135
συνανιώμενος ὑμῖν τῇ διαθέσει, ἐπεὶ ἐμὰ μέλη τὰ ἀλγυνόμενα ταῖς πληγαῖς, παρακαλῶ καὶ ἀντιβολῶ, ἀσπάζομαι καὶ περιπτύσσομαι, προτείνω ὑμῖν τὰς χεῖρας, στῆτε, κύριοί μου, στῆτε· ἔτι ὁ Χριστὸς ἀγωνοθετεῖ, ἔτι βούλεται πολυπλασιάσαι ὑμῶν τοὺς στεφάνους. ὧν ἡ ἀρχὴ θαυμαστή, τούτων εἴη καὶ τὸ τέλος ἐπάξιον. μὴ δείσωμεν τὰ μέλλοντα· ὁ τότε δυναμώσας καὶ αὐτίκα πάρεστιν, καὶ μᾶλλον ἀσπάσεται καὶ κουφίσει τὰ ἄλγη καὶ ὑψώσει τὸ κέρας ὑμῶν. εἴπατε καὶ αὐτοί, βέλη νηπίων ἐγενήθησαν ἡμῖν αἱ πληγαὶ αὐτῶν· ἐκείνων ἐστὲ σπέρμα, τῶν ἐν πυρὶ δροσισθέντων καὶ λέοντας φιμωσάντων. Μὴ δὴ καλῶς ἐναρξάμενοι καὶ μαρτυρικοῖς αἵμασιν ἀλειψάμενοι ἔπειτα κατολιγωρήσωμεν· φοβερὸν γάρ, ὦ τέκνα, τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. κώνωψιν παραβλητέα τὰ ἀνθρώπινα ἄλγη. οὕτω τοιγαροῦν καὶ πιστεύω καὶ ἐγκαλλωπίσομαι κἀγὼ ὁ τάλας δι' ὑμῶν, ἀλλὰ μὴν καὶ σωθήσομαι. τέλος τοῦ λόγου, σκοπήσατε ὅτι ὅσον ἐξεφημίσθητε εἰς τὴν οἰκουμένην, τοσοῦτος καὶ ὁ ἀγὼν ὑμῖν τῆς καλῆς τελειώσεως, θεοῦ δηλαδὴ ἐνισχύοντος. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ· οἱ σὺν ἐμοὶ ἤδη φιλοῦντες φιλοῦσιν ὑμᾶς. 182 {1Γενναδίῳ τέκνῳ}1 Βραδὺ μέν, ὅμως ἐδεξάμην σου γράμμα, ἐπιπόθητόν μου τέκνον, καὶ τοῦτο ἐμμελές. ἀλλ' ἱνατί ὠψίσθης; οὐκ οἶδας ὅτι ἐν τῇ ἀπουσίᾳ, εἰ μὴ ὁ ἐγγράμματος συνοψισμὸς γίνοιτο, κινδυνεύει τὸ τῆς ἀγάπης καλὸν καὶ τὸ τῆς πίστεως ὁμονοητικόν; καὶ εἰ μὲν οὐχ οἷός τε ἦς ἐπιστέλλειν ἀπειρίᾳ γραμμάτων, ἦν ἂν τὸ σύγγνωστον, ὅπου γε καὶ οὕτω οὐκ ἔξω μομφῆς διὰ τὸ χειρὶ ἑτέρου ἐκτελέσαι τὸ καθῆκον· ἐπεὶ δὲ χάριτι Χριστοῦ ἰσχύεις καὶ ἄλλοις κιχρᾶν ἑαυτόν, οὐκ ἐπαινετὴ ἡ βραδυτής. Ἀλλὰ τοῦτο μὲν ἔστω σοι συγχωρητόν. ἱνατί δὲ προσάπτεις μοι ἐπαίνους ὧν ἀμοιρῶ; εὔχου τοίνυν ἐπιτυχεῖν με θεοῦ διὰ τῆς ἐν παντὶ τρόπῳ δεξιοπραγίας· καί γε τοῦτο κἀγὼ ἐπὶ σοὶ αἰτῶ, ὡς ἂν διασωθείης, μήτε ὑπὸ ἀοράτων ἐχθρῶν μήτε ὑπὸ τῶν νῦν ὁρωμένων