135
δορυφορίας στρατιωτῶν ἀνελθὼν βουλεύεται κατ' αὐτοῦ. ̓Αριστόβουλος δέ, καὶ τῆς οἰκείας ἀσφαλείας φροντίζων καὶ τοῦ ἀδελφοῦ προνοῶν, εν τινι τῶν ὑπογείων ἀφεγγεῖ τοὺς σωματοφύλακας ιστησιν, ἐντειλάμενος ἀόπλου μὲν τοῦ ἀδελφοῦ φείδεσθαι, κτείνειν δὲ αὐτὸν μετὰ τῶν οπλων ἐρχόμενον· πέμπει δὲ καὶ πρὸς τὸν ̓Αντίγονον, αοπλον αὐτὸν κελεύων ηκειν. ἡ δὲ τοῦ ̓Αριστοβούλου γυνὴ καὶ οἱ ταύτῃ συμφρονοῦντες κατὰ τοῦ ̓Αντιγόνου επεισαν τὸν σταλέντα λέγειν τῷ ̓Αντιγόνῳ ὡς "ἀκούσας ὁ ἀδελφός σου οτι οπλα καινὰ κατεσκεύασας, ἀξιοῖ ὡπλισμένον ἐλθεῖν σε, ιν' ιδοι αὐτά." ὁ δὲ μηδὲν ὑποτοπάσας, ἐνδεδυμένος τὴν πανοπλίαν ἀπῄει. καὶ γενόμενος κατὰ τὸν Στράτωνος πύργον, οπου ὁ τόπος ἀφώτιστος ην, κτείνεται παρὰ τῶν σωματοφυλάκων. ̓Ιούδας δέ τις ̓Εσσαῖος τὸ γένος πολλὰ προλέγων καὶ ἀληθεύων, ἰδὼν τότε τὸν ̓Αντίγονον παριόντα τὸ ἱερόν, ἀνεβόησεν ἀποθανεῖν ἐπευχόμενος ὡς διεψευσμένος ζῶντος τοῦ ̓Αντιγόνου· προεῖπε γὰρ αὐτὸν κατ' ἐκείνην θανούμενον τὴν ἡμέραν ἐν τῷ Στράτωνος πύργῳ· τὸν δὲ σταδίους ἀπέχειν ἑξακοσίους, ὡς ἀδύνατον ειναι ἐκεῖ γενήσεσθαι τὸν ̓Αντίγονον, ηδη τῆς ἡμέρας κλινούσης. ταῦτα λέγοντος τοῦ ̓Ιούδα ἀγγέλλεται κτανθεὶς ̓Αντίγονος ἐν τῷ ὑπογείῳ, ο καὶ αὐτὸ Στράτωνος ὠνόμαστο πύργος, ὁμωνύμως τῇ παραλίῳ Καισαρείᾳ. Τῷ μὲν ουν ̓Αντιγόνῳ τοιοῦτον γέγονε τέλος, τὸν δὲ ̓Αριστόβουλον εὐθὺς ἡ δίκη μετῆλθε τῆς ἀδελφοκτονίας. καὶ διαφθαρέντων αὐτῷ τῶν ἐντὸς αιμα 1.340 ἀνέφερεν, ο τις τῶν ἐκείνῳ ὑπηρετούντων ἐκκομίζων ωλισθεν εἰς τὸν τόπον ου ὁ ̓Αντίγονος ἐσφάγη, ετι τοῦ αιματος ἐκείνου εχοντα σπίλους, καὶ ἐξέχεεν, ὡς ἀναμεμῖχθαι ἀμφοτέρων τὰ αιματα. γενομένης δὲ βοῆς παρὰ τῶν ἰδόντων, μαθὼν τὸ συμβὰν ̓Αριστόβουλος οἰμώξας προήχθη εἰς δάκρυα καί "οὐκ αρα λήσειν" ειπεν "εμελλον τὸν θεὸν ἐπ' ἀσεβέσιν ουτω τολμήμασι." καὶ αλλα δὲ ἐπειπὼν ἀποθνήσκει, βασιλεύσας ἐνιαυτόν. Σαλώμη δὲ ἡ ἐκείνου γυνή, η καὶ ̓Αλεξάνδρα ἐκέκλητο, λύσασα τοὺς ἀδελφοὺς τοῦ ἀνδρός, δεδεμένους γὰρ ειχεν αὐτοὺς ̓Αριστόβουλος, βασιλέα καθίστησιν ̓Ιαννέαν τὸν καὶ ̓Αλέξανδρον, προύχοντα καθ' ἡλικίαν καὶ μετριώτατον. ος τὴν βασιλείαν παραλαβὼν κτείνει μὲν νεωτερίζοντα τὸν ενα τῶν ἀδελφῶν, τὸν δ' ετερον ἀπραγμόνως ζῶντα ἐτίμα. πολέμους δέ τινας ποιησάμενος πρός τινας, καὶ πῇ μὲν κρατήσας, εστι δ' οπου καὶ ἡττηθείς, τέλος καὶ πρὸς τοὺς ὁμοφύλους ηρεν οπλα κατ' αὐτοῦ στασιάσαντας. ἑορτῆς γὰρ ουσης καὶ αὐτοῦ ἐπὶ τοῦ βωμοῦ ἀνελθόντος ὡς θύσοντος, κιτρίοις αὐτὸν τὸ πλῆθος εβαλλον, εθους οντος ἐν τῇ σκηνοπηγίᾳ θύρσους φοινίκων καὶ κιτρίων ἐν χεροῖν εχειν, καὶ υβρεις αὐτοῦ κατέχεον. οις παροξυνθεὶς ὁ ̓Αλέξανδρος κτείνει περὶ ἑξακισχιλίους αὐτῶν. ειτα συνάψας μάχην πρὸς Αραβας καὶ ἡττηθεὶς φεύγων εἰς ̔Ιεροσόλυμα παραγίνεται, καὶ πρὸς τὴν κακοπραγίαν αὐτῷ τοῦ εθνους ἐπιθεμένου, ετεσιν εξ μαχόμενος πρὸς αὐτό, ετρεφε γὰρ Πισίδας καὶ Κίλικας, οὐκ ἐλάττους ἀναιρεῖ μυριάδων πέντε. δι' α ετι μᾶλλον μεμίσητο, ωστε πρὸς 1.341 αὐτόν, τί δεῖ γενέσθαι πυνθανόμενον ωστε παύσασθαι τὴν δυσμένειαν, τὸ πλῆθος ἀποθανεῖν αὐτὸν ἐξεβόησε. καὶ μετὰ ταῦτα δὲ ̓Ιουδαῖοι τῷ ̓Αλεξάνδρῳ ἐμάχοντο, καὶ πλεῖστοι ἀπώλλυντο. κατακλείσας δὲ τοὺς δυνατωτάτους αὐτῶν εν τινι πόλει ἐπολιόρκει, καὶ κρατήσας αὐτῶν ἀπήγαγεν εἰς ̔Ιεροσόλυμα. καὶ ἐν ἀπόπτῳ μετὰ τῶν γυναικῶν ἑστιώμενος ὠμότατον εργον πεποίηκεν, ἀνασταυρώσας αὐτῶν ὀκτακοσίους, καὶ τοὺς παῖδας αὐτῶν καὶ τὰς γυναῖκας ἐπ' οψεσι σφῶν ετι ζώντων ἀπέσφαττε. τοῦτο τὸ ἀπηνὲς εργον επεισε τοὺς ἀντιστασιώτας αὐτοῦ περὶ ὀκτακισχιλίους οντας φυγεῖν. καὶ ὁ ̓Αλέξανδρος εκτοτε ἠρεμίας ἀπήλαυσεν. Επειτα ̓Αντίοχος ὁ κληθεὶς ∆ιονύσιος κατὰ τῆς ̓Ιουδαίας ἐστράτευσε. καὶ μάχης καρτερᾶς γενομένης πρὸς ̓Ιουδαίους ἀπέθανεν ἐν τῷ πολέμῳ ̓Αντίοχος νικῶν καὶ τῷ πονοῦντι μέρει συνεπαρήγων. θανόντος δ' ἐκείνου τὸ στράτευμα φεύγει καὶ λιμῷ διαφθείρεται. βασιλεύει δὲ μετ' ̓Αντίοχον τῆς Κοίλης Συρίας ̓Αρέτας, καὶ στρατεύσας ἐπὶ τὴν