1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

 309

 310

 311

 312

 313

 314

 315

 316

 317

 318

 319

 320

 321

 322

 323

 324

 325

 326

 327

 328

 329

 330

134

με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ σὺ, ὁ Θεὸς, ὁ ἀπωσάμενος ἡμᾶς;" [Οὐδὲ γὰρ ἦν ἑτέρου τῆς τοιαύτης ἡμᾶς ἀξιῶσαι προμηθείας.] Πόλιν πε ριοχῆς τὴν Ἱερουσαλὴμ καλεῖ. Ταύτην ὁ Σύμμα χος πεφραγμένην ἡρμήνευσεν. Ἐπειδὴ γὰρ ἀνά στατος ἐγεγόνει, καὶ ἐστέρητο τῶν τειχῶν, μετὰ 80.1324 δὲ τὴν ἐπάνοδον, τοὺς οἰκείους ἀπέλαβε περιβόλους, ἰδεῖν αὐτὴν ὁ προφήτης τετειχισμένην ποθεῖ, καὶ ἕως Ἰδουμαίας ὡς βασιλεὺς δραμεῖν, καὶ ἰδεῖν τοὺς ἀεὶ δυσμενεῖς δουλεύειν ἠναγκασμένους. Ταῦτα δὲ, φησὶ, σὺ δράσον, Κύριε, ὁ ἀπωσάμενος ἡμᾶς, καὶ τῇ τῶν Βαβυλωνίων παραδοὺς δυναστείᾳ· οὕτως τὰ ἀγαθὰ προθεσπίσας, ὑπὲρ τῶν ἀνιαρῶν ἱκετεύει. "Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν." Ὁρᾷς ἡμᾶς, φησὶν, οὕτω πικρῶς πολεμουμένους, καὶ οὐ στρατηγεῖς, οὐδὲ ἀριστεύεις συνήθως. [∆ιὰ δὴ ταῦτα] ιγʹ. "∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου." Τὸν καί σύνδεσμον ἀναλλάξας ὁ Σύμμαχος, σαφέστερον τὴν ἑρμηνείαν εἰργάσατο. Ἔφη δὲ οὕτως· ∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως· ματαία γὰρ σωτηρία ἀνθρώπου. Ἐπάμυνον, φησὶν, διακειμένοις κακῶς· σοὶ γὰρ μόνῳ δυνατὸν διαλῦ σαι τὰς συμφοράς· αἱ δὲ τῶν ἀνθρώπων ἐπικουρίαι, σοῦ μὴ ὄντος, μάταιοι. ∆ιὸ εἰκότως ἐπήγα γεν· ιδʹ. "Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν." [Ἀντὶ τοῦ, ἐπ' αὐτὸν ἐπιστρέψωμεν, καὶ αὐτῷ λατρεύσαν τες κηδεμόνα αὐτὸν ὁρισώμεθα.] "Καὶ αὐτὸς ἐξου δενώσει τοὺς θλίβοντας ἡμᾶς." Τὴν αὐτοῦ, φησὶν, ἐπικαλεσώμεθα πρόνοιαν, καὶ ταύτῃ θαῤῥήσωμεν· αὕτη γὰρ ἀρκεῖ μόνη λῦσαι τὰ χαλεπὰ, καὶ τῶν πολεμούντων ἡμῖν καταλῦσαι τὴν δυναστείαν.

