136
διαφθείρει. ∆ιοιδαίνει. φλεγμαίνει. ∆ιοίσομαι. διαφέρομαι. †παραλλάξομαι.† ∆ιορίζοντοσ. ορους τιθέντος. ∆ισκεύων. ἐκδεχόμενος, η κυλίων. ∆ιστάζει. ἀμφιβάλλει, η φοβεῖται. ∆ιϋλισθέν. σακελλισθέν. ∆ιχηλοῦντα. τὰ εχοντα δύο ονυχας, οιον· βοῦς, ελαφος, καὶ ειτι ομοιον. delta.554 ∆ιχαζούσησ. κλινούσης. ηδη δὲ τοῦ καύματος ἀκμάζοντος καὶ διχαζούσης τῆς ἡμέρας. ∆ιφῶ. τὸ ψηλαφῶ. παρὰ τὸ απτω, ἁφὴ, ἁφῶ καὶ διαφῶ, καὶ κατὰ συγκοπὴν διφῶ. τὸ τῇ ἁφῇ ὑποβάλλω. τὸ δὲ ἁφῶ Ομηρος· -καὶ ἀγκύλα τόξ' ἁφόωντα. ἐκ δὲ τοῦ ἁφῶ γίνεται ἁφάσσω, ὡς αἱμῶ αἱμάσσω, καὶ πατῶ πατάσσω. ∆ιψῶ. τὸ ἐπιθυμῶ. καὶ τῷ οιακι τῷ ἐκείνου διψῶν. καὶ διψᾶτε ἀντὶ τοῦ ἐπιθυμεῖτε. καὶ διψῴης εὐκτικόν. ∆ιῳδηκότα. ἐξωγκωμένον. ∆ίωκε. ζήλου. ἐπιτήδευε. δίωκε ἀρετήν. ∆ιώκειν. εἰς ἀγορὰν αγειν. τοῦτο λέγει, οταν προϋποφύγῃ τίς. τάττεται δὲ καὶ ἐπὶ τοῦ συντόνως ἐλαύνειν. ∆ιωκόμεθα. ἀντὶ τοῦ κατηγορούμεθα. ∆ιώκειν. ἐπὶ τοῦ ἐπιθυμεῖν καὶ ὀρέγεσθαι. διώκειν γὰρ φαμὲν ἀρετήν. καὶ ἐπὶ τοῦ διελθεῖν. αἱ δὲ νῆες ἐς φυγὴν καταστᾶσαι πολλοὺς μετεδίωξαν τόπους. ∆ιῳκισμένοσ. κεχωρισμένος. delta.555 ∆ιωσάμενοι. ἐκβαλόντες, ἀποδιώξαντες. ∆ιωρίζετο. διεβεβαιοῦτο. ∆ιῶνται. διώκονται. εστι ῥῆμα διῶ, παράγωγον δίημι, ἐξ ου δίενται, οιον· δίενται ιπποι ἀερσίποδες. καὶ τὸ ὑποτακτικὸν ἐὰν διῶνται, καὶ τὸ τρίτον διῶνται. ∆ιακρίνων. ἐξετάζων, ἐννοῶν. καὶ ὁ ̓Απόστολος· μὴ διακρίνων τὸ σῶμα τοῦ κυρίου. ∆ιεκρίνομεν. κατεγινώσκομεν. εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ αν ἐκρινόμεθα. ∆ιαταγείσ. διακομισθεὶς καὶ ἐπιταγείς. ὁ ̓Απόστολος· διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου. τουτέστι διὰ μέσων ἀγγέλων. ( ̓Επίῤῥημα.) ∆ιαῤῥήδην. φανερῶς. ∆ιαρκῶσ. δαψιλῶς, ἀρκούντως. ∆ιαβραχέοσ. ἐνσυντόμως. βραχέως δὲ, μέγα. ∆ιακενῆσ. ματαίως, ανευ τινὸς προφάσεως. ∆ιακεκριμένωσ. διακεχωρισμένως. ∆ιακριδόν. διακεχωρισμένως. ∆ιαμπερέσ. διαμπὰξ, διόλου. παρὰ τὸ πέρας διαμπέρας, κατὰ πλεονασμὸν τοῦ μ καὶ μεταθέσει ̓Ιωνικῇ τοῦ α εἰς ε διαμπερές· τουτέστι