1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

135

ἐστὶν πληροφορήσας πρῶτον, περὶ τῶν ἐναργῶς ὑπὸ αὐτοῦ λεγομένων ἀσφαλῶς πιστεύεται καὶ ἀληθὴς ὢν προεπιγνωσθεὶς καί, ὡς ὁ μανθάνων θέλει, ἐξετασθεὶς καὶ ἀνακριθεὶς ἀποκρίνεται-ὁ δὲ ὀπτασίᾳ πιστεύων ἢ ὁράματι καὶ ἐνυπνίῳ ἐπισφαλής ἐστιν· ἀγνοεῖ γὰρ τίνι πιστεύει· ἐνδέ- χεται γὰρ αὐτὸν ἢ δαίμονα κακὸν εἶναι ἢ πνεῦμα πλάνον ἐν τῷ λέγειν ὑποκρινόμενον εἶναι ὃ μή ἐστιν. εἰ δ' ἄρα τις βουληθείη πυνθάνεσθαι τὸ τίς ἂν ᾖ ὁ φανείς, δύναται λέγειν ἑαυτῷ ὃ βούλεται. καὶ οὕτως ὡς πονηρὸς ἀστράψας, μείνας ὅσον θέλει, ἀποσβέννυται, μὴ παραμείνας τῷ πυνθανο- μένῳ εἰς ἀνάκρισιν ὅσον ἠθέλησεν. διὰ δὲ ἐνυπνίων ὁρῶν τις οὐδὲ πυνθάνε- σθαι δύναται περὶ ὧν βούλεται· οὐ γὰρ ἰδίας ἐξουσίας ἐστὶν ὁ λογισμὸς τοῦ κοιμωμένου. ἔνθεν γοῦν πολλὰ ἡμεῖς ὕπαρ ἐπιθυμοῦντες μαθεῖν κατ' ὄναρ περὶ ἑτέρων πυνθανόμεθα, ἢ καὶ μὴ πυνθανόμενοι περὶ τῶν μὴ διαφερόντων ἡμῖν ἀκούομεν, καὶ διυπνισθέντες ἀθυμοῦμεν, ὅτι περὶ ὧν ἐπεθυμοῦμεν μαθεῖν οὔτε ἠκούσαμεν οὔτε ἐξητάσαμεν. καὶ ὁ Σίμων ἔφη· Eἰ φὴς τὰς ὀπτασίας μὴ πάντως ἀληθεύειν, ἀλλ' οὖν γε τὰ ὁράματα καὶ τὰ ἐνύπνια θεόπεμπτα ὄντα οὐ ψεύδεται, περὶ ὧν ἂν εἰπεῖν θέλῃ. καὶ ὁ Πέτρος ἔφη· Ὀρθῶς ἔφης ὅτι θεόπεμπτα ὄντα οὐ ψεύδε- ται. ἄδηλον δὲ εἰ ὁ ἰδὼν θεόπεμπτον ἑώρακεν ὄνειρον. καὶ ὁ Σίμων· Ἐὰν ᾖ ὁ ἑωρακὼς δίκαιος, ἀληθὲς ἑώρακεν. καὶ ὁ Πέτρος· Ὀρθῶς ἔφης. τίς δὲ δίκαιος, εἰ ὁράματος χρῄζει, ἵνα μάθῃ ἃ δεῖ μαθεῖν καὶ ποιῇ ἃ δεῖ ποιεῖν; καὶ ὁ Σίμων· Τοῦτό μοι δὸς ὅτι μόνος ὁ δίκαιος ὅραμα ἀληθὲς ἰδεῖν δύναται, καὶ ἀποκρίνομαί σοι εἰς αὐτό. ἐμοὶ γὰρ κέκριται ὅτι ἀσεβὴς ἀληθῆ ὄνειρον οὐχ ὁρᾷ. καὶ ὁ Πέτρος· Τοῦτο ψεῦδός ἐστιν, καὶ περὶ τούτου ἀγράφως καὶ ἐγγράφως ἀποδεῖξαι δύναμαι, πεῖσαι δὲ οὐκ ἐπαγγέλλομαι. ὁ γὰρ πρὸς ἔρωτα μοχθηρᾶς νεύσας γυναικὸς εἰς ἑτέρας κατὰ πάντα καλῆς συμβίωσιν νόμιμον τὸν ἑαυτοῦ οὐ μετατίθησι νοῦν· ἐνίοτε καὶ ἑαυτοῖς συνειδότες τὴν κρείττονα, προειλημμένοι ἀγαπῶσιν τὴν χείρονα. τοιοῦτόν τι καὶ σὺ πάσχων ἀγνοεῖς. καὶ ὁ Σίμων ἔφη· Παρ- ελόμενος ταῦτα, εἰς ἃ ἐπηγγείλω, λέγε. ἐμοὶ γὰρ ἀδύνατον εἶναι δοκεῖ ἀσεβεῖς ἀνθρώπους ὑπὸ θεοῦ ρδήποτε ὀνειροπολεῖσθαι τρόπῳ. καὶ ὁ Πέτρος ἔφη· Μέμνημαι ἐμαυτοῦ ὡς ἐπηγγειλάμην δεῖξαι καὶ ἀγράφως καὶ ἐγγράφως περὶ τούτου τὴν ἀπόδειξιν παρέχειν. καὶ νῦν λέγοντος ἄκουε. ἴσμεν πολλούς-εἴ γε εὐγνωμονεῖς, ἐπεί γε τοὺς παρεστῶτας κριτὰς ἔχω-εἴδωλα σέβοντας καὶ μοιχεύοντας καὶ κατὰ πάντα ἁμαρτάνοντας ὁράματα καὶ ἀληθεῖς ὀνείρους ὁρῶντας, ἐνίους δὲ καὶ δαιμόνων ὀπτασίας. τὴν γὰρ ἄσαρκον ἰδέαν οὐ λέγω δύνασθαι πατρὸς ἢ υἱοῦ ἰδεῖν διὰ τὸ με- γίστῳ φωτὶ καταυγάζεσθαι τοὺς θνητῶν ὀφθαλμούς. ὅθεν τὸ μὴ ὁραθῆναι τῷ εἰς σάρκα τετραμμένῳ ἀνθρώπῳ οὐ φθονοῦντός ἐστιν θεοῦ, ἀλλ' ἐλεῶν- τος. ὁ γὰρ ἰδὼν ζῆν οὐ δύναται. ἡ γὰρ ὑπερβολὴ τοῦ φωτὸς τὴν τοῦ ὁρῶν- τος ἐκλύει σάρκα, ἐκτὸς εἰ μὴ θεοῦ ἀπορρήτῳ δυνάμει ἡ σὰρξ εἰς φύσιν τραπῇ φωτός, ἵνα φῶς ἰδεῖν δυνηθῇ-ἢ ἡ τοῦ φωτὸς οὐσία εἰς σάρκα τραπῇ, ἵνα ὑπὸ σαρκὸς ὁραθῆναι δυνηθῇ· τὸ γὰρ ἀτρέπτως πατέρα ἰδεῖν υἱοῦ μόνου ἐστίν. δίκαιοι δὲ οὐχ ὁμοίως· ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν, ὅταν τραπέντες εἰς φῶς τὰ σώματα ἰσάγγελοι γένωνται, τότε ἰδεῖν δυ-