135
εἰ δ', ὥσπερ νῦν ἀξιοῖς αὐτὸς, σοὶ παραχωρήσομεν τῆς νήσου, οὐ μόνον εἰκῇ καὶ μάτην τόν τε πόνον ἐσόμεθα πεπονηκότες καὶ τὰ χρήματα ἀναλωκότες, ἀλλ' οὐδ' ἐλπίδα ὑπολειψόμεθα Ῥωμαίοις τοῦ ἀνασώσασθαι ἄν ποτε τὴν νῆσον· ἢ δοκεῖν ἀδικεῖν καὶ παρασπονδεῖν ἐάν τε κρατήσωσιν, ἐάν τε μή. δι' ἃ δὴ πάντα μήτ' αὐτὸν μήτε δίκαια μήτε δυνατὰ αἰτεῖσθαι, μήτ' αὐτὸν δύνασθαι παρέχεσθαι· ἀλλ' ἃ ὑπ' αὐτοῦ πρότερον ἐκρίθη, δυνατά τε εἶναι καὶ Ῥωμαίοις καὶ αὐτῷ λυσιτελῆ. Μπενέτου δὲ πάντων μὲν φάσκοντος ἀκηκοέναι τῶν βασιλέως λόγων καὶ προσεσχηκέναι αὐτοῖς, μηδενὶ δὲ πείθεσθαι αὐτῶν, ἀλλὰ τοῖς ἐξ ἀρχῆς ἐμμένειν δεδογμένοις, καὶ μηδεμίαν ἡγεῖσθαι χάριν προσήκουσαν αὐτῷ ἢ τὴν παντελῆ παραχώρησιν τῆς 1.383 νήσου, Οὐδὲν, ἔφη, θαυμαστὸν, ὁ βασιλεὺς, εἴ τινι περὶ πράγματός τινος βουλευομένῳ νῦν μὲν τοιάδε τινὰ λογίζεσθαι παρασταίη, μικρὸν δὲ ὕστερον τἀναντία ἢ βελτίω ἢ χείρω σκεπτομένῳ φαίνοιτο ἐκ τῶν πραγμάτων. διόπερ οὐδ' αὐτὸν δίκαιον νῦν πρῶτον τῶν πρὸς αὐτὸν ἀκηκοότα λόγων, ἀπερισκέπτως οὕτως ἀπαγορεύειν, ἀλλὰ δέον εἰς δευτέραν καὶ τρίτην μετὰ τῶν φίλων σκεψάμενον ἡμέραν, οὕτως ἥκειν ἀπαγγέλλοντα ὅσα ἔδοξεν. ἴσως γάρ τι τῶν δεόντων ἡ μετὰ τῶν φίλων καὶ οἰκείων συνδιάσκεψις εὑρήσει. Ἐπιχειροῦντος δὲ αὖθις ἀντιλέγειν τοῦ Μπενέτου, ἐπέσχεν ὁ βασιλεὺς, τῆς καθέδρας τε ἐξαναστὰς καὶ πρὸς αὐτὸν εἰπὼν, ὡς οὐκ ἀκούσεται πρὶν μετὰ τῶν φίλων βουλευσάμενον ἥκειν. Μπενέτος μὲν οὖν οὕτως οἴκαδε ἀπῆλθεν, ἀνάπλεως ταραχῆς· εἰς τρίτην δὲ ἡμέραν μεταπεμψάμενος αὐτὸν ὁ βασιλεὺς, τῶν τε πρότερον ἀνεμίμνησκεν εἰρημένων καὶ ἕτερ' ἄττα προσετίθει, τήν τε εὐμένειαν τὴν πρὸς αὐτὸν ἔνδηλον ποιῶν καὶ ὅσην ἔχει περὶ τὸ εὖ ποιεῖν αὐτὸν τὴν προθυμίαν. συνεβούλευέ τε πείθεσθαι αὐτῷ ὡς λυσιτελοῦντα βουλευομένῳ. ὁ δὲ τῆς τε ἐξ ἀρχῆς εἴχετο γνώμης καὶ βασιλεῖ παρῄνει μὴ εἰκῇ πονεῖν, μήδ' ἄλλο τι πείθειν ἐπιχειρεῖν. ἀλλ' εἰ μὲν αὐτῷ τῆς νήσου πᾶσαν παραδοίη τὴν ἀρχὴν, εἰ δὲ μὴ, ἀλλὰ τόγε