τὸ ἀπ' ἀρχῆς μέχρι τέλους. καὶ ἐπὶ οὐδετέρου γράφεται. ∆ιαμπάξ. διόλου. ∆ιαφερόντωσ. ἐξαιρέτως. delta.556 ∆ιαφανῶσ. σαφῶς η συμφώνως. ∆ιεσμιλευμένωσ. ἠκριβωμένως, ἐξεσμένως. ∆ιεξοδικῶσ. πλατέως, λεπτομερῶς καὶ διεξοδικώτερον. ∆ικαίως ἀδίκωσ. παντὶ τρόπῳ, πάσῃ τέχνῃ. ∆ικανικῶσ. δικαιολογικῶς, ῥητορικῶς. ∆ὶς καὶ τρίσ. ἀπὸ τοῦ δυάκις καὶ τριάκις. καὶ λέγουσι τινές· δύο συλλαβῶν ἐγένετο συγκοπή. καὶ πῶς δύναται τρισύλλαβος δύο συλλαβὰς ἐκκεκόφθαι πρὸ τούτου; λέγομεν, οτι ἀπὸ τοῦ δυάκις καὶ τριάκις αρον τὸ α καὶ κ, καὶ κατὰ συνίζησιν δὶς καὶ τρίς. ουτως ̔Ηρωδιανός. ∆ίχα. ἀντὶ τοῦ διχῶς. τὸ αὐτὸ γὰρ καὶ δίχα. παρὰ τὸ δὶς ἐπίῤῥημα διχῆ καὶ διχά. ὡς τριχῶς τριχῆ. καὶ ἀπὸ τοῦ διχὰ γίνεται διχθά. ∆ιαῤῥήδην. φανερῶς. παρὰ τὸ ῥῶ τὸ λέγω, ῥάδην καὶ διαῤῥήδην. Τὸ ∆ μετὰ τοῦ Μ. ( ̓Αρσενικόν.) ∆μῶεσ. οἱ δοῦλοι. παρὰ τὸν δημήσω μέλλοντα κατὰ ἀποβολὴν τοῦ ˉω γίνεται δμὴς καὶ τροπῇ τοῦ ˉη εἰς ˉω δμώς· ὡς ἀρήγω, ἀρηγὸς, ῥήξω, ῥηγμὸς καὶ ῥαγμός. (Θηλυκόν.) ∆μῆσισ. ἡ δάμασις. ∆μωΐσ. ἡ δούλη. delta.557 ( ̔Ρῆμα.) ∆μηθέντα. δαμασθέντα. ∆ημκότεσ. δαμάσαντες. ∆μηθήτω. πρᾶος καὶ ἐπιεικὴς γενέσθω. ἀπὸ τοῦ δαμάζω κατὰ συγκοπὴν δμῶ. ἀδάμαστος γὰρ ὁ ὑποταγῆναι μὴ δυνάμενος. Τὸ ∆ μετὰ τοῦ Ν. ( ̓Αρσενικόν.) ∆νοφερόσ. σκοτεινός. μέλας. παρὰ τὸ γνόφος γνοφερὸς καὶ δνοφερός. †η παρὰ τὸ κνόφος κνοφερὸς καὶ δνοφερός.† (Θηλυκόν.) ∆νοπάλιξισ. ἡ διὰ τῶν χειρῶν κίνησις, καὶ ἐκτίναξις. ἀνὴρ δ' ανδρ' ἐδνοπάλιξε. τουτέστι διὰ χειρὸς ειχεν η ἀνῄρει. ∆νοπαλίζειν. ἐχρήσατο ἐν τῇ ̓Οδυσσείᾳ τῇ λέξει ὁ Ομηρος, οιον· τὰ σὰ ῥάκεα δνοπαλίξεις. ἀντὶ τοῦ διὰ χειρὸς εξεις. ειρηται παρὰ τὸ δονεῖν καὶ τὰς παλάμας. δονοπαλίξαι καὶ ἐν συγκοπῇ δνοπαλίξαι. η παρὰ τὸ ἀλαπάζω ἀλαπαδνὸς γίνεται λαπαδνὸς, καὶ καθ' ὑπέρθεσιν τῶν στοιχείων τῆς τε ἀρχούσης καὶ τῆς ληdelta.558 γούσης γίνεται δνοπαλὸς καὶ δνοπαλίζω. η δνοπαλίζω τὸ ἀναιρῶ. η διωλύγιος φλυαρία. Τὸ ∆ μετὰ τοῦ Ο. ( ̓Αρσενικόν.) ∆οθιῆνι. σκορόδῳ ἠμφιεσμένῳ εοικεν. ∆οθίων. φῦμα φλυκταίνῃ