136
πολλῶν ἐπιδημούντων, οὐ Ῥωμαίων μόνον, ἀλλὰ καὶ ἐκ Γεννούας καὶ Βενετίας κατ' ἐμπορίαν, καὶ Νικολάου Σανούτου τοῦ τῶν Κυκλάδων ἄρχοντος, ὃς ἧκε κατὰ φιλίαν σὲ προσκυνήσων, ἔτι δὲ καὶ ἐκ Λατίνων ἀρχιερέως, ὃς τὴν τῆς Χίου παρὰ τοῦ πάπα ἐπιτέτραπτο ἐπισκοπὴν, καὶ Φρερίων τινῶν καθ' ἱστορίαν, κέλευσον ἐκ πάντων ἐκκλησίαν ἀθροισθῆναι· πάντων δὲ παρόντων γενέσθαι τοὺς λόγους πρὸς Μπενέτον. κἂν δέξηται πεισθεὶς τὴν εὐεργεσίαν, πανταχόθεν ἂν ἔχοι καλῶς· ἐὰν δὲ τῇ προτέρᾳ παρανοίᾳ χρώμενος, τῶν μὲν ἐν χερσὶν ἀπόσχηται ἀγαθῶν, τῶν δὲ μήτε ὄντων μήτε ἐσομένων ἐπιθυμοίη, εἰ μὴ αὐτὸν ὡς ἀδύνατα ἀξιοίη πεῖσαι δυνησόμεθα, ἀλλὰ τούς γε παρόντας οὐ μάρτυρας μόνον ἕξομεν, ἀλλὰ καὶ κήρυκας καὶ τῆς σῆς καλοκαγαθίας καὶ φιλοτιμίας περὶ τὰς εὐεργεσίας, βασιλεῦ, καὶ τῆς ἐκείνου 1.386 παραπληξίας, καὶ δύο τὰ μέγιστα ἐντεῦθεν κερδανοῦμεν, ἡμᾶς τε αὐτοὺς ἀπαλλάττοντες ἀδοξίας οὐ προσηκούσης καὶ τοὺς ἄλλους τῆς ἐκ τοῦ ψεύδους ἐλευθεροῦντες προσγενησομένης βλάβης.» Τοιαῦτα μὲν ὁ μέγας δομέστικος εἶπε· βασιλεὺς δὲ ἐπείθετό τε εὐθὺς τοῖς εἰρημένοις ὡς καλῶς ἔχουσι, καὶ αὐτῷ ἐπέτρεπε τὴν πρᾶξιν, προσθεὶς, ὡς εἰ μὴ βούλοιτο κατὰ τὰ διατεταγμένα πρότερον ἄρχειν ὁ Μπενέτος Χίου, καὶ δευτέραν αἵρεσιν εὐεργεσίας αὐτῷ προθεῖναι, ἐλάττονος ἢ κατὰ τὴν προτέραν οὐδαμῶς. τακτῇ δὲ ἡμέρᾳ ἐκκλησίαν ὁ μέγας δομέστικος ἔκ τε Ῥωμαίων καὶ τῶν ἐπιχωριαζόντων Λατίνων συναγαγὼν, παρόντος καὶ αὐτοῦ Μπενέτου καὶ τῶν Μαρτίνῳ τῷ ἀδελφῷ πρότερον συνόντων οὐκ ὀλίγων, εἰς λόγους τε καθίσταντο καὶ διηγεῖτο ἄνωθεν ἀπ' ἀρχῆς, ὅπως τε εἰς Βυζάντιον ἀφίκοιτο πρὸς βασιλέα ὁ Μπενέτος κατηγορῶν τοῦ ἀδελφοῦ ἐφ' οἷς ἠδικεῖτο παρ' αὐτοῦ, ὅσα τε αὐτῷ λεχθείη πρὸς βασιλέως, καὶ τὴν εὔνοιαν, ἣν ἐνεδείξατο πρὸς αὐτὸν ἀφικόμενον πρὸς Χίον, καὶ ὡς τῆς εἰς αὐτὸν εὐνοίας ἕνεκα ὁ βασιλεὺς ἀμείβεται τοιαύταις εὐεργεσίαις. Μπενέτος δὲ αὖθις τήν τε δωρεὰν ἀπεωθεῖτο τὴν βασιλέως, ἀναξίαν κρίνων ἑαυτοῦ, καὶ εἰ μὴ παντάπασιν