1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

136

νήσονται. πέρας γοῦν κἂν ἀγγέλων τις ἀνθρώπῳ ὀφθῆναι πεμφθῇ, τρέ- πεται εἰς σάρκα, ἵνα ὑπὸ σαρκὸς ὀφθῆναι δυνηθῇ. ἄσαρκον γὰρ δύναμιν οὐ μόνον υἱοῦ ἀλλ' οὐδὲ ἀγγέλου ἰδεῖν τις δύναται. εἰ δὲ ἴδῃ τις ὀπτασίαν, κακοῦ δαίμονος ταύτην εἶναι νοείτω. πλὴν ὅτι καὶ ἀσεβεῖς ὁράματα καὶ ἐνύπνια ἀληθῆ βλέπουσιν, δῆλόν ἐστιν καὶ ἐγγράφως ἀποδεῖξαι δύ- ναμαι. πέρας γοῦν ἐν τῷ νόμῳ γέγραπται, ὡς ὁ Ἀβιμέλεχ (ἀσεβὴς ὤν, τὴν τοῦ δικαίου Ἀβραὰμ γυναῖκα ἐπὶ κοινωνίᾳ μιᾶναι θελήσας) ἤκουσεν παρὰ τοῦ θεοῦ καθ' ὕπνον (ὡς ἡ γραφὴ λέγει) μὴ θιγεῖν αὐτῆς, ὅτι ἀνδρὶ συνῳκηκυῖά ἐστιν. ἀλλὰ καὶ ὁ Φαραώ (ἀσεβὴς ἀνήρ) ἑώρακεν ὄνειρον περί τε πυρῶν εὐφορίας καὶ ἀφορίας, ᾧ ὁ Ἰωσὴφ ἐπιλύων παρὰ θεοῦ ἔφη τὸν ὄνειρον γεγενῆσθαι. Ναβουχοδονόσορ δέ (ὁ εἴδωλα σέβων καὶ τοὺς θεὸν σέβοντας εἰς πῦρ κελεύσας βληθῆναι) ὄνειρον ὅλου μή- κους αἰῶνος ὁρᾷ. καὶ μὴ λεγέτω τις· Ἀλλ' ὅραμα ἐγρηγορὼς οὐδεὶς ἀσε- βῶν θεωρεῖ. ψεῦδός ἐστιν. αὐτὸς γοῦν ὁ Ναβουχοδονόσορ τρεῖς ἄνδρας κελεύσας βληθῆναι εἰς πῦρ, ἐνιδὼν τῇ καμίνῳ τέταρτον ἔφη· «Τὸν τέταρ- τον ὁρῶ ὡς υἱὸν θεοῦ». καὶ ὁμῶς ὀπτασίας τε καὶ ὁράματα καὶ ἐνύπνια ὁρῶντες ἀληθῆ ἀσεβεῖς ἦσαν. οὕτως οὐ πάντως ἐκ τοῦ ὁρᾶν τινα ὁρά- ματα καὶ ἐνύπνια καὶ ὀπτασίας πάντως εὐσεβής ἐστιν. τῷ γὰρ εὐσε- βεῖ ἐμφύτῳ καὶ καθαρῷ ἀναβλύζει τῷ νῷ τὸ ἀληθές, οὐκ ὀνείρῳ σπουδαζόμενον, ἀλλὰ συνέσει ἀγαθοῖς διδόμενον. οὕτως γὰρ κἀμοὶ ἀπὸ τοῦ πατρὸς ἀπεκαλύφθη ὁ υἱός. διὸ οἶδα τίς δύναμις ἀποκαλύψεως, ἀφ' ἑαυτοῦ μαθών. ἅμα γὰρ τῷ τὸν κύριον εἰπεῖν τίνα αὐτὸν λέγουσιν, καὶ ἄλλους ἄλλο τι λέγοντας αὐτὸν ἀκηκοότος ἐμοῦ, ἐπὶ τῆς καρδίας ἀνέβη· οὐκ οἶδα οὖν πῶς εἶπον· «Σὺ εἶ ὁ υἱὸς τοῦ ζῶντος θεοῦ». τὸν δὲ μακαρίσαντά με μηνῦσαί μοι τὸν ἀποκαλύψαντα πατέρα εἶναι, ἐμὲ δὲ ἔκτοτε μαθεῖν ὅτι τὸ ἀδιδάκτως, ἄνευ ὀπτασίας καὶ ὀνείρων, μαθεῖν ἀποκάλυψίς ἐστιν. καὶ ἀληθῶς οὕτως ἔχει. ἐν γὰρ τῇ ἐν ἡμῖν ἐκ θεοῦ τεθείσῃ σπερματικῶς ... πᾶσα ἔνεστιν ἡ ἀλήθεια, θεοῦ δὲ χειρὶ σκέπεται καὶ ἀποκαλύπτεται, τοῦ ἐνεργοῦντος τὸ κατ' ἀξίαν ἑκάστου εἰδότος. τὸ δὲ ἔξωθεν δι' ὀπτασιῶν καὶ ἐνυπνίων δηλωθῆναί τι ὅτι οὐκ ἔστιν ἀπο- καλύψεως ἀλλὰ ὀργῆς, φαίνεται. πέρας γοῦν γέγραπται ἐν τῷ νόμῳ ὅτι ὀργισθεὶς ὁ θεὸς Ἀαρὼν καὶ Μαριὰμ ἔφη· «Ἐὰν ἀναστῇ προφήτης ἐξ ὑμῶν, δι' ὁραμάτων καὶ ἐνυπνίων αὐτῷ γνωρισθήσομαι, οὐχ οὕτως δὲ ὡς Μωυσῇ τῷ θεράποντί μου, ὅτι ἐν εἴδει καὶ οὐ διὰ ἐνυπνίων λαλήσω πρὸς αὐτόν, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον». ὁρᾷς πῶς τὰ τῆς ὀργῆς δι' ὁραμάτων καὶ ἐνυπνίων, τὰ δὲ πρὸς φίλον στόμα κατὰ στόμα, ἐν εἴδει καὶ οὐ δι' αἰνιγμάτων καὶ ὁραμάτων καὶ ἐνυπνίων, ὡς πρὸς ἐχθρόν. εἰ μὲν οὖν καὶ σοὶ ὁ Ἰησοῦς ἡμῶν δι' ὁράματος ὀφθεὶς ἐγνώσθη καὶ ὡμίλησεν ὡς ἀντικειμένῳ ὀργιζόμενος, διὸ δι' ὁραμάτων καὶ ἐνυπνίων ἢ καὶ δι' ἀποκαλύψεων ἔξωθεν οὐσῶν ἐλάλη- σεν. εἴ τις δὲ δι' ὀπτασίαν πρὸς διδασκαλίαν σοφισθῆναι δύναται; καὶ εἰ μὲν ἐρεῖς· ∆υνατόν ἐστιν, διὰ τί ὅλῳ ἐνιαυτῷ ἐγρηγορόσιν παραμένων ὡμίλησεν ὁ διδάσκαλος; πῶς δέ σοι καὶ πιστεύσομεν αὐτὸ κἂν ὅτι ὤφθη σοι; πῶς δέ σοι καὶ ὤφθη, ὁπότε αὐτοῦ τὰ ἐναντία τῇ διδασκαλίᾳ