135
ποτὶ αστυ δίεσθαι. ἡ παράδοσις προπαροξύνει, ὡς ἀπὸ τοῦ δίω τοῦ σημαίνοντος τὸ διώκω γίνεται παράγωγον δίημι, delta.549 ὁ ἐνεστὼς παθητικὸς δίεμαι, τὸ τρίτον δίεται, καὶ τὸ ἀπαρέμφατον δίεσθαι. οιον· αιψα δ' ἐρυσάμενος μέγα φάσγανον ωρτο δίεσθαι. ∆ιέτμαγε. διεχώρισεν. οιον· τώγ' ὡς βουλεύσαντε διέτμαγεν- ἡ μεταφορὰ ἀπὸ τῶν τεμνομένων σωμάτων. εστι δὲ τὸ θέμα τμήγω τὸ κόπτω, ὁ μέλλων τμήξω, ὁ μέσος παρακείμενος τέτμηγα, ὁ δεύτερος ἀόριστος παθητικὸς ἐτμάγην, καὶ τὸ τρίτον τῶν πληθυντικῶν δωρικῶς ετμαγε καὶ ἐν συνθέσει διέτμαγε. ∆ιεσκευασμένοι. ενοπλοι, ξιφήρεις. ∆ιέλειπε. δίφθογγον. διελίμπανε δὲ ἐπὶ παρατατικοῦ, ˉι. διέλιπε δὲ ἀντὶ τοῦ ἀφῆκε, δεύτερος ἀόριστος, ˉι. ∆ιεξίμεναι. διελθεῖν, καὶ διεξιέναι, πλεονασμῷ τοῦ μ. ∆ιενήνοχε. παραλλάττει, διαφέρει. ειρηται ὡς τὸ ἀγήοχε. ∆ιελών. διαμερίσας. καὶ διελέσθαι. ∆ιέπει. διοικεῖ. ∆ιεχεῖτο. εχαιρε· διεχέετο. ∆ιεπεραίνετο. διηνύετο. ∆ιέθει. διέτρεχεν, η διήρχετο. delta.550 ∆ιεξιών. λέγων, διηγούμενος. ∆ιεψεύσθη. ἐσφάλη. ∆ιελευσόμεθα. παρελευσόμεθα. ∆ιεβοήθη. διεδόθη, διελαλήθη. ∆ιέστη. διεχωρίσθη. ∆ιεσάφησαν. ἡρμήνευσαν. ∆ιεπρίοντο. πικρῶς ἐθυμοῦντο καὶ ὠργίζοντο. ∆ιεκωδώνισεν. ἀπὸ τῶν δοκιμαζόντων τοὺς μαχίμους ορτυγας τῷ ηχῳ τοῦ κώδωνος. ∆ιεπράθημεν. ἀπὸ τοῦ πέρθω τὸ πορθῶ. ∆ιεθρύβη. διετρίβη. διεθρύβη τὰ ορη βίᾳ. ∆ιεσκέδασαν. ἀπέῤῥιψαν, ἐσκόρπισαν. ∆ιεσμιλευμένων. ἠκριβωμένων, ἐξεσμένων, περικεκαθαρμένων. ∆ιεστραμμένων. διεχωρισμένων. ∆ιεῖσα. λάμπουσα. ουτως ὁ μέγας ∆ιονύσιος. ∆ίεισι. διέρχεται. ∆ίειμι. διέρχομαι. ∆ίζω. τὸ ψηλαφῶ καὶ ζητῶ. καὶ δίζομαι. - διζόμενος, ειπου ἐφεύροι. παρὰ τὸ δὶς ἐπίῤῥημα, ἀφ' ου διστάζω, ὡς καὶ ἀπὸ τοῦ δοιὸς δοιάζω καὶ δοιὴ, ὁ δισταγμὸς, οιον· ἐν δοιῇ μάλα θυμός- delta.551 καὶ ὀρθῶς τὸ δίζω παρὰ τὸ δίς· ὁ γὰρ ζητῶν ἐν διχονοίᾳ ἐστὶ ων ζητεῖ· ὁ γὰρ εἰδὼς οὐ διχονοεῖ, ἀλλ' ἁπλῇ χρῆται γνώμῃ. ∆ιηγκυλωμένον. τὸ ἀκόντιον τὶ μεταχειριζόμενον. ἀντὶ τοῦ ἐν μασχάλῃ κρατῶν τὸ δόρυ. Ξενοφῶν· ὁ δὲ πᾶσι