136
διωγμὸς ἀγαθῶν, ἀληθείας ἔχθρα, ψεύδους ἀγάπη, ἄγνοια δικαιοσύνης. Oἱ γὰρ τούτων ποιηταὶ οὐ κολλῶνται ἀγαθῷ οὐδὲ κρίσει δικαίᾳ, ἀγρυπνοῦσιν οὐκ εἰς τὸ ἀγαθόν, ἀλλ' εἰς τὸ πονηρόν· ὧν μακρὰν πραότης καὶ ὑπομονή, μάταια ἀγαπῶντες, διώκοντες ἀνταπόδομα, οὐκ ἐλεοῦντες πτωχόν, οὐ πονοῦντες ἐπὶ καταπονουμένῳ, οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς, φονεῖς τέκνων, φθορεῖς πλάσματος Θεοῦ, ἀποστρεφόμενοι ἐνδεόμενον, καταπονοῦντες θλιβόμε νον, πλουσίων παράκλητοι, πενήτων ὑπερόπται, πανθαμάρ τητοι. Ῥυσθείητε, τέκνα, ἀπὸ τούτων ἁπάντων. Ὅρα, μή τίς σε πλανήσῃ ἀπὸ τῆς εὐσεβείας· «Oὐκ ἐκκλινεῖς γάρ, φησίν, ἀπ' αὐτῆς δεξιὰ ἢ εὐώνυμα, ἵνα συνῇς ἐν πᾶσιν οἷς ἐὰν πράσσῃςή· οὗ γὰρ ἂν ἐκτραπῇς ἔξω τῆς εὐθείας ὁδοῦ, δυσσεβήσεις. Περὶ δὲ βρωμάτων λέγει σοι ὁ Κύριος· «Τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.» Καί· «Πᾶν κρέας ἔδεσθε ὡς λάχανα χλόης, τὸ δὲ αἷμα ἐκχεεῖς.» Oὐ γὰρ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, εἰς κοιλίαν γὰρ χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται, τὰ δὲ ἐκπορευόμενα κοινοῖ τὸν ἄνθρωπον, λέγω δὴ βλασφημίαι, καταλαλιαὶ καὶ εἴ τι τοιοῦτον. Σὺ δὲ φάγῃ τὸν μυελὸν τῆς γῆς μετὰ δικαιοσύνης, ὅτι· «Eἴ τι καλόν, αὐτοῦ, καὶ εἴ τι ἀγαθόν, αὐτοῦ· σῖτος νεανίσκοις καὶ οἶνος εὐωδιάζων παρθένοις· τίς γὰρ φάγεται ἢ τίς πίεται παρὲξ αὐτοῦ;» Ἀπὸ δὲ τῶν εἰδωλοθύτων φεύγετε· ἐπὶ τιμῇ γὰρ δαιμόνων θύουσι ταῦτα, ἐφ' ὕβρει δηλαδὴ τοῦ μόνου Θεοῦ· ὅπως μὴ γένησθε κοινωνοὶ δαιμόνων. Περὶ δὲ βαπτίσματος, ὦ ἐπίσκοπε ἢ πρεσβύτερε, ἤδη μὲν καὶ πρότερον διεταξάμεθα, καὶ νῦν δέ φαμεν ὅτι οὕτως βαπτίσεις ὡς ὁ Κύριος ἡμῖν διετάξατο λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖνή· τοῦ ἀποστείλαντος Πατρός, τοῦ ἐλθόν τος Χριστοῦ, τοῦ μαρτυρήσαντος παρακλήτου. Χρίσεις δὲ πρῶτον ἐλαίῳ ἁγίῳ, ἔπειτα βαπτίσεις ὕδατι, καὶ τελευ ταῖον σφραγίσεις μύρῳ, ἵνα τὸ μὲν χρῖσμα μετοχὴ ᾖ τοῦ ἁγίου Πνεύματος, τὸ δὲ ὕδωρ σύμβολον τοῦ θανάτου, τὸ δὲ μύρον σφραγὶς τῶν συνθηκῶν. Eἰ δὲ μήτε ἔλαιον ᾖ μήτε μύρον, ἀρκεῖ τὸ ὕδωρ καὶ πρὸς χρῖσιν καὶ πρὸς σφραγῖδα καὶ πρὸς ὁμολογίαν τοῦ ἀποθανόντος ἤτοι συναποθνήσκοντος. Πρὸ δὲ τοῦ βαπτίσματος νηστευσάτω ὁ βαπτιζόμενος· καὶ γὰρ καὶ ὁ Κύριος βαπτισθεὶς ὑπὸ Ἰωάννου πρῶτον καὶ