135
παρὰ σοῦ προνοίας ἀπολαύσω. Πτέρυγας γὰρ τὴν τοῦ Θεοῦ κηδεμονίαν καλεῖ. Τὸ δὲ εἰς τοὺς αἰῶνας, ἀντὶ τοῦ διηνεκῶς τέθεικεν. ʹ. "Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου· ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου." Ὑμνῶ δέ σε διαπαντὸς, ἐπειδὴ τὰς ἐμὰς δεξάμενος ἱκετείας, τὴν ἐπαγγελθεῖσαν τοῖς προ γόνοις ἡμῶν κληρονομίαν ἡμῖν τοῖς ἐκείνων ἐκγόνοις ἀπέδωκας. Ταῦτα δὲ λέγουσιν εὐθὺς ἁψάμενοι τῆς ὁδοῦ. Ἰστέον μέντοι, ὅτι καὶ τῆς ἀληθοῦς κληρο νομίας αἰνίγματα ἔχει τὰ προκείμενα ῥήματα· κληρονομία δὲ ἀληθὴς, ἡ αἰώνιος ζωὴ, περὶ ἧς ἔφη ὁ ∆εσπότης Χριστὸς τοῖς ἐκ δεξιῶν ἀμνοῖς· "∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου." Ταύτην τὴν κληρονομίαν τοῖς φοβουμένοις αὐτὸν δώσειν ὁ ∆εσπότης ὑπέσχετο· καὶ τούτοις δὲ ὡς ἐν τύπῳ τὴν ἐπηγγελμένην ἀπέδωκε γῆν. ζʹ, ηʹ. "Ἡμέρας ἐφ' ἡμέρας τοῦ βασιλέως 80.1328 προσθήσεις· τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. ∆ιαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ." Οὕτως ἱκετεύσαντες, καὶ τὰς αἰτήσεις δεξάμενοι, καὶ χάριν ὑπὲρ τούτων ὁμολογήσαντες, ἀντιβολοῦ σι τὸν Θεὸν, τὸν δοθέντα αὐτοῖς ἐπὶ πλεῖστον δια φυλάξαι βασιλέα. Τηνικαῦτα δὲ αὐτῶν ἐβασίλευε Ζοροβάβελ· ἀλλ' οὐχ ἁρμόττει αὐτῷ πάντα τὰ τῆς προφητείας ῥητά. Τὸ μὲν γὰρ, "Ἡμέρας ἐφ' ἡμέ ρας τοῦ βασιλέως προσθήσεις," ἁρμόττει κἀ κείνῳ· τὰ δὲ λοιπὰ, οὐκ ἔτι· ἀλλὰ τῷ ἐξ ἐκείνου κατὰ σάρκα διὰ πολλὴν φιλανθρωπίαν γενομένῳ, ὡς οἶδεν αὐτός. Ἐπ' ἐκείνου γὰρ ἀληθεύει τῆς προ φητείας τὰ ῥήματα· "Τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς· διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ." [Οὐδὲ γὰρ ἀρχὴν ἡμερῶν ἐδέξατο, οὐδὲ τέλος ὑπομενεῖ. Εἰ γὰρ καὶ ἄνθρωπος γενόμενος ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον, ἀλλὰ τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. Ἐν ἀρχῇ γὰρ ἦν, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ Θεὸς ἦν. Τὸ δὲ ἐνώπιον τοῦ Θεοῦ, ἀντὶ τοῦ, σὺν Πατρὶ ἀεὶ συνυπάρχων.] Πρὸς ἐκεῖνον γὰρ ὁ αὐτὸς προφήτης ἐν τῷ ἑκα τοστῷ καὶ πρώτῳ ψαλμῷ ἔφη· "Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν." [Ὁρᾷς, ὅτι ὡς συνυπάρχων ἔχει καὶ ἀτελεύτητον τὴν βασιλείαν ὁ ὑπὲρ ἡμῶν σταυρὸν καὶ θάνατον καταδεξάμενος.] Τύπος μέντοι καὶ Ζοροβάβελ τοῦ ∆εσπότου Χρι στοῦ. Ὥσπερ γὰρ ἐκεῖνος τὴν ἀπὸ Βαβυλῶνος αἰχ μαλωσίαν εἰς τὴν πατρῴαν ἐπανήγαγε γῆν· οὕτως ὁ ∆εσπότης Χριστὸς ἅπασαν τῶν ἀνθρώπων φύσιν γεγενημένην αἰχμάλωτον [διὰ τῆς παραβάσεως τοῦ πρώτου ἀνθρώπου] εἰς τὴν προτέραν εὐγένειαν ἐπανήγαγε [καταργήσας γὰρ ἐπὶ τοῦ σταυροῦ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον], καὶ καταλύσας τοῦ θανάτου τὸ κράτος, τοῖς ὑπ' ἐκείνῳ τελοῦσι τὴν ζωὴν ἀπέδωκεν. [Αὐτοῦ γάρ ἐστι φωνή· "Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις· καὶ ὁ τρώγων με ζήσεται ἐν ἐμοί."] "Ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει;" Τίς γὰρ, φησὶν, ἱκανὸς τὸν κεκριμένον καὶ δίκαιον τοῦ Θεοῦ ἔλεον καταμαθεῖν ἀκριβῶς; τὰ γὰρ κρίματα αὐτοῦ ἄβυσσος πολλή. θʹ. "Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τοὺς αἰῶ νας, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας." Ἀεί σε γὰρ ὑμνήσω· καθ' ἑκάστην τὰς σὰς διηγήσομαι χάριτας· καὶ τὰς ὑποσχέσεις οὐ ψεύσομαι· εὐχὰς γὰρ τὰς ὑποσχέσεις καλεῖ. 80.1329
ΕΡΜΗΝ. ΤΟΥ ΞΑʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺμ, ψαλμὸς τῷ ∆αβίδ." Ὁ δὲ Σύμμαχος οὕτως
ἡρμήνευσεν· Ἐπινίκιος διὰ Ἰδιθοὺμ, ᾠδὴ εἰς ∆αβίδ. ∆ηλοῖ τοίνυν, ὡς τοῦ μακαρίου μὲν ∆αβὶδ ὁ ψαλμὸς, ᾔδετο δὲ ὑπὸ τοῦ Ἰδιθούμ. Ὡς γὰρ χοροῦ προστατῶν ἐν τῷ θείῳ ναῷ ὕμνει τὸν τῶν ὅλων Θεὸν, ᾗ φησι τῶν Παραλειπομένων ἡ βίβλος. Προθεσπίζει δὲ ὁ ψαλμὸς τὰς Μακεδονικὰς ἐπαναστάσεις, καὶ τὰς Ἀντιόχου τοῦ Ἐπιφανοῦς κατὰ τῶν Μακκαβαίων ἐπιβουλάς· καὶ διδάσκει τοὺς εὐσεβείας ἀθλητὰς, ὁποίοις προσήκει χρήσασθαι λογισμοῖς ἐν τῷ τῶν ἐναντίων καιρῷ. βʹ. "Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;" Τὸν θεῖον παραβαίνειν καταναγκαζόμενοι νόμον, καὶ θύειν μὲν