136
̓Ιουδαίαν,καὶ μάχῃ νικήσας ̓Αλέξανδρον, ἐπὶ συνθήκαις ἀνεκεχώρηκεν. ̔Ο μέντοι ̓Αλέξανδρος μετὰ ταῦτα πόλεις ἑλὼν πολλὰς ̓Ιδουμαίων καὶ Κιλίκων καὶ Φοινίκων καὶ Σύρων, καὶ τρίτον ετος ἐν τῇ στρατείᾳ διηνυκώς, ἐπανῆλθε, προθύμως αὐτὸν διὰ τὴν εὐπραγίαν δεχομένων τῶν ̓Ιουδαίων. ειτα ἐκ μέθης νοσήσας, καὶ τρισὶν ετεσι τεταρταίῳ πυρετῷ προσπαλαίων, τῶν στρατειῶν οὐκ ἀπέσχετο. ὁρῶσα δὲ αὐτὸν ἡ βασίλισσα ηδη ἀπεγνωσμένον, ἑαυτήν τε καὶ τοὺς παῖδας ὠδύρετο. ὁ δὲ κρύψαι τὸν θάνατον αὐτοῦ πρὸς τοὺς στρατιώτας ταύτῃ ὑπέθετο, εως αν ἐξέλῃ τὸ χωρίον, 1.342 ετυχε γάρ τι πολιορκῶν, επειτα ὡς ἀπὸ νίκης εἰς ̔Ιεροσόλυμα παραγενομένην τοῖς Φαρισαίοις ἐξουσίας μεταδοῦναί τινος. δύνασθαι γὰρ αὐτοὺς θέσθαι τὸ εθνος ευνουν αὐτῇ· καὶ αὐτὸς δὲ διὰ τούτους ελεγε τῷ εθνει προσκροῦσαι, ὑβρισθέντας ὑπ' αὐτοῦ. "σὺ τοίνυν" εφη "μεταπεμψαμένη τοὺς αρχοντας σφῶν ἐπίτρεπε χρῆσθαί μου ὡς βούλονται τῷ νεκρῷ, ὡς πολλὰ εἰς αὐτοὺς ἐξυβρίσαντος, καὶ μηδὲν παρὰ τὴν ἐκείνων γνώμην ποιεῖν ὑπισχνοῦ. ουτω δέ σου εἰπούσης ἐγώ τε πολυτελῶς ταφήσομαι καὶ σὺ βεβαίως αρξεις." ταῦτα τῇ γυναικὶ ὑποθέμενος τετελεύτηκεν, αρξας ετη εικοσι καὶ ἑπτά, πεντήκοντα δέ γε ζήσας ἑνὸς δέοντος. ἡ δὲ ̓Αλεξάνδρα πάντα κατὰ τὴν τοῦ ἀνδρὸς συμβουλὴν θεμένη τούς τε Φαρισαίους ευνους ἐποίησεν ἑαυτῇ καὶ τὴν βασιλείαν ἐβεβαιώσατο, καὶ τὴν ταφὴν τοῦ ἀνδρὸς λαμπροτέραν τῶν πρὸ αὐτοῦ βασιλέων εἰργάσατο. ∆ύο δὲ παίδων γενομένων τῷ ̓Αλεξάνδρῳ, ̔Υρκανοῦ καὶ ̓Αριστοβούλου, ὁ μὲν ̔Υρκανὸς νωθὴς τὸ ηθος ην καὶ πρὸς πραγμάτων διοίκησιν ἀποπεφυκώς, ὁ δὲ νεώτερος δραστήριος ην. ἡ δὲ τούτων μήτηρ ἀρχιερέα τὸν ̔Υρκανὸν διὰ τὸ απραγμον ἀποδείκνυσι, καὶ πάντα τοῖς Φαρισαίοις ἐπιτρέπει, καὶ τῷ πλήθει τούτοις ἐκέλευσε πείθεσθαι, καὶ αὐτὴ μὲν ειχε τῆς βασιλείας τὸ ονομα, οἱ Φαρισαῖοι δὲ τὴν ἰσχύν. ἠρέμει δὲ ἡ χώρα, μόνων τῶν Φαρισαίων τὴν βασίλισσαν ταραττόντων καὶ πειθόντων κτείνειν τοὺς συμβουλεύσαντας ̓Αλεξάνδρῳ τὴν τῶν ὀκτακοσίων διαφθοράν. ενα