Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. (A f. 320 b, E f. 114 b. Κυρίλλου καὶ τοῦ Νύσσης.) Λέγει δὲ ταῦτα ψυχὴ οὖσα μὲν ἐν γῇ ἐρήμῳ διδα σκαλίας ὑγιαινούσης, ζητοῦσα δὲ θείαν ἐπιῤῥοήν· δύ ναται δὲ λέγειν τὸ, Ἐδίψησέ σε ἡ ψυχή μου, καὶ ἡ σάρξ μου, καὶ ὅστις ὑποτάξει τὴν σάρκα τῷ πνεύ ματι καὶ συμφωνοῦσαν τῇ ψυχῇ ἀπεργάσεται, ἔρη μον οὖσαν παθῶν καὶ ἄβατον αὐτοῖς καὶ ἄνυδρον, εἴ 69.1121 τουν τῆς λαγνείας ἀπηλλαγμένην καὶ τῆς μιαρᾶς ῥεύσεως καὶ τῆς κατὰ ἡδονὰς ὑγρότητος. Ὅταν οὗν καὶ ἡμεῖς κατανεκρώσωμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τότε ἐροῦμεν ἐκ παῤῥησίας τὰ τοῦ ∆αβίδ· "Οὕτως ἐν τῷ ἁγίῳ," καὶ τὰ ἑξῆς. Ἢ διψῶν καὶ ἐπιποθῶν τὴν περὶ τὸν ἅγιόν σου συνάφειαν. Τίς δὲ ὁ ἅγιος, ἢ ὁ μονογενής σου Υἱός; Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς. (A f. 321, E f. 114 b.) Οἱ τῷ ἐλέῳ προσελθόντες Θεοῦ, τουτέστι Χριστοῦ, οὐδὲν ἡγούμενοι τοῦ παρόν τος βίου τὴν ζωὴν, τὴν τοιαύτην ἀναφθέγγονται φω νήν· ὑπὲρ πλῆθος ζωῆς τῆς παρούσης δηλονότι λέγοντες εἶναι τὸ δεδομένον αὐτοῖς παρὰ τοῦ Μονο γενοῦς ἔλεος. Ἢ ἔλεος μὲν ὀνομάζει τὴν ἐν Χριστῷ σωτηρίαν· ζωὰς δὲ τὸν νόμον, ἤτοι τῆς κατὰ νόμον πολιτείας τὴν ὁδόν. Μεῖζον τοίνυν, φησὶν, ὑπὲρ ζωὰς τὸ ἔλεός σου. Τὰ χείλη μου ἐπαινέσουσί σε, οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου. (A f. 321.) Καρπὸν χειλέων τὴν ὑμνῳδίαν ἐπαγ γέλλεται, καὶ τὸν Θεὸν οὐ μόνον στόματι εὐλογεῖν συντίθεται, ἀλλὰ καὶ διὰ τῆς ζωῆς τοῦτο ποιεῖν, τουτέστι δι' ἐναρέτου πολιτείας δοξάζειν αὐτόν· καί φησιν, ὅτι Οὐ πρὸς Θεὸν ἀλλότριον τὰς χεῖρας ἐκτενῶ, ἀλλ' ἢ σοὶ μόνῳ, καὶ τὸ σὸν ἐπικαλούμενος ἐν προσ ευχαῖς ὄνομα, οὐκ αἰτήσω παρά τινος αἴτημα τῶν ψευδωνύμων θεῶν· σοὶ δὲ τῷ κατὰ φύσιν ὄντι Θεῷ προσκομιῶ τὰς λιτάς. Καύχημα δὲ τοῦτο ἀξιοπρε πὲς καὶ ἐξαίρετον, τὸ μόνον εἰδέναι τὸν τῶν ὅλων Θεὸν, καὶ αὐτῷ προσκομίζειν τὰς προσευχάς. Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. (A f. 321). ∆είκνυσιν πόσον τὸ κέρδος τῶν ἐπ' αὐτῷ μόνῳ τὰς ἐλπίδας ἐχόντων. Ὥσπερ γὰρ τὸ σῶμα τοῖς ἐστεατωμένοις ὅ ἐστι τοῖς λιπαροῖς ὄψοις πιαίνεται μᾶλλον, οὕτως ἡ ψυχὴ τῇ δαψιλεῖ χορηγίᾳ τοῦ Πνεύ ματος καὶ τῇ εὐφροσύνῃ, ἧς ἐμπλησθῆναι ὁ προφή της εὔχεται, ἵνα ἐν χείλει ἀγαλλιάσεως αἰνέσῃ τὸν Κύριον, τῆς πνευματικῆς τροφῆς κορεσθείς. Ὅτε γὰρ, φησὶ, τοῦ σοῦ ἐν μνήμῃ ὀνόματος γένωμαι, τότε δὴ, τότε χαρᾶς πληροῦται τὸ στόμα μου. Ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. D f. 15, G f. 32 b.) Τὴν φρουρητικὴν δύναμιν τοῦ Θεοῦ σημαίνει ἢ τὴν Παλαιὰν καὶ τὴν Νέαν. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου. (A f. 321 b, E f. 115.) Κόλλησιν ὀνομάζει τὸ οἱονεί πως πεπηγὸς φρόνημα, καὶ τὸ ἐκτενὲς εἰς ἀρετὴν, καὶ τὸ ἀδιάσπαστον εἰς ἀγάπην. Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· "Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;" Ὅταν δέ τις τῷ καθαρῷ συναφθείη διὰ καθάρσεως, ὑπὸ τῆς ἐκείνου λοιπὸν ἄγεται δεξιᾶς, τουτέστι Χριστοῦ· αὐτὸς γάρ ἐστιν ἡ δεξιὰ τοῦ Θεοῦ, δι' ἧς τὰ πάντα κατορθοῖ καὶ πάντα ἐργάζεται. 69.1124 Ἐκεῖνος δὲ δύναται κολληθῆναι τῷ Κυρίῳ, ὁ ἐπ' αὐτὸ φθάσας τὸ τῆς μακαριότητος τέλος· ὃς καὶ ἀκούει παρὰ Θεοῦ· "Σὺ δὲ αὐτοῦ στῆθι μετ' ἐμοῦ." Εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς. (A f. 322.) Κατακράζει λοιπὸν τῶν ἀντικειμένων δυνάμεων δι' ἢν ὑπέμεινε βίαν, εὐχόμενος ταῖς αἰω νίαις αὐτοὺς παραδοθῆναι κολάσεσιν· ἢ καὶ προφη τεύει ὅτι στραφήσεται ἐπὶ τοὺς ἐχθροὺς ἃ κατ' αὐτοῦ ἐμηχανήσαντο, θάνατος, καὶ ἡ εἰς ᾅδου κατάβασις. καὶ ξίφος ὅπερ ἤραντο κατ' αὐτοῦ, καὶ θηρίων ἅλωσις. Παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται. (A f. 322, B f. 259, C f. 132, E f. 115 b, H f. 79.) Τὴν ἐκεῖ δὲ τιμωρίαν ἡ ῥομφαία δηλοῖ· ταύτης δὲ χεῖρας ἢ τοὺς ὑπ' αὐτῆς πόνους, ἢ τοὺς ὑπηρετοῦν τας αὐδῇ, σκεύη λεγομένους ὀργῆς· καὶ διὰ τὴν πο νηρίαν αἱ πονηραὶ δυνάμεις ἀλώπεκες λέγονται· με ρίζονται γὰρ τὰς τῶν ἀσθενεστέρων ψυχὰς αἱ ἀλώ πεκες αἱ νοηταὶ, αἱ νεκροῖς καὶ ὀδωδόσι τρεφόμεναι σώμασι, τουτέστι τὰ πονηρὰ καὶ δυστροπώτατα πνεύ ματα. Πανοῦργον γὰρ καὶ ἀκάθαρτον οὖσα θηρίον ἡ ἀλώπηξ, εἰς εἰκόνα τῶν ἀκαθάρτων τῆς πονηρίας πνευμάτων λαμβάνεται, ὑφ' ὧν