15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
«καὶ γενόμενος ἄνθρωπος ὁ κάτω, θεός», ὡς ὄντος καὶ ἄνω ἀνθρώπου ἑτέρου. τοῦτο δὲ πολλοῖς λόγοις ἐλέγχεται. εἰ μὲν γὰρ περὶ τοῦ κοινοῦ ἀνθρώπου, σοῦ φημι καὶ ἐμοῦ, ὁ λόγος αὐτοῖς, ἀλλ' οὐ περὶ τούτου ἡ θεολόγος φωνὴ διέξεισιν· εἰ δὲ περὶ τοῦ κυριακοῦ σώματος, ἀλλ' οὐκ ἦν ὅτε οὐκ ἦν τοῦτο θεός· ὅθεν πῶς ἐγένετο ὅπερ ἦν; Ἀλλ' ἐατέον νῦν τοὺς πολλοὺς ἐλέγχους καὶ λυτέον αὐτὸ τὸ θεώρημα ὅπως ἔχει. ὁμιλήσας γὰρ ἡμῖν ὁ θεὸς γέγονεν ἄνθρωπος, μᾶλλον δὲ ἐπ' αὐτῆς τῆς θεολογικῆς λέξεως τὴν ἔννοιαν σαφηνίσωμεν, «διὰ μέσου νοὸς ὁμιλήσας σαρκί»· καί, ἐπειδὴ οὐδὲν ἕτερόν ἐστιν ὁ ἄνθρωπος εἰ μὴ νοῦς καὶ σάρξ, ἐπήγαγε «καὶ γενόμενος ἄνθρωπος». εἶτα, ἐπειδὴ οὗτος ὁ προσληφθεὶς ἄνθρωπος ἅμα τῇ προσλήψει θεὸς ἐγένετο τέλειος, οὐκ ἄνω, ἀλλὰ κάτω τὸ τῆς θεότητος ἐσχηκὼς ὄνομα, ἵνα μή, ἀκούσαντες τὸ ἄνθρωπος, οἰηθῶμεν ψιλὸν αὐτὸν εἶναι καὶ μηδὲν ἔχοντα πλέον ἡμῶν, ἐπήνεγκεν «ὁ κάτω θεός»· κάτω γὰρ θεὸς ὃν προσείληφεν ἄνθρωπον ὁ ἀπ' ἀρχῆς θεός. εἶτα, ἵνα μή τις εἴπῃ· καὶ πῶς ἔχει λόγον τὸν ἄνθρωπον γενέσθαι θεόν; ἐπήγαγεν «ἐπειδὴ συνανεκράθη θεῷ». ὅθεν οὐδὲ διῃρημέ νως ὀφείλομεν ἀναγινώσκειν, ἀλλὰ συνημμένως «ὁ κάτω θεός, ἐπειδὴ συνανεκράθη θεῷ». ἵνα μὴ δὲ ὁ λόγος δύο θεοὺς ἡμῖν σχεδιάσῃ καὶ διὰ τοῦτο δύο ὑποστάσεις δοξάσωμεν, ἐπήγαγε «καὶ γέγονεν εἷς»· οὐ γὰρ ἐπειδὴ θεὸς ὁ προσλαβόμενος καὶ θεὸς αὖθις τὸ πρόσλημμα, δύο παρὰ τοῦτο θεοὶ καὶ δύο ὑποστάσεις, ἀλλ' ἡ μία τοῦ λόγου ὑπόστασις <ἐν> ἑαυτῇ καὶ τὴν ἀνθρωπότητα ὑπεστήσατο καὶ γέγονεν ἐξ ἀμφοῖν εἷς θεός. εἶτα, ἵνα μή τις εἴποι· καὶ πῶς οὐ γέγονεν εἷς ἄνθρωπος; ἐπήγαγε «τοῦ κρείττονος ἐκνικήσαντος»· δύο γὰρ ὡσανεὶ μαχομένων, θεότητος καὶ ἀνθρωπότητος, τῆς μὲν ὅπως ἂν ἐξανθρωπίσῃ τὸν θεόν, τῆς δὲ ὅπως θεώσῃ τὸν ἄνθρωπον, ἐνίκησεν ὡς εἰκὸς τὸ κρεῖττον, καὶ γέγονεν εἷς θεός. «Ἵνα γένωμαι τοσοῦτον