135
λαβεῖν κατὰ ψυχήν· καὶ οὐδ' οὕτως ὁ βασιλεὺς δοῦναι κατεδέξατο, ἀλλ' οὐδὲ τεσσάρων κερατίων λαβεῖν. καὶ θυμωθεὶς ὁ Χαγάνος πάντας ἀπέκτεινε καὶ ἐπὶ τὰ ἴδια ἀνέζευξεν, πεντήκοντα χιλιάδας χρυσῶν ταῖς σπονδαῖς τοῖς Ῥωμαίοις ἐπιθείς· καὶ τὸν Ἴστρον ποταμὸν μὴ διαβαίνειν ὡμολόγησαν. ἐκ τούτου πολὺ μῖσος ἐκινήθη κατὰ Μαυρικίου τοῦ βασιλέως, καὶ ἤρξαντο λοιδορίαις τοῦτον βάλλειν· ὁμοίως καὶ ὁ λαὸς ὁ ἐν τῇ Θρᾴκῃ πρὸς λοιδορίαν τοῦ βασιλέως ἐκινήθη. ὁ δὲ στρατὸς ἐντολικαρίους ἀπέπεμψε πρὸς τὸν βασιλέα κατὰ Κομεντιόλου ὡς προδοσίαν ἐν τῷ πολέμῳ ποιήσαντος, ἐν οἷς ἦν καὶ Φωκᾶς, ὅστις τῷ βασιλεῖ διαλεγόμενος βρυερῶς τούτῳ ἀντέλεγεν ἐν τῷ σελεντίῳ, ὥστε τινὰ τῶν πατρικίων τοῦτον ματζῶσαι καὶ τὸν πώγωνα αὐτοῦ τίλαι. ὁ δὲ βασιλεὺς οὐ κατεδέξατο τὴν κατὰ Κομεντιόλου τοῦ λαοῦ ἔγκλησιν, ἀλλὰ τούτους ἀπράκτους ἀπέλυσεν. διὰ τοῦτο καὶ ἡ ἐπιβουλὴ τοῦ βασιλέως ἀρχὴν ἐλάμβανεν. κατὰ δὲ τοῦτον τὸν χρόνον ἐν Αἰγύπτῳ ἐν τῷ Νείλῳ ποταμῷ, Μηνᾶ τοῦ ἐπάρχου μετὰ λαοῦ πορευομένου ἐν τόπῳ ἐπιλεγομένῳ ∆ῆλτα, ἡλίου ἀνίσχοντος, ζῶα ἀνθρωπόμορφα ἐφάνησαν ἐν τῷ ποταμῷ, ἀνήρ τε καὶ γυνή. καὶ ὁ μὲν ἀνὴρ εὔστερνος καταπληκτικός τε τὴν ὄψιν, ξανθὸς τὴν κόμην, μιξοπόλιος, καὶ μέχρι τῆς ὀσφύος ἐγύμνου τὴν φύσιν καὶ πᾶσιν ἐδείκνυτο γυμνός· τὰ δὲ λοιπὰ μέρη τοῦ σώματος τὸ ὕδωρ ἐκάλυπτεν. τοῦτον ὁ ἔπαρχος ὅρκοις ἔβαλεν, μὴ καταλῦσαι τὴν θεωρίαν, πρὶν ἅπαντες ἐμφορηθῶσι τῆς παραδόξου ταύτης ὁράσεως. ἡ δὲ γυνὴ τούς τε μαζοὺς εἶχε καὶ τὴν ὄψιν λείαν, καὶ τὴν κόμην βαθεῖαν. καὶ μέχρις ὥρας θʹ πᾶς ὁ λαὸς ἐθαύ281 μαζεν ὁρῶν τὰ ζῶα ταῦτα. τῇ δὲ θʹ ὥρᾳ ἔδυσαν ἐν τῷ ποταμῷ. ὁ δὲ Μηνᾶς ταῦτα τῷ βασιλεῖ Μαυρικίῳ γεγράφηκεν. Κόσμου ἔτη ϛϟγʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟγʹ. Ῥωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ιθʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιγʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. κβʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. αʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ κϛʹ, ἰνδικτιῶνος δʹ, τῇ ἡμέρᾳ τοῦ ἁγίου πάσχα Σοφία ἡ αὐγούστα, ἡ γυνὴ Ἰουστίνου, ἅμα Κωνσταντίνῃ, τῇ γυναικὶ Μαυρικίου, στέμμα κατασκευάσασαι ὑπέρτιμον τῷ βασιλεῖ προσήγαγον. ὁ δὲ βασιλεὺς τοῦτο θεασάμενος, ἀπελθὼν εἰς τὴν ἐκκλησίαν τῷ θεῷ τοῦτο προσήγαγε καὶ ἐκρέμασεν αὐτὸ ἐπάνω τῆς ἁγίας τραπέζης διὰ τριχαλάστου ἁλυσιδίου διαλίθου καὶ χρυσοῦ. αἱ δὲ αὐγούσται μεγάλως ἐλυπήθησαν τοῦτο μαθοῦσαι, καὶ ἐν μάχῃ Κωνσταντῖνα ἡ αὐγούστα πρὸς τὸν βασιλέα τὴν ἑορτὴν ἐποίησεν. ὁ δὲ βασιλεὺς μὴ προσχὼν τὰς ἐγκλήσεις τῶν ἐν τῇ Θρᾴκῃ στρατευμάτων κατὰ Κομεντιόλου, ὁ αὐτὸς Κομεντίολος ἀναλαβὼν τὸ ὁπλιτικὸν ἔρχεται ἐπὶ τὸν Ἴστρον καὶ ἑνοῦται τῷ Πρίσκῳ ἐν Σιγγιδόνι· καὶ λύεται ἡ πρὸς τοὺς Ἀβάρους εἰρήνη. ταύτης λυθείσης, ἔρχονται εἰς τὸ Βιμηνάκιον, ἥτις ἐστὶ νῆσος μεγάλη τοῦ Ἴστρου. ταῦτα δὲ ἀκούσας ὁ Χαγάνος, συναθροίσας τὰς ἑαυτοῦ δυνάμεις ἐπὶ τὰ Ῥωμαϊκὰ χωρεῖ· τοῖς δὲ τέσσαρσιν αὐτοῦ υἱοῖς παραδοὺς ἑτέρας δυνάμεις παρέστησε φρουρεῖν τὰς διαβάσεις τοῦ Ἴστρου. οἱ δὲ Ῥωμαῖοι σχεδίας ποιήσαντες τὸν ποταμὸν διενήξαντο καὶ πόλεμον μετὰ τῶν υἱῶν τοῦ Χαγάνου συνεστήσαντο, Πρίσκου στρατηγοῦντος. ὁ γὰρ Κομεντίολος ἀσθενήσας εἰς τὸ Βιμηνάκιον τὴν νῆσον ἐκαθέζετο. ἐπὶ πολλὰς δὲ ὥρας τοῦ πολέμου κρατήσαντος, καὶ τοῦ ἡλίου δύ282 ναντος, τριακοσίων τε Ῥωμαίων ἀναιρεθέντων, χιλιάδες τέσσαρες ἐκ τῶν βαρβάρων διώλοντο. ἕωθεν δὲ πάλιν συντάξαντες τὰ στρατεύματα πάλιν τοῦ πολέμου ἀπήρξαντο καὶ πάλιν ὀκτὼ χιλιάδας τῶν βαρβάρων ἀνεῖλον. ὁμοίως καὶ τῇ τρίτῃ ἡμέρᾳ παραταξάμενοι ἐκ τῶν ὑψηλοτέρων οἱ Ῥωμαῖοι πρὸς τοὺς βαρβάρους ἐχώρησαν, καὶ τούτους τρέψαντες καὶ ἐπὶ τὰ ὕδατα τῆς λίμνης τοὺς Ἀβάρους ὠθήσαντες πολλοὺς ἐξ αὐτῶν ἀπέπνιξαν· ἐν οἷς καὶ οἱ τοῦ Χαγάνου παῖδες ἀπεπνίγησαν· καὶ νίκην οἱ Ῥωμαῖοι περιφανῆ ἀνεδήσαντο. ὁ δὲ Χαγάνος