136
τοῖς πατρῴοις ἔθεσιν. ἐπέκτισε δὲ τὴν πόλιν κατὰ φυλάς. Ἡ δὲ ᾠκοδομήθη πλατεῖα καὶ περίτειχος κατὰ τὴν πρόρρησιν ∆ανιὴλ τοῦ προφήτου, εἰκοστῷ ἔτει Ἀρταξέρξου τοῦ Μακρόχειρος ἀρξαμένου τοῦ ἔργου καὶ τελειωθέντος κατὰ τὸ λβʹ ἔτος αὐτοῦ, ὡς ἱστορεῖ ἡ τοῦ Ἔσδρα γραφή, ἐπὶ ἀρχιερέως Ἰωδαὲ υἱοῦ Ἰασίβ· μετὰ δὲ τὸν Ἰωδαὲ Ἰωάννης ουἱὸς αὐτοῦ ἀρχιεράτευσεν ἔτη ***, μετὰ δὲ τὸν Ἰωάννην ὁ κατὰ Ἀλέξανδρον γενόμενος ὕστερον τὸν Μακεδόνα Ἰασδούς. Ἕως μὲν οὖν Ἔσδρα καὶ Νεεμίου αἱ ἐνδιάθετοι Ἑβραϊκαὶ γραφαὶ ἐκκλησιάζεσθαι παρεδόθησαν ὑπὸ τῶν μακαρίων ἀποστόλων καὶ μαθητῶν τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν ἁγίων πατέρων καὶ διδασκάλων ἡμῶν, τὰ δὲ μετὰ ταῦτα συμβάντα ἢ πραχθέντα ἕως τῆς θείας σαρκώσεως τοῖς Ἰουδαίοις Ἰώσηππος ἐν τοῖς Μακκαβαϊκοῖς ἱστορεῖ καὶ Ἀφρικανὸς μετ' αὐτὸν ἐν ἐπιτόμῳ. Τὰς μέντοι οʹ ἑβδομάδας παρὰ τῷ ∆ανιὴλ ἕως Χριστοῦ ἡγουμένου ἐντεῦθεν ἀριθμεῖσθαι δεῖ κατὰ τὸν Ἀφρικανὸν ἔτη υζʹ. Εὐσέβιος δὲ ὁ Καισαρεύς φησιν ὅτι εἴ τις ἐντεῦθεν ἀριθμήσειε τὰ παρὰ τῷ ∆ανιὴλ οʹ ἑβδομάδας, αἳ γίνονται ἔτη υζʹ, εὕροι ἂν αὐτὰς ἐπὶ Νέρωνα Ῥωμαίων αὐτοκράτορα περαιουμένας, καθ' ὃν πολιορκεῖσθαι ἀρξαμένη ἡ πόλις μετὰ Νέρωνα ἔτους βʹ Οὐεσπασιανοῦ τὴν ἐσχάτην ἅλωσιν ὑπέμεινεν. 300 Ἐν τῇ δευτέρᾳ τῶν Μακκαβαϊκῶν ἐπιστολῇ τοῖς κατ' Αἴγυπτον Ἰουδαίοις γέγραπται περὶ Νεεμίου ὅτι ἀνοικοδομήσας τὸ ἱερὸν καὶ τὸ θυσιαστήριον, μέλλων ἀναφέρειν τὴν θυσίαν ἔπεμψε τοὺς ἐγγόνους τῶν ἱερέων ἐπὶ τὸ φρέαρ, ἐν ᾧ κατέκρυψαν οἱ πατέρες αὐτῶν ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας, λαβόντες ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, ὡς καὶ Ἱερεμίας φησί, τοῦ ἀγαγεῖν πῦρ ἐξ αὐτοῦ. οἱ δὲ ἀπελθόντες οὐχ εὗρον πῦρ, ἀλλ' ὕδωρ παχύ. ἐκέλευσε δὲ Νεεμίας ἐκ τοῦ ὕδατος τούτου ἀποβάψαντας φέρειν καὶ ἐπιρρᾶναι τοῖς ξύλοις καὶ ὑποκειμένοις θύμασι. τοῦ δὲ ἡλίου ἐπινεφοῦς λάμψαντος ἀνήφθη