θεὸς ὅσον ἐκεῖνος ἄνθρωπος». τούτου δὲ ἐν ἑτέροις μὲν λόγοις ἑτέραν ἑρμηνείαν ἐκδεδώκαμεν, ἔνθα, εἴ γε μέμνησθε, <τὸ> «τοσοῦτον διὰ σὲ ἄνθρωπος ὅσον σὺ δι' ἐκεῖνον γίνῃ θεὸς» ἐξητάζο μεν· ἐνταῦθα δὲ ὡς ἑτέρως αὐτὸ ἀποδώσομεν. τὸ «γίνομαι» ἐπὶ τούτων τῶν ῥητῶν οὐ τὸν καθ' ἕνα δηλοῖ ἄνθρωπον, ἐπεὶ μηδὲ δυνατὸν ἄνθρωπόν τινα δυνηθῆναι γενέσθαι τοσοῦτον θεὸν ὅσον ὁ θεὸς ἄνθρωπος ἐγένετο δι' ἡμᾶς· ὁ μὲν γὰρ φύσει καὶ οὐσίᾳ κατὰ πάντα ἄνθρωπος γέγονεν, ἄν θρωπος δέ, κἂν εἰς αὐτὸ τῆς ἀρετῆς φθάσῃ τὸ ἀκρότατον, θέσει μόνῃ χρηματίζει θεός. ὅθεν καὶ θαυμάζω ὅπως ποτὲ Μάξιμος ὁ φιλόσοφος τοῦτον τὸν λόγον ἐρωτηθείς, ἀπεριμερίμνως πρὸς τὸν εἰρηκότα ἀπεκρί νατο, αὐτὸ τοῦτο φήσας, ὅπερ ἡμεῖς νῦν εὐθύναντες ἐξηλέγξαμεν. Τίς οὖν ὁ ἐμὸς λόγος; εἰρηκὼς ὁ πατὴρ ὅτι «γέγονεν εἷς, τοῦ κρείττονος ἐκνικήσαντος», ᾠήθη ὑπολαβεῖν τοὺς πολλοὺς καταδεδαπανῆσθαι τὸν ἄνθρωπον τῷ πυρὶ τῆς θεότητος. εἰ γὰρ γέγονεν εἷς καὶ οὗτος θεὸς διὰ τὸ τοῦ κρείττονος ἐκνίκημα, ὁ ἄνθρωπος ποῦ; τοῦτο γοῦν αὐτὸ τὸ ὑπο τρέχον διορθούμενός φησιν· «ἵνα γένωμαι τοσοῦτον θεός», οὐ περὶ ἑαυτοῦ τὸ «ἵνα γένωμαι» λέγων, ἀλλὰ τοῦ προσλήμματος· συγκεφαλαίωσις γὰρ ἐκεῖνο τῆς ἡμετέρας φύσεως καὶ οὐδὲν παρ' ἡμᾶς. διὰ τοῦτο γοῦν γέγονεν εἷς ὁ θεός, τοῦ κρείττονος τὸ χεῖρον νικήσαντος, ἵνα, ὅσον ὁ θεὸς ἄνθρωπος γέγονε, τοσοῦτον ὁ ἄνθρωπος θεὸς γένηται. ἴσος γὰρ ὁ τρόπος τῆς ἀντι δόσεως· εἰ γὰρ ὁ θεὸς ἄνθρωπος τέλειος μὴ φαντάσας τὴν σάρκα, καὶ ὁ ἄνθρωπος ὁ προσληφθεὶς θεὸς τέλειος, ἀλλ' οὔτε ὁ θεὸς ἄνθρωπος γενό μενος τέλειος μετηλλάγη τὴν φύσιν τῆς οἰκείας θεότητος, ἀλλ' ἔμεινεν ὅπερ ἦν γενόμενος ὅπερ οὐκ ἦν, οὔτε ὁ προσληφθεὶς ἄνθρωπος θεὸς γενό μενος τέλειος τῆς οἰκείας οὐσίας ἐστέρηται, ἀλλὰ κἀκεῖνος ἔμεινεν ὅπερ ἦν, ἄνθρωπος, γενόμενος ὅπερ οὐκ ἦν, θεός, καὶ γέγονε τῶν φύσεων ἀντι παραχώρησις ἄρρητος. καὶ μάρτυς τῷ λόγῳ ὁ τῆς Νύσσης φωστὴρ