χωροῦντας οἰκονομηθῆναι ὑπὸ τοῦ θεοῦ, πάντη μένοντος θεοῦ καὶ ἐν τῷ λέγειν διὰ προφη τῶν καὶ ἐν τῷ οἰκονομεῖν ἀνθρώ πους. καὶ τότε παύσεται ὁμοιου μένη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ, ὅταν παυσαμένου ζή λου καὶ ἔριδος καὶ τῶν λοιπῶν παθῶν καὶ ἁμαρτημάτων καὶ τοῦ «κατὰ ἄνθρωπον» περιπατεῖν, ἄξιοι γενώμεθα ἀκοῦσαι ἀπὸ τοῦ θεοῦ· «ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες», ἢ τοῦ Χριστοῦ αὐτοῦ, μηκέτι πράττοντες τοιαῦτα ἐφ' οἷς λέγοιτ' ἂν <ἡμῖν>· «ὑμεῖς δὲ ὡς ἄν θρωποι ἀποθνῄσκετε». ἐγὼ δ' οἶμαι ὅτι οὐ μόνον τὸ ἀνθρώπῳ βασιλεῖ ὁμοιοῦσθαι τὴν βασιλείαν τῶν οὐ ρανῶν παύσεται, ἀλλὰ καὶ ἄλλα μυρία ὧν χρῄζει ἁμαρτωλὸς ἄν θρωπος, οἷον γέγραπται ἐν τῷ Ὠσηέ· «ἐγὼ δέ εἰμι ὡς πάνθηρ τῷ Ἐφραΐμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα», καὶ ἐν ἄλλῳ τόπῳ· «ἀπαν τήσομαί» φησιν «αὐτοῖς ὡς ἄρκτος ἀπορουμένη». παύσεται οὖν ποτε ὢν ὡς πάνθηρ καὶ ὡς λέων καὶ ὡς ἄρκτος ἀπορουμένη, ὅτε διὰ τὸ τοὺς τάδε πεποιηκότας μηκέτι χρῄ ζειν τοῦ ὡς πάνθηρος καὶ τοῦ ὡς λέοντος καὶ τοῦ ὡς ἄρκτου <ἀπο ρουμένης θεοῦ>, αὐτὸς οὐκέτι ἔχων τοὺς <τοιούτους> τοιούτου ἑαυτοῦ χρῄζοντας, ἐμφανίσει ἑαυτὸν «καθώς ἐστιν». ἐγὼ δὲ οὕτως ἀκούω καὶ τοῦ «ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον», ἐπείπερ ὅσον μὲν <ἐν ἡμῖν> ἐστι τὰ τοῦ καταναλίσκεσθαι ἄξια, ἐπὶ τοσοῦτον «ὁ θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον» ἐκεῖνα· ἐπὰν δὲ ἀναλωθῇ ὑπὸ τοῦ κατανα λίσκοντος πυρὸς τὰ πεφυκότα ὑπ' ἐκείνου ἀναλίσκεσθαι, τότε οὐκέτι μὲν ἔσται «ὁ θεὸς ἡμῶν πῦρ κατα ναλίσκον», μόνον δὲ ὡς εἶπεν Ἰωάννης φῶς, λέγων· «ὁ θεὸς φῶς ἐστι». τούτων δὲ κινηθέντων πρόσχες εἰ δύνασαι τὸ ἀπὸ τῆς Ἰωάννου κα θολικῆς ἐπιστολῆς οὕτως ἔχον· «ἀγα πητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδα μεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστι», τὸν τρόπον τοῦτον ἐκλαβεῖν. νῦν μὲν γάρ, κἂν ἀξιωθῶ μεν βλέπειν τὸν θεὸν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὐ βλέπομεν «αὐτὸν κα θώς ἐστιν» ἀλλὰ καθὼς διὰ τὴν ἡμετέραν οἰκονομίαν ἡμῖν γίνεται· ἐπὶ δὲ τέλει τῶν πραγμάτων καὶ τῆς «ἀποκαταστάσεως πάντων ὧν ἐλάλησε διὰ στόματος τῶν ἁγίων· ἐξ αἰῶνος προφητῶν αὐτοῦ», ὀψό μεθα αὐτόν, οὐχ ὡς νῦν, ὃ οὐκ ἔστιν, ἀλλ' ὡς πρέπει τότε, ὅ ἐστιν. 