παρήγγειλε διηγκυλωμένους ἰέναι. ∆ιήλλαξεν. ἀντὶ τοῦ μετήλλαξεν, ἐτελεύτησεν, η ἀντὶ τοῦ ημειψε. ∆ιήνεγκαν. ὑπέμειναν. Προκόπιος· οι τὰ πρότερα τὴν ἐς ∆άρας μάχην διήνεγκαν. καὶ αυθις· ἐπ' ἐννέα διήνεγκε τὴν πολιορκίαν ετη. ∆ιηνέχθη. οὐ συνεφώνησεν, ἐμαχέσατο. ∆ιήρεσσα. ἀπὸ τοῦ ἐρέσσω, τὸ κωπηλατῶ. ∆ιήφυσε. διέκοψεν. ἀπὸ τοῦ διαφύσσειν, η ἀπὸ τοῦ ἀφύσσεσθαι, ο ἐστιν ἀπαντλεῖν· ὁ γὰρ ἀντλῶν διακόπτει τὸ ἀντλούμενον. ∆ιήλασε. διῆλθε, διεπέρασεν. ∆ιημέρευσε. πᾶσαν ἐποίησε τὴν ἡμέραν. ∆ιηθεῖται. διϋλίζεται, σακελλίζεται. παρὰ τὴν διὰ πρόθεσιν καὶ τὸ θέω τὸ τρέχω, διαθέω. τὸ τρίτον τῶν πληθυντικῶν διαθέεται, διαθεῖται, καὶ τροπῇ τοῦ ˉα εἰς ˉη διηθεῖται. ∆ιηρτίσθαι. πεπλάσθαι. ∆ιήρκεσε. διέμεινε, παρέμεινε. ∆ιήρηκεν. εκοψε. delta.552 ∆ιήκειν. διέρχεσθαι. ∆ιῆκον. φθάνον, ἐπεκτεινόμενον. ∆ιΐχθαι. διέρχεσθαι. ∆ιϊσθμήσαντα. τὸν ̓Ισθμὸν διαβιβάσαντα. παρεκάλει αὐτὸν βοηθεῖν τοὺς λέμβους διϊσθμήσαντα. ∆ιϊσθμονίσαι. τὸ διὰ τοῦ ̓Ισθμοῦ ελκειν τὴν ναῦν, οπερ ἐποίουν ἐν τῷ ̓Ισθμῷ οἱ Κορίνθιοι. ∆ιΐσχω σου. τὸ κρατῶ καὶ αρχω σου. ∆ιΐεται. διέρχεται. ∆ιΐσταται. διαχωρίζεται. ∆ιιθύνων. κυβερνῶν. ∆ικαιοῦν. δύο δηλοῖ· τὸ κολάζειν καὶ τὸ δίκαιον νομίζειν. ουτως ̔Ηρόδοτος· τοῖς αὐτοῖς ἀμύνεσθαι τοὺς Σκύθας δικαιῶν. ∆ικαιοῦσαν. καταδικάζουσαν. ∆ικαιοῦσθαι. ἐπὶ τοῦ κολάσαι. οθεν λέγομεν τὰ ἐκεῖθεν δικαιωτήρια. ∆ίκερε. λύε. ∆ικοῤῥαφεῖν. δίκας συῤῥάπτειν· ἐν τοῖς δικαστηρίοις ἀναστρέφεσθαι. ∆ιολισθαίνω καὶ διολισθεῖν. ἐκφυγεῖν. ωστε τοὺς χρήστας διολισθεῖν. ∆ιοπομπεῖσθαι. ἀποτροπιάζεσθαι καὶ ἀποκαθαίρεσθαι. delta.553 *∆ιόρυξασ. διὰ τὸ μέτρον μικρὸν τίθεται, οταν ἡ χρεία καλεῖ, αλλως δὲ μέγα.* ∆ιοιγνύντεσ. ἀνοίγοντες. ∆ιοικιεῖν. ἀντὶ τοῦ διαιρήσειν. ωστε μὴ ἐν ταυτῷ πάντας οἰκεῖν, ἀλλὰ χωρὶς καὶ κατὰ μόνας. ∆ιοικίζω. τὸ διαχωρίζω. καὶ διοικίζεσθαι τὸ διαχωρίζεσθαι. ∆ιοικῶ. τὸ τελειῶ. ∆ιοίσασα. διαπεράσασα. ∆ιοίσει. παραλλάξει η διακομίσει. ∆ιορίζεται. διαβεβαιοῦται. ∆ιοριστέον. διαχωριστέον. ∆ιολλύει.