134
Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ϛʹ. ϛʹ. Τούτῳ τῷ ἔτει, ἰνδικτιῶνος γʹ, μηνὶ Μαρτίῳ, ἀναλαβὼν τὰς δυνάμεις ὁ Πρίσκος ἐπὶ τὴν Σιγγιδόνα παραγίνεται. ὁ δὲ Χαγάνος συναθροίσας τὴν ἑαυτοῦ δύναμιν ἄφνω τῇ Μυσίᾳ ἐφίσταται καὶ τὴν Τομέαν πόλιν ἐνεχείρει λαβεῖν. διὰ τοῦτο καὶ Πρίσκος τὴν Σιγγιδόνα καταλιπὼν τούτῳ ἐπλησίασεν. τῆς δὲ ἑορτῆς τοῦ πάσχα καταλαβούσης, καὶ τῶν Ῥωμαίων λιμῷ τηκομένων, ἀκηκοὼς ὁ Χαγάνος τῷ Πρίσκῳ ἐδήλου ἁμάξας ἐκπέμψαι πρὸς αὐτόν, ὅπως δαπανήματα ἀποστείλῃ αὐτοῖς, ἵνα μετὰ ἱλαρότητος τὴν ἑαυτῶν ἑορτὴν ἐκπληρώσωσιν. τετρακοσίας τοίνυν ἁμάξας πληρώσας τούτοις ἐξέπεμψεν· ὁμοίως καὶ ὁ Πρίσκος εἴδη τινὰ Ἰνδικὰ ἀντέπεμψε τῷ βαρβάρῳ, πέπερί τε καὶ φύλλον Ἰνδικὸν καὶ κόστον καὶ κασσίαν καὶ ἕτερα τῶν ἐπιζητουμένων, καθεζομένου τοῦ Χαγάνου εἰς τὸ Σέρμιον· καὶ ταῦτα δεξάμενος ἥσθη ἐπ' αὐτοῖς· καὶ μέχρι τοῦ πληρωθῆναι τὴν ἑορτὴν Ῥωμαῖοί τε καὶ οἱ βάρβαροι ἀλλήλοις συνηυλίζοντο, καὶ οὐκ ἦν φόβος ἐν ἑκατέραις δυνάμεσιν· τῆς δὲ ἑορτῆς πληρωθείσης διαχωρίζονται ἀπὸ τῶν Ῥωμαίων οἱ βάρβαροι. ὁ δὲ Μαυρίκιος ἐπὶ συνάρσει δῆθεν τοῦ Πρίσκου Κομεντίολον ἀπέστειλε μετὰ πεζικῆς δυνάμεως. τοῦτο μαθὼν ὁ Χαγάνος ἐπὶ τὴν Μυσίαν κατὰ Κομεντιόλου στρατεύεται ἀπὸ λʹ σημείων τοῦ Κομεντιόλου. ὁ δὲ Κομεντίολος ἐν ἀπορρήτῳ ἄγγελον πρὸς τὸν Χαγάνον ἐξέπεμψεν. φασὶ δέ τινες τὸν Μαυρίκιον ὑποθέσθαι τῷ Κομεντιόλῳ, ὅπως τὸ Ῥωμαϊκὸν στράτευμα παραδώσῃ πολέμοις διὰ τὰς ἀταξίας αὐτῶν. νυκτὸς δὲ μεσούσης 279 ἐκέλευσε τὸν στρατὸν ὁπλίσασθαι, μὴ παραγυμνώσας τοῖς ὄχλοις μέλλειν πόλεμον συστήσασθαι. αὐτοὶ δὲ ὑπειληφότες, ὅτι γυμνασίας ἕνεκεν σιδηροφορεῖν αὐτοὺς ἐκέλευσεν, οὐχ ὡς ἔδει ὡπλίσαντο. ἡμέρας δὲ γενομένης, καὶ τῶν βαρβάρων καταλαβόντων, θρῦλος πολὺς τὸν στρατὸν κατέλαβεν· ὁ δὲ Κομεντίολος τὰς τάξεις ἐτάραττε καὶ αἴτιος αὐτοῖς ἀκαταστασίας ἐγένετο. οὕτω μὲν οὖν οἱ Ῥωμαῖοι