡμέτερος νοῦς μέσος ἐστὶ σώματος καὶ θεοῦ, τοῦ μὲν λεπτότερος, ἐκείνου δὲ πῶς ἂν παχύτερος εἴποιμι συγκριτικῶς, ὁ τὸ ἡμέτερον προσλαβόμενος διὰ μέσου τοῦ νοῦ τὴν ἡμετέραν σάρκα προσείληφεν, οὕτως «ὁμιλήσας» ἡμῖν, «καὶ γενόμενος ἄνθρωπος ὁ κάτω θεός, ἐπειδὴ συνανεκράθη θεῷ». τοῦτο δὲ τῶν λίαν ἀπορουμένων ἐστὶ καὶ σχεδὸν ἀλύτων· ὅθεν τινὲς τὸ ῥητὸν μὴ νοήσαντες ὑποστίζουσιν εἰς τὸ κάτω καὶ ἀναγινώσκουσιν οὕτως·