δὲ τέως αὐτοὶ σφάττουσι, καὶ ἐπ' ἐκείνῳ αλλους ἐπ' αλλοις, εως οἱ δυνατοὶ παρελθόντες εἰς 1.343 τὰ βασίλεια καὶ ̓Αριστόβουλος σὺν αὐτοῖς, οὐ γὰρ ἠρέσκετο τοῖς δρωμένοις, πολλὰ εἰπόντες καὶ τοὺς ηδη φθαρέντας ἀποκλαυσάμενοι εἰς οικτον τῶν κινδυνευόντων τοὺς παρόντας ἐκίνησαν καὶ εἰς δάκρυα. ̓Αριστόβουλος δὲ τὴν μητέρα διὰ ταῦτα κατῃτιᾶτο· ἡ δὲ οὐκ ειχεν ο,τι καὶ πράξειε. Κατὰ τοῦτον τὸν καιρὸν ἀγγέλλεται Τιγράνης σὺν στρατιᾷ μεγάλῃ εἰς τὴν Συρίαν ἐμβεβληκὼς καὶ ἐπὶ τὴν ̓Ιουδαίαν ἀφιξόμενος. τοῦτο ἐφόβησε καὶ τὸ εθνος καὶ τὴν βασίλισσαν, καὶ δῶρα πολλὰ καὶ πολλοῦ αξια καὶ πρέσβεις αὐτῷ πέμπουσι τὴν Πτολεμαΐδα πολιορκοῦντι. ὁ δὲ ταῦτά τε ἐδέξατο καὶ χρηστὰ ἐπηγγέλλετο. αρτι δὲ τὴν Πτολεμαΐδα πορθήσαντι ἀγγέλλεταί οἱ ̓Ακέλαος εἰς ̓Αρμενίαν ὁρμήσας, καὶ διὰ τοῦτο ἀνεχώρει πρὸς τὴν οἰκείαν. τῆς δὲ βασιλίσσης δεινῶς νοσησάσης, ̓Αριστόβουλος λάθρᾳ ὑπεξελθὼν ῃει ἐπὶ τὰ φρούρια, οπου οἱ πατρῷοι κατετάχθησαν φίλοι, μόνης τῆς γυναικὸς αὐτοῦ συνειδυίας τῇ πράξει, καὶ ὑπεδέχθη παρ' αὐτῶν. αἰσθομένη δὲ ἡ μήτηρ αὐτοῦ τὴν ἀπόδρασιν καὶ οτι πάντα τὰ φρούρια ὑπηγάγετο, ἐν μεγάλῃ ην ταραχῇ καὶ αὐτὴ καὶ τὸ εθνος· εθεντο δὲ τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς παῖδας εἰς τὸ ὑπὲρ τοῦ ἱεροῦ φρούριον. ̔Υρκανὸς δὲ καὶ οἱ τῶν ̓Ιουδαίων πρεσβύτεροι μαθόντες οτι ἐν ἡμέραις πεντεκαίδεκα χωρίων εικοσι καὶ δύο ἐκράτησεν ὁ ̓Αριστόβουλος καὶ πολλὰ συνήγαγε χρήματα καὶ συνήθροισε στράτευμα, ἐδέοντο τῆς βασιλίσσης ὑποθέσθαι γνώμην περὶ ̓Αριστοβούλου. ἡ δὲ οὐκέτι μέλειν αὐτῇ τῶν πραγμάτων εἰποῦσα, ὡς ηδη ἐκλείπουσα, ἐφῆκε πράττειν αὐτοῖς ο συμφέρον κρι1.344 νοῦσι. καὶ μετ' οὐ πολὺ τετελεύτηκε, βασιλεύσασα ετη ἐννέα, βιώσασα δὲ τρία καὶ ἑβδομήκοντα. Τῆς ̓Αλεξάνδρας μέντοι θανούσης εὐθὺς πόλεμον κατὰ τοῦ ἀδελφοῦ ὁ ̓Αριστόβουλος ηρατο, καὶ πολλοὶ τῶν στρατιωτῶν τοῦ ̔Υρκανοῦ αὐτομολοῦσι πρὸς ̓Αριστόβουλον. ὁ δὲ φεύγει πρὸς τὴν ἀκρόπολιν, ενθα καὶ ἡ ̓Αριστοβούλου γυνὴ καὶ οἱ παῖδες πρὶν