δεύτερον, τῶν τριήρεων ὅσων δέοιτο ἐδεῖτο παρασχεῖν, ὡς ἂν εἰς Γαλατᾶν ἀφίκηται, ἐνθέμενος τὰ ὄντα. βασιλεῖ δὲ ἐδόκει δεινὸν, εἰ μήπω πᾶσι φανερᾶς τῆς εἰς αὐτὸν εὐεργεσίας 1.384 καθεστηκυίας, ἢ τἀληθὲς αὐτὸς ἐθέλων ἀποκρύπτειν, ἢ ἕτεροί τινες τῶν γενομένων πέρι μηδὲν εἰδότες, οἰήσονται τὸν βασιλέα βούλεσθαι μὲν ἀπελαύνειν Μπενέτον Χίου, εὐπροσώπου δὲ προφάσεως οὐκ εὐπορεῖν, καὶ διὰ τοῦτο ἀσμένως λαβόμενον τοῦ λόγου, τάς τε τριήρεις παρέχειν καὶ τὴν ἔξοδον ἐπιτρέπειν. διὸ καὶ αὖθις ἐφ' ἑτέραις τρισὶν ἡμέραις περὶ τοῦ πράγματος ἐκέλευε διασκέψασθαι, δίκαιον δὲ εἶναι μὴ πρὸς τὴν ἐκείνου μικροψυχίαν ἀπιδεῖν, ἀλλὰ τὴν αὐτῷ προσήκουσαν ἐνδείξασθαι μεγαλοψυχίαν καὶ καρτερίαν. ἴσως γὰρ ἐν αὐταῖς τῶν δεόντων τι βουλεύσασθαι δυνήσῃ. Μπενέτος δὲ μηδὲν ἔτι προσθεὶς, θυμοῦ γέμων, οἴκαδε ἀπεχώρει ὡς τὰ ἔσχατα ἠδικημένος. βασιλεὺς δὲ ἐπὶ τοῖς γινομένοις δυσχεραίνων, τῶν παρόντων ἐπυνθάνετο Ῥωμαίων, εἰ μὴ τὴν προσήκουσαν εὐεργεσίαν κατατίθεται Μπενέτῳ, μικρὰ ἢ οὐδὲν πρὸς τὸν ὑπὲρ τῆς Χίου πόλεμον συναραμένῳ, ἢ εἰ δικαία ἡ ἀξίωσις αὐτοῦ καὶ σὺν λόγῳ γινομένη. αὐτὸν γὰρ μὴ δύνασθαι συνεῖναι, ὅ, τι ταῦτα αὐτῷ τὰ ῥήματα νοεῖ. οἱ μὲν οὖν ἄλλοι Μπενέτον τε κατῃτιῶντο καὶ πολλὴν κατεγίνωσκον αὐτοῦ ἀβελτηρίαν· ὁ μέγας δὲ δομέστικος «τὴν μὲν ἀλογίαν» εἶπεν «ὦ βασιλεῦ, καὶ τὴν παράνοιαν τῶν Μπενέτου ζητημάτων πάντες τε ἴσασι σαφῶς καὶ τὴν ὁμοίαν ψῆφον φέρουσι περὶ αὐτοῦ. διὸ οὐδὲ πολυπραγμονεῖν ἐξετάζοντας χρὴ, ὅ, τι βουλόμενος ἀνενδότως ἔχει περὶ αὐτά· οἴε 1.385 σθαι δὲ αὐτὸν τοῖς μαινομένοις προσεοικέναι, οἱ μήτε περὶ ὧν λέγουσι, μήτε πρὸς οὓς ποιοῦνται ἴσασι τοὺς λόγους, ἀλλ' ᾗ ἂν τὸ δαιμόνιον κινοίη, φθέγγονται ἀδιανόητα τοῖς πᾶσιν. ὡς ἂν δὲ μήθ' ὕστερον αὐτός ποτε μήδ' ἕτερός τις τὴν ἀλήθειαν ἐθέλων ἀφανίζειν δύναιτο τῷ ψεύδει χρῆσθαι καὶ τὰ οὐκ ὄντα λογοποιεῖν, κακίαν δῆθεν προστριβόμενος ἡμῖν τινα, ἅ μοι δοκῶ ποιητέα, εἴγε καὶ αὐτῷ σοι συνδόξειεν εἶναι, ἐρῶ. τῇ Χίῳ νυνὶ