17.20 Ἅπαξ δὲ ταῦτα εἰπόντες εἰς τὸ ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βα σιλεῖ δυνάμεθα καὶ τὴν αἰτίαν εὑρεῖν τοῦ συνεχῶς τὸν σωτῆρα υἱὸν τοῦ ἀνθρώπου ἢ υἱὸν ἀνθρώπου ἑαυτὸν ὠνομακέναι, δηλοῦντα ὅτι, ὥσπερ ὁ θεὸς ἀνθρώπους οἰκονο μῶν ὡς ἐν παραβολαῖς ἄνθρωπος λέγεται, τάχα δέ πως καὶ γίνεται, οὕτως καὶ ὁ σωτὴρ προηγουμένως <μὲν> υἱὸς ὢν τοῦ θεοῦ καὶ «θεός» ἐστι καὶ υἱὸς «τῆς ἀγάπης αὐτοῦ» καὶ «εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου»· οὐ μένει δὲ ἐν ᾧ ἐστι προηγουμέ νως, ἀλλὰ γίνεται κατ' οἰκονομίαν (τοῦ ἐν παραβολαῖς λεγομένου ἀν θρώπου ὄντος δὲ θεοῦ) υἱὸς ἀνθρώπου, κατὰ τὸ μιμεῖσθαι, ὅταν ἀνθρώ πους οἰκονομῇ, τὸν θεόν, λεγόμενον ἐν παραβολαῖς καὶ γινόμενόν πως ἄνθρωπον. καὶ οὐ χρή τινα ἄν θρωπον ζητεῖν κἀκείνου λέγειν υἱὸν εἶναι τὸν σωτῆρα, ἀλλὰ στάντα ἐπὶ τῆς ἐννοίας τοῦ θεοῦ καὶ τῶν λεγουσῶν παραβολῶν αὐτὸν εἶναι ἄνθρωπον συνετῶς ἀκούειν αὐτοῦ λέγοντος ἑαυτὸν υἱὸν τοῦ ἀνθρώπου. παρ' ἡμῖν μὲν οὖν τοῖς ἀνθρώποις ὡμοιώθη ἡ βασιλεία τῶν οὐ ρανῶν <ἀνθρώπῳ> βασιλεῖ, παρὰ δὲ τοῖς κατὰ τὰς γραφὰς λε γομένοις θεοῖς, ὧν «ἐν συναγωγῇ ἔστη ὁ θεός, ἐν μέσῳ θεοὺς» δια κρίνων, ἡ βασιλεία τῶν οὐρα νῶν ἐστιν ὁμοία θεῷ βασιλεῖ. 17.21 ζη τήσεις δὲ εἰ, ὥσπερ ἐν ἀνθρώποις τοῖς ὑποδεεστέροις (ὅσον ἐπὶ τῇ ἑαυτῶν φύσει) ἀγγέλων καὶ θρόνων καὶ κυριοτήτων καὶ ἀρχῶν καὶ ἐξουσιῶν ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασι λεῖ, <οὕτως> ἐν θρόνοις ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν θρόνῳ βασιλεῖ, κυριότησι δὲ κυριότητι βασιλεῖ, ἀρχαῖς δὲ ἀρχῇ βασιλεῖ, καὶ ἐξουσίαις ἐξουσίᾳ βασιλεῖ. φήσει γάρ τις· τίς ἡ ἀποκλήρωσις τοῖς μὲν ἐλάττοσιν ὡμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν ἀνθρώ πῳ βασιλεῖ, τοῖς δὲ κρείττοσιν ἀνθρώπων μὴ τὸ ἀνάλογον τούτῳ γίνεσθαι; Οὗτος δὴ ὁ ὁμοιωθεὶς ἀνθρώπῳ βασιλεῖ ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ ἀπέστειλε τοὺς