135
κατὰ αἰτίαν ἔξωθεν ἀναγκαίαν ἐγίνετο. ἀλλ' οὕτως τέλεον ἡ παρ' ἡμᾶς ἐξουσιαστικὴ δύναμις ἀναιρεῖται καὶ οὐκέτι σῴζοιτο ἂν θοἰμάτιον παρὰ τὴν αἰτίαν τὴν ἐμὴν ἢ ἀπολλύοιτο· διὸ καὶ εἴην ἂν ἐγὼ καὶ ἀπολλυμένου τούτου κατὰ λόγον ἀνεπιτίμητος ἄλλη γὰρ αὐτό τις ἀπώλλυεν αἰτία καὶ σῳζομένου πάλιν οὐδαμῶς ἐπαινούμενος, ὅτι μηδὲ τοῦτο εἰργαζόμην ἐγώ. σὺ δὲ ὡς σῶσαι πάντα δυνάμενος οὕτως ἀνετείνου τῷ λόγῳ.» 6.8.39 Ταῦτα μὲν ὁ προδηλωθεὶς ἀνήρ. συνήφθω δὲ τούτοις καὶ τὰ ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ Ἀφροδισιέως, ἀνδρὸς εὖ μάλα διαφανοῦς ἐν τοῖς κατὰ φιλοσοφίαν λόγοις, ὃς καὶ αὐτὸς ἐν τοῖς Περὶ εἱμαρμένης τοιαῖσδ' ἐχρήσατο φωναῖς εἰς ἀνασκευὴν τοῦ δόγματος· 6.9.1 θʹ.
ΕΤΙ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ· ΑΠΟ ΤΩΝ ΑΛΕΞΑΝ∆ΡΟΥ ΤΟΥ ΑΦΡΟ∆ΙΣΙΕΩΣ
«∆ιαιρεῖται δὴ τὰ τῶν γινομένων αἴτια εἰς τρόπους αἰτιῶν τέσσαρας, καθὼς ὁ θεῖος Ἀριστοτέλης δέδειχε. τῶν γὰρ αἰτίων τὰ μέν ἐστι ποιητικά, τὰ δὲ ὕλης ἐπέχει λόγον· ἔστι δέ τις ἐν αὐτοῖς καὶ ἡ κατὰ τὸ εἶδος αἰτία· παρὰ δὲ τὰς τρεῖς ταύτας αἰτίας ἐστὶν ἐν αὐτοῖς αἴτιον καὶ τέλος, οὗ χάριν τὸ γινό6.9.2 μενον γίνεται. καὶ τοσαῦται μὲν αἱ τῶν αἰτίων διαφοραί· ὅ τι γὰρ ἂν αἴτιον ᾖ τινος, ὑπό τι τούτων τῶν αἰτίων ὂν εὑρεθήσεται. καὶ γὰρ εἰ μὴ πάντα τὰ γινόμενα τοσούτων αἰτίων δεῖται, ἀλλὰ τά γε πλείστων δεόμενα οὐχ ὑπερβαίνει 6.9.3 τὸν εἰρημένον ἀριθμόν. γνωριμωτέρα δ' ἂν αὐτῶν ἡ διαφορὰ γένοιτο, εἰ ἐπὶ παραδείγματός τινος τῶν γινομένων ὁραθείη. ἔστω δὴ ἐπ' ἀνδριάντος ἡμῖν ἡ τῶν αἰτίων δεικνυμένη διαίρεσις. τοῦ δὴ ἀνδριάντος ὡς μὲν ποιητικὸν αἴτιον ὁ ποιήσας τεχνίτης, ὃν ἀνδριαντοποιὸν καλοῦμεν, ὡς δὲ ὕλη ὁ ὑποκείμενος χαλκὸς ἢ λίθος ἢ ὅ τι ἂν ᾖ τὸ ὑπὸ τοῦ τεχνίτου σχηματιζόμενον κατὰ τὴν τέχνην· αἴτιον γὰρ καὶ τοῦτο τοῦ γεγονέναι τε καὶ εἶναι τὸν ἀνδριάντα. 