ἁλούς, σῶάν σου δὲ τὴν παρακαταθήκην προσαγάγοις τῷ δεδωκότι θεῷ. εἶεν. 183 {1Θαδδαίῳ τέκνῳ καὶ ὁμολογητῇ}1 Τί καλὰ τὰ γράμματά σου, τέκνον μου ἠγαπημένον Θαδδαῖε· τί τοῦτο; ὅτι καὶ ταπείνωσιν ἔχουσιν καὶ πίστιν εἰλικρινῆ καὶ ἀγάπην θερμήν, τὸ θαυμαστόν, ὅτι καὶ γνῶσιν ἀψευδῆ· ἥψατο γὰρ ἀληθῶς, τέκνον, τῆς περὶ τῆς εἰκόνος Χριστοῦ ἀληθείας ὁ νοῦς σου. καὶ κράτει ὡς ἐδράξω καὶ ἐφώτισεν ὁ θεός· καὶ γὰρ ἀχώριστός ἐστιν ἀπὸ Χριστοῦ ἡ εἰκὼν αὐτοῦ, ὅπουπερ ἂν εἴη ἐν ὕλῃ ἐκτετυπωμένη, ὡς ἔξω τῆς ὕλης μένουσα τῇ ἐπινοίᾳ, καθ' ὃ καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις μία ἐν ἀμφοτέροις. ὥστε τῇ τῆς εἰκόνος ἀρνήσει ἀρνεῖσθαί ἐστι Χριστόν, ὡς καὶ ἔμπαλιν τῇ ὁμολογίᾳ ὁμολογεῖσθαι. καὶ μακάριος εἶ ὅτι ἐπέγνως τὴν ἀλήθειαν, ἣν ἀπέκρυψεν τοῖς σοφοῖς, μᾶλλον δὲ μωροῖς τοῦ αἰῶνος τοῦδε ὁ θεὸς καὶ ἀπεκάλυψεν αὐτὴν νηπίοις εἴτουν ἀκάκοις καθάπερ σύ. αὕτη ἡ ἀληθὴς ἡμῶν λατρεία τῶν ὀρθοδόξων καὶ ὑπὲρ ταύτης μέχρις αἵματος ἀγωνισώμεθα, τέκνον, μηδαμῶς πτυρόμενοι ὑπὸ τῶν ἀντικειμένων μηδὲ ὑποχαυνούμενοι. χαίρω ἐπὶ τῇ προθυμίᾳ σου καὶ ὅτι, ἐν φυλακῇ ὤν, ἐναβρύνῃ ἐχόμενος τοῦ ἔργου σου. Ἡμεῖς δὲ οὐκ ἠξιώθημεν διὰ Χριστὸν παθεῖν τι, εὔχου δέ, τέκνον, διανύσαι θεοπρεπῶς σὺν ὑμῖν τὸν προκείμενον ἀγῶνα. προσαγορεύουσίν σε οἱ ἀδελφοί σου· ὁ Κύριος μετὰ τοῦ πνεύματός σου. 184 {1Ἰγνατίῳ τέκνῳ}1 Ἐπέγνων σε καὶ νῦν διὰ τῶν γραμμάτων ὅτι ἐμὸν τέκνον εἶ καὶ σπλάγχνον. ἀλλὰ φυλαχθείης, ὅπουπερ ἂν καὶ εἴης· οὐδὲ γὰρ τὸ ὑποχωρῆσαί σε μεμπτέον, ἡνίκα μάλιστα οὐδὲ παρεπέμφθης πρὸς τοῦ βασιλέως ἐν Σακκουδίωνι. πλὴν ἄφελε, τέκνον μου, τὴν δειλίαν καὶ πτόησιν ἐκ ψυχῆς σου, ἀκούων καὶ πιστεύων τῷ λέγοντι, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐμβαλεῖν εἰς τὴν γέενναν τοῦ πυρός. ὥστε, ὅπου ὁ τοῦ θεοῦ φόβος, ὁ ἀνθρώπινος ἐξώρισται· οἱ δύο γὰρ ἐπὶ τὸ αὐτὸ οὐκ ἐγχω ροῦσιν εἶναι ὡς οὐδὲ φῶς ὁμοῦ καὶ σκότος. τίς γάρ, φησίν, δύναται