πυρὰ μεγάλη κατὰ τῶν θυσιῶν καὶ ἐδαπάνησεν αὐτάς, ὥστε θαυμάσαι πάντας καὶ δοξάσαι τὸν θεὸν μετ' εὐχῆς. Ἡ τοῦ Ἔσδρα γραφὴ τελευταία οὖσα τῶν ἐνδιαθέτων βιβλίων τῆς παλαιᾶς θεοπνεύστου γραφῆς ἤρξατο τῆς ἱστορίας ἀπὸ τοῦ ιηʹ ἔτους τῆς βασιλείας Ἰωσίου βασιλέως Ἰούδα καὶ τοῦ κατ' αὐτὸν γεγονότος θαυμαστοῦ πάσχα ὑπ' αὐτοῦ. ἱστορεῖ δὲ καὶ περὶ τῶν μετὰ ταῦτα βασιλέων Ἰούδα καὶ περὶ τῆς ὑπὸ Ναβουχοδονόσωρ γεναμένης αἰχμαλωσίας τοῦ Ἰούδα καὶ ἐμπρησμοῦ τῆς Ἱερουσαλήμ, καὶ ἔτι περὶ τῆς ἐπὶ Κύρου γενομένης ἀφέσεως τοῦ ἔθνους τῷ οʹ ἔτει ἀπὸ τοῦ δʹ ἔτους Ἰωακεὶμ κατὰ τὴν προφητείαν Ἱερεμίου, καὶ τοῦ ἀριθμοῦ τῶν ἐπανελθόντων ἐκ τῆς αἰχμαλωσίας εἰς Ἱερουσαλήμ, τῶν τε ἱερῶν σκευῶν, καὶ ὅπως ὑπὸ τῶν ἐν Σαμαρείᾳ φθονηθέντες ἐκωλύθησαν ἀναστῆσαι τὸν ναὸν καὶ τὴν πόλιν, γραψάντων πρὸς Κῦρον κατ' αὐτῶν, καὶ προσέτι περὶ τῆς μβʹ ἔτη ἐπὶ ∆αρείου τοῦ Ὑστάσπου γεγονυίας δευτέρας ἀφέσεως τοῦ λαοῦ καὶ αὐτῆς διὰ Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ ἀρχιερέως καὶ ἀνακαινίσεως τοῦ οἴκου τοῦ θεοῦ, καὶ αὖθις τῆς ἐπὶ Ἀρταξέρξου τρίτης γεγονυίας διὰ Νεεμίου καὶ Ἔσδρα ἀνανεώσεως τῆς πόλεως καὶ τῶν τειχέων Ἱερουσαλήμ.
ΠΕΡΣΩΝ ΒΑΣΙΛΕΙΣ Περσῶν εʹ ἐβασίλευσε Ξέρξης υἱὸς ∆αρείου ἔτη κʹ. τοῦ δὲ
κόσμου ἦν ἔτος εκηʹ. 301 Ξέρξης Αἴγυπτον παρέλαβε· Ξέρξης εἰς Ἀθήνας ἐλθὼν ἐνέπρησεν αὐτὰς ἐπὶ Καλλιάδου Ἀθηναίων ἄρχοντος. Τινὲς δέ φασιν ὅτι Ἔσδρας τούτῳ τῷ Ξέρξῃ υἱῷ ∆αρείου φίλος ὢν ἐπὶ αὐτοῦ ἀνῆλθεν εἰς Ἱερουσαλὴμ διδάξαι τὸν θεῖον νόμον, ὡς πάντων τῶν κατὰ τούσδε τοὺς χρόνους ἐμπειρότερος γραμματεὺς καὶ ἱερεύς· ἡμῖν δὲ τοῦτο οὐ δοκεῖ σύμφωνον τῇ τοῦ Ἔσδρα γραφῇ. Μᾶλλον δὲ τὰ κατὰ τὴν Ἰουδὴθ ἄν τις ἀξίως ὑπολάβοι πεπρᾶχθαι ἐπὶ τούτου καὶ τὸν Ὁλοφέρνην, ἐπεὶ καὶ Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας, ὡς ἐν τῇ Ἰουδὴθ γέγραπται, ἦν ἀρχιερατεύων κατὰ τοὺς χρόνους αὐτῆς, ὁ δ' αὐτὸς καὶ ἐπὶ τοῦδε τοῦ Ξέρξου.