ΕΡΜΗΝ. ΤΟΥ Ξʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ἐν ὕμνοις τῷ ∆αβίδ." Τῷ τέλει τοῦ προγεγραμμένου ψαλμοῦ

ἀκολουθεῖ τοῦδε τοῦ ψαλμοῦ τὸ προοίμιον. Εἰρηκὼς γὰρ, "Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς," διδάσκει τὸν ἐν τῇ αἰχμαλωσίᾳ λαὸν, ὁποίαν προσήκει προσενεγκεῖν τῷ Θεῷ προσ ευχήν. [Προλέγει δὲ καὶ τοῦ ∆εσπότου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν τὴν δι' ἡμᾶς οἰκονομίαν καὶ τὴν ἐπι στροφὴν τοῦ ἐξ ἐθνῶν λαοῦ.] βʹ. "Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου· πρό σχες τῇ προσευχῇ μου." ∆έξαι μου, φησὶν, τὴν ἱκε τείαν, ὦ ∆έσποτα, καὶ εὐμενῶς ἄκουσον τῶν τῆς προσευχῆς μου ῥημάτων. [Ταῦτα δὲ δικαίως εἴ ποι καὶ πᾶς ὅστις ἂν τῶν ἀνθρώπων περιστάσει πε ριπέσοι· διὰ τούτων ἀντιβολῶν δεκτὴν γενέσθαι τὴν ἱκετείαν καὶ τῆς ἐκεῖθεν προμηθείας ἀξιοῦσθαι.] Εἶτα διδάσκει τίνες οἱ εὐχόμενοι. γʹ. "Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέ κραξα." Ἐπειδὴ γὰρ πολλοῖς σταθμοῖς ἡ Βαβυ λὼν τῆς Παλαιστίνης ἀφέστηκε, τὰς ἐσχατιὰς ὑπ ελάμβανον τῆς οἰκουμένης οἰκεῖν οἱ ἐξανδραποδι 80.1325 σθέντες, κἀκείνην ἠναγκασμένοι τὴν γῆν οἰκεῖν. "Ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου ἐν πέτρᾳ ὕψω σάς με." Ἱκετεύω δέ σε τῆς παρὰ σοῦ ψυχαγω γίας τυχεῖν. Ὀδυνώμενος γὰρ, καὶ τὰς ἐπικειμέ νας ὀλοφυρόμενος συμφορὰς, τῆς σῆς ἐπικουρίας ἀπήλαυσα, καὶ τῶν πολεμίων ὑπέρτερος ἐγενόμην. [Εἴρηται δὲ τοῦτο ἐκ προσώπου μὲν τῶν ἀνδρα ποδισθέντων ἀπὸ τῆς Ἱερουσαλὴμ ἐν τῇ Βαβυλῶνι καὶ τυχόντων τῆς ἀνακλήσεως· ἁρμόττει δὲ καὶ ἑκά στῳ τῷ διὰ μετανοίας τὴν ἑαυτοῦ πραγματευομένῳ σωτηρίαν, καὶ μηκέτι περὶ τῆς ἀτραποῦ βαδίζοντι, ἀλλὰ τὴν μόνην καὶ ἀκλινῆ βαδίζοντι ὁδόν· καὶ δῆ λον διὰ τῶν ἑξῆς.] "Ὡδήγησάς με. [δʹ.] Ὅτι ἐγενήθης ἐλπίς μου· πύργος ἰσχύος, ἀπὸ προσώπου ἐχθροῦ." Τῆς σῆς προνοίας μετασχεῖν ἐλπίσας, οὐ διήμαρτον τῆς ἐλ πίδος· ἐγένου γάρ μου καὶ ποδηγὸς, καὶ πύργος ἰσχυρός. ∆ιὰ γὰρ τῆς σῆς κηδεμονίας τὰς τῶν ἐχθρῶν ἐπιβουλὰς διαδρὰς, τεύξομαι τῆς ἐπαν όδου. εʹ. "Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας· σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου." Σκήνωμα τοῦ Θεοῦ τὴν Ἱερουσαλὴμ ὀνομά ζει. Ἐν ἐκείνῃ γὰρ ἐποιεῖτο τὴν πρὸς αὐτοὺς ἐπι φάνειαν. Λέγει τοίνυν, ὅτι Τῆς ἐπανόδου τετυχηκὼς, ἐνδελεχῶς τῷ σῷ προσεδρεύσω νεῷ, καὶ τῆς