αὐτῷ· παραχωρήσει Χίου, τῆς Ῥωμαίων ἀφελόμενος ἡγεμονίας, μηδεμιᾶς ἑτέρας εὐεργεσίας φάσκων δεῖσθαι παρ' αὐτοῦ, καὶ μηδὲ τρίβεσθαι εἰκῇ καὶ μάτην ἀδύνατα ἐπιχειροῦντας πείθειν. οἱ μὲν οὖν παρόντες καὶ μάλιστα οἱ ἐκ Λατίνων, πολλὴν ἀκρισίαν κατεγίνωσκον 1.387 Μπενέτου καὶ ᾐτιῶντο φανερῶς, καὶ τὴν βασιλέως θαυμάζοντες φιλοτιμίαν καὶ τὴν αὐτοῦ κακοβουλίαν, καὶ συνεβούλευον πείθεσθαι βασιλεῖ, ὡς, εἰ μὴ πεισθείη νῦν, πολλὰ πολλάκις ὕστερον μεταμελήσοντος αὐτῷ. ὁ δ' οὐδὲν μᾶλλον ἐπείθετο αὐτοῖς, ἀλλὰ τοῖς προτέροις ἐνέμενε λογισμοῖς. ὁρῶν δὲ αὐτὸν ὁ μέγας δομέστικος οὕτως ἔχοντα ἐφ' οἷς ἠξίου ἀμεταμελήτως «οὐκοῦν» εἶπεν «εἰ μή σοι ταῦτα ἀρεστὰ δοκοίη, ἀλλ' εἰ μὴ τύχοις ὧν αὐτὸς ἀξιοῖς, καὶ τῆς Χίου παντάπασι κέκρικας ἀποστῆναι δεῖν, καὶ δευτέραν αἵρεσίν σοι προθήσομαι εὐεργεσίας, ἣν αὐτὸς ἐκέλευσε βασιλεύς. οἰκίας γάρ σοι λαμπρὰς καὶ πολυτελεῖς χαρίζεται ἐν Βυζαντίῳ, καὶ τῶν συγκλητικῶν Ῥωμαίων ἕνα κελεύει εἶναι, καὶ ἀξιώματι τῷ προσήκοντι τιμήσει καὶ ἀρχὴν ἐγχειρίσει τῶν παρὰ Ῥωμαίοις νενομισμένων, καὶ τἄλλα ὅσα τοῖς εὐγενεστέροις Ῥωμαίων καὶ αὐτῷ προσήκοντα ἔσται· καὶ τούτων πάντων χωρὶς προσόδων ἐτησίων ἕνεκα ἐκ τῶν τῆς Χίου φόρων μυριάδας χρυσίου λαμβάνειν δύο. Τούτων ἀκούσας ὁ Μπενέτος, οὐκέτι οὐδὲ καθεκτὸς ἐδόκει εἶναι, ἀλλ' ὥσπερ τὰ μέγιστα ἀδικούμενος, ἀχθόμενος καὶ δυσανασχετῶν, καὶ ὅρκοις ἑαυτὸν κατελάμβανε καὶ ἀραῖς ταῖς παλαμναιοτάταις, εἴτι παραδέξαιτο τῶν λεγομένων, εἰ μὴ ἅπερ ἐξ ἀρχῆς ᾐτήσατο παράσχοι βασιλεύς. τρεῖς δὲ ᾐτεῖτο τριήρεις ἐκ τῶν βασιλικῶν ὡς πανοικεσίᾳ πλευσούμενος ἐς Γαλατᾶν. ὁ μὲν οὖν τοιούτους παραπληξίας γέμοντας προῄει λόγους· οἱ δ' ἀκροώ 1.388 μενοι τῶν εἰρημένων βασιλέα μὲν ἐθαύμαζον καὶ ἐπῄνουν καὶ τῆς μεγαλοψυχίας καὶ τῆς φιλοτιμίας, Μπενέτου δὲ πολλὴν κατεγίνωσκον ἀγνωμοσύνην. καὶ ὁ σύλλογος διελέλυτο ἐπὶ τούτοις. πυθόμενος δὲ ὁ βασιλεὺς ὅσα τε εἴποι καὶ ὧν ἀκούσειε Μπενέτος, ἐπεὶ μηδὲν ἔτι συνεώρα λειπόμενον τῶν