πρὸς φυγὴν ἐτρέποντο, οἱ δὲ βάρβαροι ἀστρατήγητον τὸν λαὸν εὑρηκότες ἀνηλεῶς τούτους ἐφόνευον. ὁ δὲ Κομεντίολος ἀσχήμῳ φυγῇ ἐπὶ τὰ ∆ριζίπερα γίνεται· οἱ δὲ τῆς πόλεως ὕβρεσι καὶ λίθοις βάλλοντες αὐτὸν τοῦ ἄστεως ἀποπέμπουσιν. οἱ δὲ βάρβαροι ἐπὶ τὰ ∆ριζίπερα ἐλθόντες τήν τε πόλιν ἐπόρθησαν καὶ τὸν ναὸν τοῦ ἁγίου Ἀλεξάνδρου ἐνέπρησαν, τόν τε τάφον αὐτοῦ ἠργυρωμένον εὑρόντες ἀνοσίως σκυλεύουσιν, καθυβρίσαντες καὶ τὸ σῶμα τοῦ μάρτυρος· καὶ πολλὴν αἰχμαλωσίαν ἐν τῇ Θρᾴκῃ ποιησάμενοι εὐωχοῦντο λαμπρῶς Ῥωμαίων κατεπαιρόμενοι. τοῦ δὲ Κομεντιόλου ἐν Βυζαντίῳ καταλαβόντος, μέγιστος τάραχος καὶ κλύδων τῇ πόλει ἐνέσκηψεν· ὥστε φοβηθέντας βούλεσθαι τὴν Εὐρώπην καταλιπεῖν καὶ πρὸς τὴν Ἀσίαν ἐν Χαλκηδόνι μετοικισθῆναι. ὁ δὲ βασιλεὺς τά τε ἐκσκούβιτα ἀναλαβὼν καὶ ὁπλιτικὸν συλλεξάμενος ὅμιλον τὰ Μακρὰ διεφρούρησε τείχη. οἱ δὲ δῆμοι τὴν πόλιν ἐφύλαττον· καὶ ἡ σύγκλητος παρῄνει τὸν βασιλέα πρεσβείαν πρὸς τὸν Χαγάνον ἐκπέμψαι. ὁ δὲ θεὸς τὴν ἐκδίκησιν τοῦ μάρτυρος Ἀλεξάνδρου ποιούμενος λοιμικὴν νόσον τοῖς βαρβάροις ἔπεμψεν· καὶ ἐν μιᾷ ἡμέρᾳ ἑπτὰ υἱοὺς τοῦ Χαγάνου διὰ πυρετοῦ καὶ βουβῶνος ἀπέκτεινε σὺν πολλοῖς ἄλλοις ὄχλοις· ὥστε ἀντὶ χαρᾶς ἐπινικίου καὶ παιάνων καὶ ᾀσμάτων θρήνους καὶ δάκρυα καὶ πένθη ἀπαρηγόρητα ἔχειν τὸν βάρβαρον. ἡ δὲ σύγκλητος παρεκάλει τὸν καίσαρα πρεσβεῦσαι πρὸς τὸν Χαγάνον. ὁ δὲ βασιλεὺς τὸν Ἁρμάτζωνα ἀπέστειλε μετὰ δώρων πολλῶν πρὸς τὸν Χαγάνον εἰς τὰ ∆ριζίπερα, ὅστις λόγοις ἠπίοις τὸν βάρβαρον ἐκολάκευεν. ὁ δὲ βάρβαρος οὐκ ἠβούλετο τὰ δῶρα δέξασθαι, θρήνῳ 280 ἀσχέτῳ τῶν παίδων κατεχόμενος. ἔφασκε δὲ πρὸς τὸν πρέσβιν· "κρινεῖ ὁ θεὸς ἀναμέσον ἐμοῦ καὶ Μαυρικίου τοῦ αὐτοκράτορος· αὐτὸς γὰρ τὴν εἰρήνην διέλυσεν· ἐγὼ δὲ τοὺς αἰχμαλώτους ἀποδίδωμι αὐτῷ κατὰ ψυχὴν νόμισμα ἓν κομιζόμενος παρ' αὐτοῦ." ὁ δὲ Μαυρίκιος οὐκ ἠνέσχετο δοῦναι· καὶ πάλιν ὁ Χαγάνος ᾐτήσατο ἀνὰ ἡμίσους