6.9.4 ἔστι δὲ καὶ τὸ εἶδος τὸ ἐν τῷ ὑποκειμένῳ τούτῳ γενόμενον ὑπὸ τοῦ τεχνίτου καὶ αὐτὸ τοῦ ἀνδριάντος αἴτιον, δι' ὃ εἶδός ἐστι δισκεύων ἢ ἀκοντίζων ἢ ἐπ' ἄλ6.9.5 λου τινὸς ὡρισμένου σχήματος. οὐ μόνον δὲ ταῦτα τῆς τοῦ ἀνδριάντος γενέσεως αἴτια, ἀλλ' ἔστιν οὐδενὸς τῶν αἰτίων τῆς γενέσεως αὐτοῦ δεύτερον τὸ τέλος, οὗ χάριν γέγονε, τουτέστιν ἢ τιμή τινος ἢ εἰς θεὸν εὐσέβειά τις. ἄνευ γὰρ τῆς 6.9.6 τοιαύτης αἰτίας οὐδ' ἂν τὴν ἀρχὴν ὁ ἀνδριὰς ἐγένετο. ὄντων τοίνυν τοσούτων τῶν αἰτίων καὶ τὴν πρὸς ἄλληλα διαφορὰν ἐχόντων γνώριμον, τὴν εἱμαρμένην ἐν τοῖς ποιητικοῖς αἰτίοις δικαίως ἂν καταριθμοῖμεν, ἀναλογίαν σῴζουσαν πρὸς τὰ γινόμενα κατ' αὐτὴν τῇ τοῦ ἀνδριάντος δημιουργῷ τέχνῃ. 6.9.7 Τούτου δ' οὕτως ἔχοντος ἀκόλουθον ἂν εἴη περὶ τῶν ποιητικῶν αἰτίων ποιήσασθαι τὸν λόγον· οὕτως γὰρ ἔσται γνώριμον εἴτε πάντων τῶν γινομένων χρὴ τὴν εἱμαρμένην αἰτιᾶσθαι εἴτε δὴ καὶ ἄλλοις τισὶ παρὰ τήνδε συγχω6.9.8 ρεῖν, ὡς οὖσι ποιητικοῖς τινων αἰτίοις. ἁπάντων δὴ τῶν γινομένων Ἀριστοτέλης ποιούμενος τὴν διαίρεσιν τὰ μὲν αὐτῶν τινὸς χάριν γίνεσθαι λέγει, σκοπόν τινα καὶ τέλος τῶν γινομένων προκείμενον ἔχοντος τοῦ ποιοῦντος αὐτά, τὰ δὲ οὐδενός, ὅσα οὐ κατὰ πρόθεσίν τινα τοῦ ποιοῦντος γίνεται οὐδ' ἐπὶ τέλος ὡρισμένον ἔχει τὴν ἀναφοράν, τοιαῦτα οἷόν ἐστι καρφῶν τέ τινων διακρατήσεις καὶ περιστροφαὶ καὶ τριχῶν ἐπαφαί τε καὶ ἐκτάσεις καὶ ὅσα τούτοις ὁμοίως 6.9.9 γίνεται. ὅτι μὲν γὰρ γίνεται καὶ αὐτὰ γνώριμον· οὐ μὴν ἔχει τὴν κατὰ τὸ τέλος καὶ τὴν οὗ χάριν αἰτίαν. τὰ μὲν οὖν οὕτως γινόμενα ἀσκόπως καὶ ἁπλῶς 6.9.10 γινόμενα οὐδεμίαν εὔλογον ἔχει διαίρεσιν· τῶν δὲ ἐπί τι τὴν ἀναφορὰν ἐχόντων καί τινος γινομένων χάριν τὰ μὲν κατὰ φύσιν, τὰ δὲ κατὰ λόγον γίνεται. τά τε γὰρ φύσιν αἰτίαν ἔχοντα τῆς γενέσεως κατά τινας ἀριθμοὺς καὶ τάξιν ὡρισμένην πρόεισιν ἐπί τι τέλος, ἐν ᾧ γινόμενα τοῦ γίνεσθαι παύεται, εἰ μή τι αὐτοῖς ἐνστὰν ἐμποδὼν γένοιτο τῇ κατὰ φύσιν αὐτῶν ἐπὶ τὸ προκείμενον 6.9.11 ὁδῷ. ἀλλὰ